189
ἐτελεῖτο. ἐπειδάν τις ἠδικεῖτο πρὸς ἑτέρου, ἀμύνασθαι δὲ βουλόμενος ἑαυτὸν οὐκ ἀξιόμαχον μόνον ῳετο, βοῦν ἱερεύσας, τὰ μὲν κρέα κατακόψας ηψει, αὐτὸς δὲ ἐκπετάσας χαμαὶ τὴν βύρσαν, ἐκάθητο ἐπ' αὐτῆς εἰς τοὐπίσω, παραγαγὼν τὼ χεῖρε. καὶ τοῦτο ἐστὶ Σκύθαις ἡ μεγίστη ἱκετηρία. τῶν δὲ κρεῶν τοῦ βοὸς ὁ βουλόμενος μοῖραν λαμβάνων καὶ ἐπιβαίνων †τῇ βύρσῃ† τὸν δεξιὸν πόδα, ὑπισχνεῖται κατὰ δύναμιν εκαστος συμμαχεῖν. καὶ εστιν αὐτοῖς τοῦτο ορκων ὁ βεβαιότατος. ̓Επίβδαι. αἱ μεθέορτοι ἡμέραι. διὰ τὸ πρὸς ἐπίδειξιν ταῖς πρότερον ἡμέραις γενέσθαι, αλλης ἐπιβαινούσης. ̓Επιγουνίδα. τὸ πρὸ τοῦ γόνατος ανω σαρκῶδες τοῦ μηροῦ. ενιοι δὲ τὴν ἐπωμίδα. ̓Επίγνωσισ. ἡ μετὰ τὴν πρώτην γνῶσιν τοῦ πράγματος κατὰ δύναμιν παντελὴς κατανόησις. epsilon.801 ̓Επίδοσισ. ἡ πρὸς τὸ καλὸν αυξησις. καὶ ἡ προκοπὴ καὶ προσθήκη. λέγεται καὶ ἡ χάρις καὶ ἡ δωρεά. ̓Επιδορατίσ. ὁ σίδηρος τοῦ ἀκοντίου. ̓Επιδημία. ἡ συγκατάβασις. ̓Επὶ ∆ηλίῳ μάχη. τὸ ∆ήλιον χωρίον ἐστὶ τῆς Βοιωτίας, ἐν ῳ μαχόμενοι οἱ ̓Αθηναῖοι ὑπὸ τῶν Βοιωτῶν ἐνικήθησαν. ̓Επιθυμία. δύναμις ψυχῆς, ὀργῆς ἀφανιστική· η ἐμψύχου πρώτη ὁρμὴ πρός τι τῷ φιλουμένῳ. η πόθον τῆς καθ' ἡδονὴν ἀπολαύσεως· η λύπην ἐπὶ τῷ μὴ κατ' ἐξουσίαν οντι καταθυμίῳ· η τινὰ σχέσιν ου μὴ πάρεστιν ἡ ἀπόλαυσις· η νοερά τις τῶν θείων φύσεων ὀρεκτικὴ κίνησις. ̓Επίκληροσ. ἡ ἐπὶ παντὶ τῷ κλήρῳ ὀρφανὴ καταλελειμμένη, μὴ οντος αὐτῇ ἀδελφοῦ· ἡ δὲ αὐτὴ καὶ ἐπικληρίτης. ̓Επίπροικοσ. ἡ ἐπὶ μέρει τινὶ τοῦ κλήρου· η τε προῖκα εχειν ἀδελφοὺς εχουσα. ̓Επίδικοσ. ἡ ἀμφισβητουμένη· ἐπίκληρος τίνι αὐτὴν χρὴ γαμηθῆναι. ̓Επίδοσιν. αυξησιν, ἐπὶ ἀρετῆς, η προσθήκην. Προκόπιος· ὁ δὲ φιλοσοφῶν ἀνεμπόδιστος, εἰς ἐπίδοσιν διετέλει. ̓Επιθέτουσ. μὴ πατρίους ἑορτάς. καὶ Λυσίας epsilon.802 ἐπιθέτους ἐπιστολὰς τὰς δοθείσας τισὶν, ωστε διακομίσαι. ̓Επὶ καλάμῃ ἀροῦν. εθος ἐστὶ τοῖς γεωργοῖς παρ' ἐνιαυτὸν ἀργὴν καταλείπειν τὴν γῆν, οπως ἀκεραίους ἐκτρέφῃ τοὺς καρπούς. ̓Επικαρπίασ. τὰ κέρδη. ̓Επικαμπὴς τάξισ. ἐπὰν τὰ μέσα τοῖς πολεμίοις προσπίπτει, τὰ δὲ κέρατα ἐκ τῶν ὀπίσω μερῶν ορθια ἐφ' ἑαυτὴν εχει τεταγμένα. ̓Επικηρυκεία. ἡ ἐκ τῶν πολεμίων φιλία, η τὸ περὶ φιλίας καὶ διὰ λόγων κήρυκας πέμπειν. †καὶ ἐπικηρυκεύεται† διὰ κήρυκος τινὸς συνθήκας τινὰς η πρεσβείας ποιεῖται. ̓Επισύστασισ. ἡ ἐπὶ δευτέρου ἐπανόρθωσις. Παῦλος ὁ ̓Απόστολος· ἡ ἐπισύστασίς μου ἡ καθημερινή. ̓Επίκλησιν. ἐπωνυμίαν. ̓Επικαγχάστρια. ἀντὶ τοῦ εἰωθυῖα γελᾷν. η ἡ γελάστρια. ̓Επὶ κόῤῥησ. ἐπὶ κεφαλῆς· ἐπὶ αὐχένος. βέλτιον δὲ ἐπὶ τῆς γνάθου ἐκλαμβάνειν, ο κατ' εθος λέγομεν ῥάπισμα. καὶ οἱ ῥήτορες, ουτως γὰρ χρῶνται. ειρηται δὲ ἀπὸ τῆς τριχώσεως τῆς ἀπὸ μήνιγγος κατιούσης. τινὲς δὲ τὴν ολην κεφαλὴν φασίν. ̓Επίμαχοσ. δυναμένη πολεμεῖσθαι. οἱ δὲ ἐποepsilon.803 ρεύοντο ἐπὶ χωρίον, ο ἐδόκει ἐπιμαχώτατον ειναι. καὶ ἐπίμαχον. ̓Επιμέλεια. ἡ σπουδὴ, ἡ φροντίς. ̓Επινέμησισ. ὁ τοῦ χρόνου μερισμός. ̓Επίνοια. οταν τις τὰ οντα ἐν τῇ διανοίᾳ θεωρῇ. ̓Επιωγαί. σκέπαι, καταδύσεις, σύγκλεισμοι, παραθαλάσσιοι τόποι, οις τὰ κύματα προάγνυνται. ἀπὸ τοῦ ἐποῖσαι, ο ἐστι συγκλεῖσαι. ̓Επιπνοίασ. ἐκπνεύσεως, ἐπιχορηγίας η ἐνθουσιασμοῦ. οἱ δὲ ̔Ρωμαῖοι θείας ἐπιπνοίας τινὸς ἐπεπλήρωντο. ̓Επιποθία. ἡ ἀγάπη. ̓Επιπολάσ. τὰ ωνια. τοὺς ̔Ρωμαίους θαῤῥεῖν συνέβαινε κρατοῦντας τοῦ περὶ τὰς ἐπιπολὰς τόπου. ̓Επιπρεπείαισ. στολαῖς εὐπρεπέσιν. ὁ δὲ ̓Αννίβας κατεσκευάσατο περιθετὰς τρίχας ἁρμοζούσας ταῖς τῶν ἡλικιῶν ἐπιπρεπείαις. ̓Επίπληξισ. ἡ ἐπιτίμησις. ̓Επίῤῥησισ. ὁ ψόγος καὶ ἡ κατηγορία. ̓Επιῤῥοή. ὑδάτων ἐπίῤῥοια. epsilon.804 ̓Επίσαλοσ. ἀβέβαιος, εὐμετάπτωτος. ἐπισάλων δὲ τῶν τῆς σωτηρίας ἐλπίδων γενομένων αὐτοῖς ἐξεχώρουν τοῦ αστεος. ̓Επισίτισισ. τὸ εἰς τὴν τροφὴν καὶ εἰς τὸ σιτεῖσθαι διδόμενον. ̓Επίσκηψισ. δίκη καὶ ψευδομαρτυρούντων. καὶ ἡ πρόφασις. ̓Επισκότησισ. τὸ ἐπικεῖσθαι τινί· καὶ ἀποτειχίζειν τὸ φῶς. ̓Επίστασισ. γνῶσις· καὶ ἡ προσοχὴ καὶ ἡ μίμησις. ὁ δὲ ̓Ασδρούβας πέφυκεν ἡμῖν αξιος ἐπιστάσεως ειναι καὶ ζήλου. ̓Επιστασία. γνῶσις. καὶ