189
Οὕτως δὲ καὶ ὁ Ἀκύλας, Καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν σκολιότητι καρδίας αὐτῶν, πορεύσονται ἐν βου λεύμασιν αὐτῶν. Ἀπειθῆ γὰρ αὐτὸν θεασάμενος, τῆς μὲν ἐμαυτοῦ κηδεμονίας αὐτὸν ἐγύμνωσα. Εἴασα δὲ αὐτὸν τοῖς οἰκείοις φέρεσθαι λογισμοῖς, ὡς ἀνερμάτιστον καὶ ἀκυβέρνητον σκάφος· πρό κειται δὲ εἰς θεωρίαν τοῖς βουλομένοις ἡ τῆς προφητείας ἀλήθεια. Ἔρημοι γὰρ τῆς τοῦ Θεοῦ βοηθείας οἱ Ἰουδαῖοι γενόμενοι, εἰς ἅπασαν γῆν μὲν καὶ θάλασσαν διεσπάρησαν, δοῦλοι δὲ ἀντ' ἐλευ θέρων ἐγένοντο. ∆υσσεβείᾳ δὲ πάσῃ συζῶσι, γοη τείαις καὶ δαιμόνων ἐπῳδαῖς κεχρημένοι, τὸν δὲ σεσωκότα Θεὸν προσκυνεῖν οὐκ ἐθέλοντες. ιδʹ, ιεʹ. "Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχ θροὺς αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου." Εἰ δὲ τῶν ἐμῶν ἠνέσχετο παραινέσεων, καὶ ταῖς ἐμαῖς ἠκο λούθησεν ἐντολαῖς, ῥᾳδίως ἂν αὐτῶν κατέλυσα τοὺς ἐχθρούς. Τὸ γὰρ, ἐν τῷ μηδενὶ, τὴν εὐκολίαν δηλοῖ, ἀντὶ τοῦ, Ἀκονητὶ καὶ ἀπόνως, καὶ ἐν ἀκαρεῖ τὸν ἐκείνων ὄλεθρον ἐπενεγκεῖν ἠδυνάμην. ιʹ. "Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ." Ὁ δὲ Ἀκύλας οὕτως, Μισοποιοῦντες Κύριον ἀρνή σονται. Τῇ γὰρ ἀρνήσει τοῦ ∆εσπότου Χριστοῦ τὸ καθ' ἑαυτῶν κατεσκεύασαν μῖσος, καὶ ἐχθροὺς ἑαυτοὺς τοῦ Κυρίου κατέστησαν ψευσάμενοι αὐτῷ, καὶ τὰς γεγενημένας παραβάντες συνθή κας. Μετὰ γὰρ τὴν νομοθεσίαν ἀπεκρίνατο, φησὶν, ὁ λαός· "Πάντα ὅσα εἶπε Κύριος ὁ Θεὸς ποιήσο μεν καὶ ἀκουσόμεθα." Καὶ αἱ μὲν ὑποσχέσεις τοιαῦται, τὰ δὲ ῥήματα ἄντικρυς ἐναντία. Φα νέντα γὰρ τὸν οἰκεῖον ∆εσπότην ἐσταύρωσαν, ἀλλ' ἐδέξαντο τῆς ἀσεβείας ἐπιτίμιον, τὸν αἰώνιον ὄλε θρον. [Οὐκ αὐτοὶ δὲ μόνον, ἀλλὰ καὶ Ἄρειος καὶ Εὐνόμιος καὶ Νεστόριος καὶ οἱ τὰ ἐκείνων θρη σκεύοντες.] Τοῦτο δὲ καὶ ἡ προφητεία δεδήλωκεν. "Καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα." Σα φέστερον δὲ ὁ Σύμμαχος εἴρηκεν· εἰρηκὼς γὰρ, 80.1528 Μισοποιοὶ Κυρίου οἱ ψευσάμενοι αὐτῷ, ἐπήγα γεν, Ἀλλ' ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα. Καιρὸν δὲ καλεῖ τὰς συμφοράς. Οὕτω γὰρ καὶ οἱ Σύροι, καὶ οἱ Ἑβραῖοι [ταύτας] ὀνομάζειν εἰώθασι· πολλοὶ δὲ καὶ παρ' ἡμῖν οὕτω ταύτας ἀποκα λοῦσι. Λέγει τοίνυν, ὅτι ταύταις Ἰουδαῖοι οὐ κατά τινα ῥητὸν περιπεσοῦνται χρόνον, ἀλλ' εἰς αἰῶνα διατελοῦσι τῆς θείας ἐστερημένοι κηδεμο νίας. Ἔοικε δὲ τοῦτο τοῦ ογʹ ψαλμοῦ τῷ προοιμίῳ, "Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος;" Καὶ γὰρ ἐκεῖ τὴν παντελῆ τῶν Ἰουδαίων ἀποβολὴν προηγόρευσεν. ιζʹ. "Καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ· καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς." Πολλὴν δὲ, φησὶν, ἀχαριστίαν νενοσηκότες, οὐκ ἐμνήσθησαν τῶν ἤδη παρασχεθέντων αὐτοῖς ἀγαθῶν. Ἐν μὲν γὰρ τῇ ἐρήμῳ τὸ ἥδιστον αὐτοῖς ἐκ τῆς πέτρας ἐξήγαγεν ὕδωρ, ὃ διψῶσιν αὐτοῖς ἐνομίσθη μιμεῖ σθαι γλυκύτητα μέλιτος· ἐν δὲ τῇ γῇ τῆς ἐπαγγε λίας τοὺς ἀπὸ τῆς γῆς αὐτοῖς ἀφθόνως ἐδωρή σατο καρπούς. Ἀπὸ γὰρ τοῦ μέρους τὸ πᾶν παρ εδήλωσε, καὶ διὰ τοῦ σίτου καὶ τῶν ἄλλων καρπῶν τὴν χορηγίαν ἐσήμανεν. ΕΡΜΗΝ. ΤΟΥ ΠΑʹ ΨΑΛΜΟΥ. αʹ. "Ψαλμὸς τῷ Ἀσάφ." Τὴν ἀποβολὴν εἰπὼν τῶν Ἰουδαίων ἐν τῷ πρὸ τούτου ψαλμῷ, ἐνταῦθα καὶ τὰς αἰτίας σαφέστερον ἐκτίθησι, δι' ἃς αὐτοὺς ὁ Θεὸς ἀπεβάλλετο· διδάσκων πάντως, ὡς εἴγε ἐκείνους μιμησόμεθα, τοῖς αὐτοῖς ἢ χείροσι περιπέ σομεν. "Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ." Τοὺς Ἰουδαίων ἄρχοντας θεοὺς, ὡς τὸ κρίνειν πεπιστευμένους, ὠνόμασεν. Οὕτως αὐτοὺς καὶ ὁ νόμος ἀποκαλεῖ. "Θεοὺς οὐ κακο λογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κα κῶς." Ἐπειδὴ γὰρ ἀληθῶς κριτὴς ὁ Θεός ἐστιν, ἐνε χειρίσθησαν δὲ καὶ οἱ ἄνθρωποι κρίνειν, προσηγο ρεύθησαν οἱ ταῦτα πεπιστευμένοι θεοὶ, ἅτε δὴ Θεὸν ἐν τούτῳ μιμούμενοι. Ἀλλὰ τοὺς οὐκ ἐνδίκως δικάζοντας, οὐδὲ ἀκλινῶς κατέχοντας τὰ τῆς δίκης ζυγὰ, ὁ δίκαιος ἐνταῦθα διελέγχει κριτὴς, καὶ τὴν ἐσομένην ὑπ' αὐτοῦ δικαίαν κρίσιν προαγορεύει. βʹ. "Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;" Μέχρι τίνος, φησὶν, ἀδέ καστον οὐκ ἐκφέρετε ψῆφον, ἀλλὰ τῶν δυνατῶν καὶ παρανόμων ἐλέγχειν παραιτεῖσθε τὴν ἀδικίαν, καὶ παρορᾶτε τοὺς