Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
γλυπτούς. Ὁρᾷς ὅπως ἀποβεβλήκασι τὸ εὐήκοον; Καὶ τοῦτο, οἶμαι, τῶν ὤτων ὁ κόσμος. Θέα δὲ, ὅπως καταμειδιᾷ τῶν ἐγχειρημάτων ὁ Ἀαρών. Ἐπιδείξας γὰρ αὐτοῖς τὸ ἐν εἴδει μόσχου πεποιημένον ἄγαλμα, προσεφώνει λοιπόν· Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου. Ἀλλ' οὐκ ἐν μόσχῳ λελύτρωται (πῶς γὰρ ἢ πόθεν), ἀλλ' ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ, καὶ ἐν σημείοις καὶ τέρασιν. Οὐκοῦν ὡς εἰς ἀνάμνησιν τῶν παρὰ Θεοῦ γεγονότων, κατειρωνεύεται λέγων· Οὗτοι οἱ θεοί σου, Ἰσραήλ. Προσῆγεν δὲ καὶ θυσίας· ἔφαγον δὲ καὶ πεπώκασιν 69.529 ὡς ἐν ἑορτῇ, Καὶ ἀνέστησαν παίζειν. Ἕψεται γὰρ ἀποστάσει τῇ παρὰ Θεοῦ τὸ ἐνδεσμεῖσθαι τοῖς σαρκικοῖς, καὶ τρυφὴν ἡγεῖσθαι τὴν ἀκαθαρσίαν, καὶ τέρψιν οἴεσθαι καλὴν καὶ ἡδεῖαν, τὰ ἐφ' οἷς ἦν αὐτοὺς κατοιμώζειν ἄξιον. ∆ιὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος, τοῖς σαρκικοῖς ἐγκλήμασιν ἐναρίθμιον ἐτίθει τὴν ἀκάθαρτον εἰδωλολατρείαν· Φανερὰ γάρ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρεία. Προμνήστρια γὰρ καὶ τῶν ἔτι χειρόνων ἡ πλάνησις· καὶ τὸ ἔξω φέρεσθαι Θεοῦ, νοσεῖν ἀναγκάζει τὰ πάντων αἴσχιστα τῶν κακῶν. Οἱ μὲν γὰρ ἐχόρευον, ἀνιέντες, οἶμαί που, τὰς ἐπιδείπνους ᾠδὰς, δρῶντές τε καὶ λέγοντες ἃ τῶν μεθυόντων ἐστὶν ἐγκλήματα. Ἀγνοοῦντι δὲ τὰ τετολμημένα τῷ θεσπεσίῳ Μωσῇ φανερὰ καθίστησι Θεὸς, οὕτω λέγων· Βάδιζε, τὸ τάχος ἐντεῦθεν κατάβηθι· ἠνόμησε γὰρ ὁ λαὸς, ὃν ἐξήγαγες ἐκ γῆς Αἰγύπτου. Παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς. Ἐποίησαν ἑαυτοῖς μόσχον, καὶ προσεκύνησαν αὐτῷ, καὶ τεθύκασιν αὐτῷ, καὶ εἶπαν· Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου. Καὶ νῦν ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ εἰς αὐτοὺς, ἐκτρίψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα. Καὶ ἐδεήθη Μωσῆς ἐναντίον Κυρίου τοῦ Θεοῦ αὐτοῦ. Ἀκούεις ὅπως ἐλαφρὸν καὶ εὐπαράφορον ὄντα τὸν Ἰσραὴλ, καὶ πολὺ λίαν εὐπετῆ εἰς ἀπόστασιν; Οὐδὲ λαὸν ἴδιον ὀνομάζειν ἀξιοῖ· ἀλλὰ καίτοι διορισάμενος τὸν νόμον αὐτὸς, Μωσεῖ τὸ χρῆμα προσνέμει. Παρέβησαν γὰρ, φησὶ, ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς. Ταύτῃτοι καὶ ὁ Χριστὸς τοῖς τὰ ἴσα πεφρονηκόσι, καὶ τῆς ἀσεβείας τὴν δόκησιν ὑποπλαττομένοις, ἀγαθουργεῖν δὲ κατ' ἀλήθειαν οὐ μεμελετηκόσιν, ἐπὶ τοῦ θείου βήματος ἐρεῖν ἔφη τὸν Κριτήν· Ἀπόστητε ἀπ' ἐμοῦ, ἐργάται ἀνομίας, οὐκ οἶδα ὑμᾶς. Οὐκοῦν Θεῷ γνώριμοι, καὶ λαὸς αὐτοῦ κατὰ ἀλήθειαν εἶεν ἂν, οἱ τῆς εἰς αὐτὸν ἀγάπης ἀδιασπάστως ἐχόμενοι, καὶ τὸ ἐν πίστει γνήσιον ἀποσώζοντες, καὶ ἐρηρεισμένοι πρὸς ἀγαθουργίαν, καὶ τὰ ἐκ τῆς ἐλαφρίας ἐγκλήματα παρωθούμενοι. Πλὴν ἐλιπάρει Μωσῆς, καὶ ἀνακόπτεσθαι τὴν ὀργὴν τὴν κατὰ πάντων ἠξίου. Ἔδει γὰρ, ἔδει τὸν μεσιτεύοντα μιμεῖσθαι Χριστὸν, ὃς τὴν ἄνωθεν ἐφ' ἡμᾶς οὖσαν ὀργὴν διὰ πολλὴν ἁμαρτίαν ἀπεσόβησεν, ὡς Υἱὸς τὴν ἐν πίστει δικαίωσιν τοῖς ἡμαρτηκόσι δωρούμενος. Τύπος οὖν ἄρα τῆς διὰ Χριστοῦ μεσιτείας, καὶ τοῦτο δὴ πάλιν. Καὶ ὁ μὲν θεσπέσιος Μωσῆς ταῖς ἱκεσίαις ἀποστᾷ τὸ ἀπότομον τῆς ὀργῆς· εἶτα κάτεισιν ἐκ τοῦ ὄρους. Ἐπειδὴ δὲ χορευόντων ἐπύθετο, καὶ τὰς τῶν μεθυόντων εἰς οὖς ἐδέχετο φωνὰς, καταῤῥήγνυσι τὰς πλάκας ἐγκεκολαμμένων αὐτοῖς τῶν νόμων, οὐκέτι παιδαγωγίας ἀξιῶν ὡς ἀπειθεῖς καὶ ἀγνώμονας, ἢ ὀλιγογνώμονας, καὶ κομιδῇ μὲν εὐπάροιστον ἐφ' ἃ μὴ προσῆκεν ἔχοντας νοῦν, ταχεῖαν δὲ οὕτω τὴν ἀπόστασιν πεποιημένους. Ἐπειδὴ δὲ ἧκεν εἰς τὴν συναγωγὴν, συντρίβει τὸν μόσχον. Εἶτα καθιεὶς εἰς ὕδωρ, πεπότικεν αὐτὸ, φησὶ, τοὺς υἱοὺς Ἰσραήλ· μονονουχὶ διὰ τού 69.532 του σημαίνων, ὅτι καὶ αὐτῶν ἡπάτων καὶ σπλάγχνων τῶν ἐν αὐτοῖς ἅψεται τὸ δυσσέβημα· οἶμαι δὲ ὅτι κἀκεῖνο τάχα που καταμηνύων αὐτοῖς, ὅτι τῆς βεβήλου καὶ βδελυρᾶς εἰδωλολατρείας ἐκμεμεστωμένην ἔχουσι τὴν καρδίαν. Προσκαλεσάμενος δὲ τοὺς ἐξειλεγμένους, ἀναιρεῖν ἐκέλευε τοὺς ὅτι μάλιστα τῶν ἄλλων αἰτιωτάτους, καὶ ἀδελφοῦ, καὶ γείτονος, καὶ γνωρίμων ἠφειδηκότας. Καὶ δὴ καὶ πεπτώκασι χιλιάδες τρεῖς καὶ εἴκοσιν. Ἐπειδὴ δὲ συμμέτρους ἐζήτησε δίκας τοὺς ἀναίδην οὕτω δεδυσσεβηκότας, ὑπονοστεῖ πρὸς Θεὸν, καὶ τὰς ὑπὲρ τῶν ἑτέρων ποιεῖται λιτάς. Τότε