οὐκ εὐγενεῖς, ἔρωτα παθὼν ἄτοπον. Ἀνὴρ γὰρ φιλεῖν μὲν τὴν ἰδίαν ἄκοιτιν καὶ ἀγαπᾶν καὶ ὁμονοητικῶς ἔχειν πρὸς αὐτὴν ἢ εἴ τι ἄλλο τοιοῦτον, λέγοιτο ἄν, ἐρᾶν δὲ οὔ. ἔρως γὰρ τῶν μὴ ἐν ἐξουσίᾳ μηδὲ ἐφ' ἡμῖν, ἐπιθυμίας ὢν ὑπερβολὴ ἐπὶ τῶν μὴ πάνυ παρ' ἡμῖν ὄντων. εἰ δὲ παρ' Ἡροδότῳ ἐρᾶν ὁ Κανδαύλης τῆς οἰκείας λέγεται γυναικός, ἀλλὰ κακὸν ἐκεῖνος ἔπαθεν ἐντεῦθεν τὸ ἱστορηθέν. οὔκουν οὐδὲ ὁ Ζεὺς ἔνδοξόν τι πείσεται τῆς Ἥρας ἄρτι ἐρῶν ὡς ἐξ ὑπαρχῆς ποτε, ἀλλ' ἀποσφαλήσεται τοῦ οἰκείου σκοποῦ. Ὅρα δὲ καὶ ὅτι καλλωπίζων τὸ ἐρωτικὸν τοῦτο χωρίον ὁ ποιητὴς εὐειδεῖ σχήματι τῷ τῆς ἄρσεως, ἤγουν τῷ τῆς ˉοˉὐ ἀρνήσεως ἀποφατικῶς, ἐννεάκις χρᾶται αὐτῷ, ποτὲ μὲν γοργότερον φράζων, ποτὲ δὲ καὶ ἄλλως. (ῃ. 315-27) «Οὐ γάρ πώ ποτέ με», φησίν, «ἔρος περιῆλθε» τοιοῦτος, «οὐδ' ὁπότ' ἠρασάμην Ἰξιονίης ἀλόχοιο οὐδ' ὅτε περ ∆ανάης», καὶ τὰ ἑξῆς, ἐπίτηδες ἐπιμείνας τοιούτῳ λαμπρῷ σχήματι, ὥσπερ καὶ τῇ λέξει τοῦ «ἔτεκε». καὶ γὰρ καὶ αὐτὸ πολλάκις ὁμοιοσχημόνως φησίν, οἷον «ἣ τέκε Πειρίθοον, ἣ τέκε Περσῆα, ἣ τέκε Μίνω». καὶ τούτοις μὲν οὕτως ἐπέμεινε. Τὸ δὲ «ἠρασάμην» ἅπαξ ὡς οἷον πτωχικῶς εἰπὼν ἀφῆκεν ἑπτάκις ἐν τοῖς ἑξῆς νοηθῆναι αὐτὸ ἀπὸ κοινοῦ, ἐντραπεὶς τὸ τοῦ ἐρᾶν ὄνομα καὶ μὴ θελήσας ἐπιμεῖναι καὶ αὐτῷ, ὑπομνήσας δὲ μόνον αὐτοῦ πρὸς τῷ τέλει ἐν τῷ «ὡς σέο νῦν ἔραμαι, καί με γλυκὺς ἵμερος αἱρεῖ». Οὕτω καὶ ἐπιμένειν καιρίως οἶδεν ὁ ποιητὴς καὶ αὖθις 3.651 ἐλλιπῶς τοὺς λόγους προάγειν ἐν δέοντι. Πάνυ δὲ καὶ ἐν τῷ χωρίῳ τούτῳ τῇ συνήθει ποικιλίᾳ ὁ ποιητὴς ἐπλεόνασεν, ἐπικαλύπτων τὸ αἰσχρὸν τεχνικοῖς θεωρήμασιν. Ἡ δὲ ποικιλία τοιαύτη τις, ὡς ἐκ πολλῶν ὀλίγα εἰπεῖν. θεὰς μὲν ὀλίγας ὁ Ζεὺς μετρεῖ, ∆ήμητραν γὰρ καὶ Λητώ, θνητὰς δὲ πλείονας, καὶ οὓς μὲν ἐγέννησαν αἱ θεαί, οὐ λέγει, οὓς δὲ ἐγέννησαν αἱ θνηταί, ἀπαριθμεῖται σαφῶς, καὶ τὰς μὲν θνητὰς ἐρωμένας ἄνευ ἐπιθέτων προάγει δίχα τῆς ∆ανάης, αὐτὴν γὰρ μόνην καλλίσφυρον ὀνομάζει, τὰς δὲ μὴ θνητὰς ἐπιθέτοις κοσμεῖ, καλλιπλόκαμον μὲν ἄνασσαν εἰπὼν τὴν ∆ήμητραν, ἐρικυδέα δὲ τὴν Λητώ. οὕτω δὲ καὶ τοὺς ἐκ τῶν θνητῶν παῖδας σὺν ἐπιθέτοις προάγει δίχα τοῦ Μίνωος, ὡς τῷ ἀδελφῷ συλληφθέντος Ῥαδαμάνθυϊ. φησὶ γὰρ «Πειρίθοον θεόφιν μήστωρ' ἀτάλαντον», περὶ οὗ καὶ ἡ ἄλφα ῥαψῳδία δηλοῖ, «Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν», «Μίνω καὶ ἀντίθεον Ῥαδάμανθυν», «Ἡρακλῆα καρτερόφρονα», «∆ιόνυσον χάρμα βροτοῖσι», διὰ τὸ δοτῆρα τοῦ οἴνου γενέσθαι. Ἔτι κατ' ἀρχὰς μὲν τῶν τοιούτων διηγημάτων μίαν ἐκτίθεται μητέρα καὶ ἕνα παῖδα «οὐδ' ὁπότ' ἠρασάμην Ἰξιονίης ἀλόχοιο, ἣ τέκε Πειρίθοον, οὐδ' ὅτε περ ∆ανάης καλλισφύρου Ἀκρισιώνης, ἣ τέκε Περσῆα», εἶτα μίαν ἱστορεῖ δύο γεννήσασαν «οὐδ' ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο, ἣ τέκε μοι τὸν Μίνωα» [καὶ ἀποκοπῇ Μίνω] καὶ τὸν Ῥαδάμανθυν, εἶτα μητέρας ὁμοῦ δύο ἐν ἑνὶ στίχῳ τίθησι, Σεμέλην τε καὶ Ἀλκμήνην, ὧν δύο παῖδες, Ἀλκμήνης μὲν Ἡρακλῆς, ∆ιόνυσος δὲ Σεμέλης, εἶτα δύο ἄλλας, ∆ήμητραν καὶ Λητώ, ἐν στίχοις δυσίν. ἐξ ὧν, ὡς καὶ προείρηται, οὐ λέγει τίνες ἐγένοντο, ἵνα μὴ λυπήσῃ, φασί, τὴν Ἥραν ἐν καιρῷ τοιούτῳ, Ἀπόλλωνος τοῦ Λητοΐδου μνησθείς, ὃς Ἀχαιοῖς ἀντιφέρεται, οὓς ἡ Ἥρα φιλεῖ. ἔτι πασῶν ὧν εἶπε δύο μέν τινας οὐ λέγει πρὸς ὄνομα. οὔτε γὰρ τὴν τοῦ Πειρίθου ὀνομάζει μητέρα, οὔτε τὴν τοῦ Μίνωος καὶ Ῥαδαμάνθυος, τὰς δὲ λοιπὰς ἐξ ὀνόματος καταλέγει. Προτίθησι δὲ τῶν ἀθανάτων τὰς θνητὰς γυναῖκας, ἵν' εὐτάκτως προερχόμενος εἰς τὴν Ἥραν ἐν τῷ «ὡς σέο νῦν ἔραμαι», ταῖς μὴ θνηταῖς συνάψῃ αὐτήν, καὶ μὴ ὑποτάξῃ θνηταῖς γυναιξὶ τὴν ἀθάνατον, ἢ καὶ ἄλλως, ἀπὸ τῶν μικροτέρων ἐρωμένων ἐπὶ τὰς μείζους προϊών. Οἱ δὲ παλαιοὶ λέγουσιν, ὡς τοῦτο 3.652 ποιεῖ ἀπὸ τοῦ δριμυτέρου καὶ μείζονος ἀρξάμενος ἔρωτος, τοῦ τῶν θνητῶν δηλαδή, καὶ κατασκευάζουσι πιθανῶς ἐκεῖνοι τὸν λόγον ὡς αὐτοῖς βουλητόν. οἷς εἰς κατασκευὴν συμβάλλεται καὶ ἡ ἐνάργεια. πολλοὶ γὰρ ὑπαχθέντες ἔρωτι δουλίδας προτιμῶνται τῶν εὐγενῶν. Ἰστέον δὲ καὶ ὅτι κατάλογόν τινα ἡρωΐδων ἐνταῦθα, ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳ, ποιεῖ Ὅμηρος,