189
προσέπεσεν, ειτα δ' ἐγγυτέρω προσιόντες οστις ειη ἠρώτων. Σίμων δὲ καλεῖν τὸν αρχοντα σφῶν προσέταττε. καὶ ηκε κληθεὶς Τερέντιος ̔Ροῦφος, ος αρχων τῆς στρατιᾶς κατελέλειπτο. ῳ γνωρίσας οστις ην ὁ Σίμων συνελήφθη καὶ δεθεὶς ἐφυλάττετο. τῷ δέ γε Τίτῳ ἡ σύλληψις αὐτοῦ ἐδηλοῦτο. καὶ ὁ μὲν εἰς τὸν θρίαμβον ἐτηρεῖτο, καθ' ον καὶ ἀνῃρέθη ἀγχόνῃ συρεὶς ἐν τῇ κατὰ τὴν ̔Ρώμην ἀγορᾷ, οπου κτείνειν ̔Ρωμαίοις ειθισται τοὺς ἐπὶ κακουργίᾳ θανατουμένους. Τοῦτο μὲν ουν γέγονε τέλος τῷ τοῦ Γιώρα Σίμωνι· ̓Ιωάννης δέ, ἡ λοιπὴ τῶν ̓Ιουδαίων ἐρινύς, δεσμὰ κατεκρίθη διηνεκῆ. τὸ δὲ τῶν αἰχμαλώτων πλῆθος τὸ μὲν εἰς τὰ κατ' Αιγυπτον εργα ἐστάλη, τὸ δὲ ἐν ταῖς κατὰ πόλεις τελουμέναις θεωρίαις ἐφθείρετο η θηριομαχίαις ἐκδιδόμενον η ἀλληλοκτονούμενον. ἡ δὲ τοῦ Σίμωνος γῆθεν ἀνάδυσις πολὺ καὶ τῶν αλλων στασιαστῶν πλῆθος εὑρίσκεσθαι κατὰ τοὺς ὑπονόμους ἐποίησεν, ὡς ἐντεῦθεν καὶ τὰ τοῦ ναοῦ ἀνορυχθῆναι θεμέλια. Οὐ μόνον δὲ τοῖς ἐν ̔Ιεροσολύμοις ̓Ιουδαίοις ἐπῆκτο κίνδυνος, ἀλλὰ καὶ τοῖς ἐν ταῖς αλλαις πόλεσι. πάντα δὲ διηγήσασθαι δύσεργον· τὰ δ' ἐπ' ̓Αντιοχείας τοῖς ἐκείνην οἰκοῦσιν ̓Ιουδαίοις συμβεβηκότα 2.75 διηγητέον. πολὺ μὲν γὰρ ἀνὰ πᾶσαν τὴν οἰκουμένην τὸ ̓Ιουδαίων εθνος κατέσπαρται, πολλάκις αἰχμαλωτισθέν, ὡς ηδη ἱστόρηται, καὶ σκεδασθὲν πανταχοῦ· πλεῖστον δὲ τῇ Συρίᾳ ἐγκαταμέμικται κατὰ τὴν γειτνίασιν, μᾶλλον δὲ τῶν αλλων ταύτης πόλεων ἡ ̓Αντιόχεια κατοίκους ̓Ιουδαίους ἐκέκτητο διά τε τὸ τῆς πόλεως μέγεθος καὶ οτι ἀδεᾶ τὴν κατοίκησιν ἐν αὐτῇ παρέσχον αὐτοῖς οἱ μετ' ̓Αντίοχον βασιλεῖς. ὁ μὲν γὰρ ̓Επιφανὴς ̓Αντίοχος τά τε ̔Ιεροσόλυμα ἐξεπόρθησε καὶ τὸν ναὸν ἐσύλησεν, οἱ δὲ μετ' αὐτὸν βασιλεῖς ἐξ ισου τοῖς Ελλησι μετέχειν τῆς πόλεως αὐτοῖς συνεχώρησαν. διὸ καὶ εἰς πλῆθος ἐπέδωκαν, πολὺ πλῆθος ̔Ελλήνων προσαγόμενοι τῇ θρησκείᾳ. Καθ' ον δὲ καιρὸν ὁ τῶν ̔Ιεροσολύμων πόλεμος ἐξερράγη καὶ εἰς τὴν Συρίαν κατέπλευσεν Οὐεσπασιανός, τὸ δὲ μῖσος κατὰ τοῦ εθνους παρὰ πᾶσιν ηκμαζε, τότε δή τις ̓Ιουδαῖος ̓Αντίοχος, υἱὸς τῶν ἐπ' ̓Αντιοχείας ̓Ιουδαίων τοῦ πρώτου, εἰς τὸν δῆμον τῶν ̓Αντιοχέων παρελθὼν κατηγόρει μὲν τοῦ πατρός, κατηγόρει δὲ καὶ τῶν λοιπῶν ̓Ιουδαίων, οτι καταπρῆσαι τὴν πόλιν απασαν ἐβουλεύσαντο, καὶ παρεδίδου ξένους ̓Ιουδαίους τινὰς ὡς τοῦ βουλεύματος κοινωνούς. τὸ δὲ τῶν ̓Αντιοχέων δημοτικὸν τοὺς μὲν παραδοθέντας αὐτίκα κατέκαυσαν, κατὰ δὲ τῶν αὐθιγενῶν ̓Ιουδαίων ωρμηντο κἀκείνους τιμωρησόμενοι. ὁ δὲ τῶν ὁμοφύλων κατήγορος ̓Αντίοχος, ἀποστῆναι τῆς πατρίου λέγων θρησκείας, εθυεν ὡς νόμος τοῖς Ελλησι, παρῄνει δὲ καὶ τοὺς αλλους ποιεῖν ὁμοίως βιάζεσθαι· εσεσθαι γὰρ φανεροὺς τοὺς ἐπιβουλεύσαντας τῷ μὴ τὴν σφετέραν θρησκείαν ἀπόμνυσθαι. χρωμένων δὲ τῇ πείρᾳ τῶν ̓Αντιοχέων, ὀλίγοι μὲν ὑπέκυψαν, οἱ δὲ μὴ ἑλληνί2.76 σαι ἀνασχόμενοι διεφθάρησαν. ὁ δ' εἰρημένος ̓Αντίοχος καὶ στρατιώτας παρὰ τοῦ ̔Ρωμαίων ἡγεμόνος λαβών, χαλεπὸς ην τοῖς ὁμοφύλοις, ἀργεῖν τὴν ἑβδόμην οὐκ ἐπιτρέπων· ουτω τε τὴν ἀνάγκην εθετο ἰσχυρὰν ὡς μὴ μόνον ἐπ' ̓Αντιοχείας τὴν τοῦ σαββάτου ἀργίαν καταλελύσθαι, ἀλλὰ κἀν ταῖς αλλαις πόλεσιν ἐπί τινα χρόνον τοῦτο ἐπικρατῆσαι. Οὐ ταῦτα δὲ μόνα τοῖς ἐν ̓Αντιοχείᾳ συμβέβηκεν ̓Ιουδαίοις, ἀλλὰ καὶ δευτέρα προσεγένετο συμφορά. συνέβη μὲν γὰρ καταπρησθῆναι τὴν τῆς πόλεως τετράγωνον ἀγοράν, ἀρχεῖά τε καὶ χαρτοφυλάκια. ὁ δ' εἰρημένος ̓Αντίοχος τοῖς ̓Ιουδαίοις προσῆπτε τὸν ἐμπρησμόν, καὶ τοὺς ̓Αντιοχεῖς ὑπόπτους εχοντας ηδη αὐτοὺς ἠρέθισε κατ' αὐτῶν· καὶ ωσπερ ἐμμανεῖς πρὸς τοὺς διαβεβλημένους απαντες ωρμηντο. μόλις δ' αὐτοὺς κατέσχον τινές, συμβουλεύσαντες Τίτῳ τὴν ὑπόθεσιν ἀναθεῖναι. ἐν τῷ μέσῳ δέ τινες ποιούμενοι ἐπιμελῆ τοῦ πράγματος ζήτησιν ευρον τὸ μὲν τῶν ̓Ιουδαίων γένος ἀναίτιον, πονηροὺς δ' ἀνθρώπους τὸ εργον τολμήσαντας διὰ χρεῶν ἀνάγκας, οἰηθέντας, εἰ τὴν ἀγορὰν καὶ τὰ δημόσια γραμματεῖα ἐμπρήσειαν, εξειν ἀπαλλαγὴν τῆς εἰσπράξεως. ̓Εν τούτοις δὲ καὶ ὁ Τίτος ἀφικνεῖτο εἰς ̓Αντιόχειαν. καὶ ὁ τῶν