189
παρὰ τῷ βασιλεῖ, ἐκέλευεν ἐλθόντα εἰς τὴν πόλιν καὶ Νικηφόρον καὶ τοὺς ἄλλους παραλαβόντα ἥκειν πρὸς αὐτόν. ληʹ. Ἐπεὶ δὲ εἰς τὴν ὑστεραίαν ἅμα καὶ Νικηφόρον ἄγοντες τὸν δούκαν εἰς τὸ στρατόπεδον παρῆσαν, καὶ τῶν Ταραντίνων ἔτι παρόντων ταῖς ναυσὶ καὶ ὁρώντων τὰ πραττόμενα, Θωμοκάστρῳ μὲν ἐγκατέλιπε φρουρὰν τοῦ μὴ παρὰ τῶν Ταραντίνων τι ἀδικηθῆναι, τῆς στρατιᾶς ἀναχωρούσης· αὐτὸς δὲ Νικηφόρον τὸν δούκαν ἅμα τοῖς ἄλλοις παραλαβὼν, ἐπανέζευξεν εἰς βασιλέα. βασιλεὺς δὲ ἀσμένως ἐδέξατο αὐτοὺς καὶ πολλαῖς ἠμείψατο εὐεργεσίαις· Νικηφόρον δὲ τὸν δούκαν τῷ τε τοῦ πανυπερσεβάστου τετίμηκεν ἀξιώματι καὶ πολλῆς ἠξίωσεν εὐμενείας καὶ οἰκειότητος τῆς πρὸς αὐτόν. διατρίψας δὲ ἐν Ἀκαρνανίᾳ ἐξ ἐκείνου ὑπὲρ εἴκοσιν ἡμέρας, καὶ ὅσα μάλιστα ἔδει πρὸς ἀσφάλειαν ταῖς πόλεσι καταστήσας, ἐπανέζευξεν εἰς Θεσσαλονίκην, χειμῶνος ἤδη ἀρχομένου, Νοεμβρίου μηνὸς ἐνισταμένου, καὶ διεχείμασεν ἐκεῖ. κατὰ δὲ τὸν αὐτὸν χειμῶνα καὶ οἱ Ματθαίου τοῦ Καντακουζηνοῦ, τοῦ μεγάλου δομεστίκου πρώτου υἱοῦ, ἐτελοῦντο γάμοι ἐν Θεσσαλονίκῃ. ἔγημε γὰρ τὴν ∆ημητρίου τοῦ δεσπότου θυγατέρα, ὃς ἦν βασιλέως Ἀνδρονίκου τοῦ πρώτου τῶν Παλαιολόγων παῖς. τελεσθέντων δὲ τῶν γάμων πολυτελῶν τε καὶ περιφανεστάτων, ἐπεὶ καὶ ὁ χειμὼν ἤδη περὶ ἐκβολὰς ἦν, 1.535 παρεσκευάζετο βασιλεὺς ὡς εἰς Βυζάντιον ἐπανήξων. μεταξὺ 1.535 δὲ παρασκευαζομένῳ καὶ ὁ παρακοιμώμενος Ἀπόκαυχος ἐκ Βυζαντίου ἧκεν. οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις τῷ μεγάλῳ δομεστίκῳ προσελθὼν, ἀνεμίμνησκέ τε παλαιῶν εὐεργεσιῶν ὧν ὑπῆρξεν εἰς αὐτὸν καὶ νῦν ἐδεῖτο, τῶν μὲν ἐτησίων προσόδων, ἃς αὐτὸς καρποῦται, βασιλέως παρασχόντος, κληρονόμους εἶναι παῖδας τοὺς αὐτοῦ· αὐτὸν δὲ ἀδείας τυχόντα ἐκ βασιλέως, φροντιστηρίῳ προσελθεῖν, πᾶσι τοῖς τοῦ βίου χαίρειν εἰπόντα, μίαν δὲ ποιούμενον φροντίδα τὸ τὴν ψυχὴν ἐκ τῶν πολλῶν κηλίδων, ἃς αὐτῇ προσετρίψατο ἐκ τῶν πραγμάτων, ἐκκαθᾶραι. εἰς τοῦτο γὰρ ἐκ Βυζαντίου ἥκειν, οὐδεμίαν ἑτέραν τῆς ἐπιδημίας ἔχοντα αἰτίαν. ὁ μέγας μὲν οὖν δομέστικος οἰόμενος τὰ εἰρημένα εἶναι ἀληθῆ, αὐτός τε ἔφασκεν οὐκ ἂν ἐνδώσειν, μήτε βασιλεῖ περὶ τούτου διαλέξεσθαι. ὁ δὲ αὖθις καὶ πολλάκις προσελθὼν, ἐδεῖτο περὶ τῶν αὐτῶν καὶ ὅρκους προσετίθει ὡς οὐ πλάττεται τὴν αἴτησιν, ἀλλὰ προὔργου παντὸς αὐτῷ ἡ ἀναχώρησις τοῦ κόσμου καὶ ὡς οὐδ' ἂν εἴ τι γένοιτο μεταβάλοι τῆς προθέσεως. διὸ καὶ ταύτην ἱκέτευε τελευταίαν εὐεργεσίαν καταθεῖναι ἐπὶ πολλαῖς ταῖς πρότερον γεγενημέναις. ὁ μὲν οὖν τοιαῦτα μετὰ σπουδῆς ἐδεῖτο ὡς ἐδόκει. ὁ μέγας δὲ δομέστικος ἀλγῶν μὲν καὶ τὴν ψυχὴν δακνόμενος ἐπὶ τῇ τούτου ἀναχωρήσει, ὅμως δὲ ἀναγκαίαν τὴν αἴτησιν ὁρῶν, ἀπήγγελλε βασιλεῖ ὅσα ὁ παρακοιμώμενος ἐδεῖτο. βασιλεὺς δὲ ὑποπτεύσας, ὅπερ ἦν, ὡς 1.536 οὐκ ἀληθῆ τὰ εἰρημένα, ἀλλά τινος ἕνεκα αἰτίας πλάττεται ἑτέρας, θαυμάζειν ἔλεγε τῷ μεγάλῳ δομεστίκῳ, εἰ ταῦτα ὄντως οἴεται εἶναι ἀληθῆ. τοῦ δὲ διϊσχυριζομένου, μὴ ἂν ἄλλως ἔχειν, «οὐκοῦν» αὐτῷ ἔφασκε «πείρας ἕνεκα φράσον ὡς βασιλεῖ μὲν οὐκ ἂν εἴη κατὰ γνώμην, ἀλλὰ καὶ ἄχθοιτο μᾶλλον, τοῦ βίου σοῦ ἀναχωροῦντος. ὡς ἂν δὲ μὴ πράγματος οὕτω καλοῦ καὶ θεοφιλοῦς κώλυμα αὐτὸς ὀφθεὶς δοκῇ βασκαίνειν τοῖς καλοῖς, ἐνδίδωσιν.» ὁ μέγας δὲ δομέστικος μὴ πείρας ἕνεκα τοιαῦτα λέγειν ἔφασκε δέον, ὡς οὐκ ἂν φθάνοι τὴν ἀπολογίαν εἰληφὼς, καὶ συνταξάμενος ἀναχωρήσει· ἀλλὰ μᾶλλον εἴ τι δέοιτο αὐτοῦ, κωλύειν. βασιλεὺς δὲ καὶ αὖθις ἔφασκε τὰ προειρημένα λέγειν πρὸς αὐτόν· καὶ γὰρ ἀκούσεταί τε τῶν λόγων καὶ μενεῖ ἐπὶ τοῖς πρότερον. ὁ μὲν οὖν ἐπείθετό τε βασιλεῖ καὶ παρακοιμωμένῳ ἐξήγγελλε τοὺς βασιλέως. ὁ δὲ μηδὲ ὅλους σχεδὸν ἀκοῦσαι ἀναμείνας, οἴεσθαι ἔφασκε μάλιστα κατὰ γνώμην εἶναι βασιλεῖ τὴν ἐκείνου ἀναχώρησιν καὶ ὅλῃ προθέσει ἐπιτρέπειν· ἐπεὶ δὲ οὐ φίλον αὐτῷ, οὐδ' αὐτὸν ποιήσειν. ὁ μὲν οὖν ὡς ἐπὶ τοῖς πρότερον λεγομένοις ἐξηπατᾶτο συνιεὶς, βασιλεῖ μετὰ παιδιᾶς προσελθὼν ἀπήγγελλεν ὅσα ὁ παρακοιμώμενος ἀποκριθείη. βασιλεῖ δὲ