θεοῦ ἐνεργοῦσι λογισμοί. οἱ δὲ γεγυμνασμένοι εἰς τὰ μυστήρια τοῦ Χριστιανισμοῦ καὶ ἐν αὐτοῖς γηράσαντες οὐδὲν ξενίζονται. καθάπερ οἱ ἔμπειροι γεωργοὶ ἐκ τῆς πολλῆς συνηθείας, ὅταν γίνωνται εὐφορίαι, οὐ τελείως ἀμεριμνοῦσιν, ἀλλὰ ἐκδέχονται καὶ λιμὸν καὶ στενοχωρίαν, οὔτε δὲ πάλιν ὅταν καταλάβῃ αὐτοὺς λιμὸς ἢ στενοχωρία, ἐπὶ πολὺ ἀπελπίζουσι γνωρίζοντες τὴν μεταβολήν, οὕτω καὶ εἰς τὸ πνευματικόν. ὅταν πειρασμοῖς ποικίλοις περιπέσῃ ἡ ψυχή, οὐ ξενίζεται οὔτε ἀπελπίζει, ἐπειδὴ οἶδεν ὅτι κατὰ συγχώρησιν ἀφίεται ἡ ψυχὴ δοκιμασθῆναι καὶ παιδευθῆναι ὑπὸ τῆς χάριτος, οὔτε δὲ πάλιν ὅταν ἐν πλούτῳ πολλῷ ᾖ καὶ ἀναπαύσει ἀμεριμνεῖ, ἀλλ' ἐκδέχεται τὴν μετα46.1.6 βολήν. καὶ εἰ ὁ ἥλιος οὗτος, σῶμα ὢν καὶ κτίσμα, καταλάμπων εἰς τόπους δυσώδεις, ἔνθα εἰσὶ νεκρώματα καὶ βόρβορος, οὐδὲν βλάπτεται ἢ μολύνεται, πόσῳ μᾶλλον τὸ καθαρὸν καὶ ἅγιον πνεῦμα συνὸν τῇ ψυχῇ τῇ ἐνεργουμένῃ ὑπὸ τῆς ῥυπαρίας τοῦ πονηροῦ, οὐδὲν συμμεταλαμβάνει· καὶ γὰρ «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε». 46.1.7 Καὶ ὅτε οὖν ἐν βάθει ἐστὶ καὶ πλουτεῖ τῇ χάριτι ὁ ἄνθρωπος, ἔστιν ἐκεῖ λείψανον τῆς κακίας, †ἔχων† τὸν ἀντιλήπτορα βοηθοῦντα αὐτῷ. ὅταν οὖν τις ἐν θλίψει ᾖ, οὐκ ὀφείλει ἀπευδοκῆσαι, ἐπεὶ πλέον παχύνεται ἡ ἁμαρτία καὶ ἐπεισέρχεται. ὅταν δὲ ἔχῃ τις πάντοτε τὴν ἐλπίδα τοῦ θεοῦ, ὥσπερ λεπτύνεται καὶ ἐξυδαροῦται τὸ κακόν. τὸ οὖν εἶναί τινας παραλελυμένους καὶ λελωβημένους, πυρέττοντας καὶ ἀσθενοῦντας καὶ πόνους ἔχοντας, τοῦτο ἐκ τῆς ἁμαρτίας προσεγένετο· αὕτη γὰρ ἡ ῥίζα πάντων ἐστὶ τούτων, καὶ τὰ πάθη δὲ τῆς ψυχὴς 46.1.8 (τῶν ἐπιθυμιῶν καὶ τῶν ἄλλων κακῶν διαλογισμῶν) ἐξ αὐτῆς ἐστιν. ὥσπερ ἵνα ᾖ πηγὴ ῥέουσα καὶ ἔχῃ τοὺς παρακειμένους τόπους διΰγρους καὶ νοτερούς, θέρμης γενομένης καὶ αὐτὴ ἡ πηγὴ καὶ οἱ ἔγγιστα τόποι ξηραίνονται, οὕτω καὶ εἰς τοὺς δούλους τοῦ θεοῦ, εἰς ὃν ἂν πλεονάσῃ ἡ χάρις, ξηραίνει τὴν τοῦ πονηροῦ ἐπιθυμίαν, ὁμοίως δὲ καὶ τὴν φυσικὴν καὶ τὴν καθαράν, ἐπειδὴ νῦν 46.1.9 οἱ ἄνθρωποι τοῦ θεοῦ μειζότεροι γίνονται τοῦ πρώτου Ἀδάμ. ὁ θεὸς ἀπερίγραπτός ἐστι καὶ ἀκατάληπτος, πανταχοῦ ἐπιφαινόμενος καὶ ἐν τοῖς ὄρεσι καὶ ἐν τῇ θαλάσσῃ καὶ ὑποκάτω τῆς ἀβύσσου καὶ οὐ καταβάσει ἐπιφαίνεται, ὃν τρόπον ὁ ἄγγελος κατερχόμενος ἐξ οὐρανοῦ ἐπὶ τῆς γῆς ἐστιν, ἐν οὐρανῷ δὲ οὔκ ἐστιν. ὁ δὲ θεὸς πανταχοῦ ἐστι καὶ ἄνω ἐστὶ μετεχόμενος ὑπὸ τῶν ἁγίων δυνάμεων καὶ ἐνταῦθα ἐν ἡμῖν ἐστι, καὶ πᾶν ποίημα καὶ κτίσμα ἐν τῇ χειρὶ αὐτοῦ περιδέδρακται, αὐτὸς ἀχώρητος ὤν. 46.1.10 Ἀλλ' ἐρεῖς μοι· «πῶς δύναται ὁ θεὸς ἐν τῷ σκότει εἶναι ἢ ἐν τῷ σατανᾶ ἢ ἐν τόποις, ὅπου ἐστὶ δυσωδία;» Ἀποκρίνομαί σοι κἀγώ, ὅτι ἀπαθὴς ὢν τὰ πάντα περιέχει· ἀπερίγραπτος γάρ ἐστι, καὶ ὁ σατανᾶς ὢν κτίσμα ὑπ' αὐτοῦ κρατεῖται καὶ δεσμεῖται. καὶ τὸ ἀγαθὸν οὐ ῥυπαροῦται οὐδὲ σκοτίζεται. εἰ δὲ οὐ λέγεις αὐτὸν περιέχειν τὰ πάντα καὶ τὴν γέενναν καὶ τὸν σατανᾶν, ποιεῖς αὐτὸν περίγραπτον, ἵνα ζητήσωμεν λοιπὸν ἀνώτερον αὐτοῦ ἄλλον. ἀνάγκη οὖν τὸν θεὸν ἁπανταχοῦ εἶναι καὶ τὰ μυστήρια τῆς θεότητος καὶ τὴν λεπτότητα ἐν αὐτῷ περιεχόμενα ὑπὸ τοῦ σκότους μὴ καταλαμβάνεσθαι. οὔτε γὰρ δύναται τὸ κακὸν μετασχεῖν τῆς καθαρότητος, εἰ καὶ ἐν αὐτῷ ἐστι. τῷ οὖν θεῷ οὐδὲν κακὸν ἐν ὑποστάσει, 46.1.11 ἐπειδὴ οὐδὲν ἀδικεῖται. ἡμῖν δέ ἐστι κακὸν διὰ τὸ οἰκεῖν ἐν τῇ καρδίᾳ καὶ ἐνεργεῖν, ὑποβάλλον λογισμοὺς ῥυπαροὺς καὶ μὴ συγχωροῦν καθαρῶς προσεύχεσθαι, ἀλλ' αἰχμαλωτίζον τὸν νοῦν εἰς τὸν αἰῶνα τοῦτον. ἐδέδυται οὖν τὰς ψυχάς, ἥψατο δὲ καὶ αὐτῶν τῶν ὀστέων καὶ τῶν μυελῶν. 46.2.1 Ὥσπερ οὖν ἐστιν εἰς τὸν ἀέρα ὁ σατανᾶς καὶ ὁ θεὸς παρὼν ἐκεῖ οὐδὲν ἀδικεῖται, οὕτω καὶ ἐν τῇ ψυχῇ ἐστιν ἡ ἁμαρτία, ὁμοίως δὲ καὶ ἡ χάρις τοῦ θεοῦ σύνεστι μηδὲν ἀδικουμένη. 46.2.2 Ὥσπερ ἵνα ᾖ δοῦλος ἐγγὺς τοῦ δεσπότου αὐτοῦ, οὗτος πάντοτε ἔγγιστα αὐτοῦ ὢν ὑπὸ φόβον ἐστί, μηδὲν ἄνευ αὐτοῦ διαπραττόμενος, οὕτω καὶ ἡμεῖς