189
ἐδωροφόρησε καὶ ἐνέδυσε καὶ ἀπελογήσατο, τὸν οἶκτον διπλασιάσασα τοῦ ἐλέους. Χάρις οὖν τῷ θεῷ, τῷ διὰ λύπης χαρὰν γεννήσαντι καὶ ἐν ἡμῖν τοῖς ἁμαρτωλοῖς· τίς γάρ ἐστι, φησίν, ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ (εἰ καὶ μὴ ἐσμὲν ἄξιοι τοῦ λόγου ἡμεῖς); χαρισθείης μοι ἐπὶ πολὺ καὶ λυποῦσα καὶ εὐφραίνουσα, καὶ μὴν καὶ προσευχομένη μοι τὴν σωτηρίαν ὡς κἀγὼ ἀεὶ περὶ τῆς ἁγιωσύνης σου. 290 {1Ἰγνατίῳ τέκνῳ}1 Ὁσάκις ἂν δέξωμαί σου γράμμα, εὑρίσκων σου τὴν ἀληθινὴν πίστιν καὶ ἀγάπην, ἣν ἔχεις πρός τε τὸν θεὸν καὶ τὴν ταπείνωσίν μου, χαίρω ὁμοῦ καὶ δοξάζω τὸν Κύριόν μου, τέκνον ἠγαπημένον, εὐχόμενός σε προσμένειν ἐν ταύταις, δι' ὧν καὶ ψυχὴ καθαίρεται καὶ παρασκευὴ πάρεστιν ἀθλήσεως· μὴ γὰρ πάντως οἴου ἐκπεφευγέναι σε τοὺς διώκτας, τοὺς ἀδελφούς σου ὁρῶν ἐμπαρέντας. ἑτοιμάζου οὖν λοιπὸν μὴ καταπτήσσων· θεὸς μετὰ σοῦ. τοῦτο δὲ λέγω οὐχ ἵνα ἐπεισάξῃς ἑαυτόν, ἀλλὰ φεύγων μή πως καταλειφθῇς καὶ μὴ εὑρεθῇς ἀπαρασκεύαστος. ἔστω οὖν ὁ θεὸς μετὰ σοῦ, ὅπως ἂν καὶ οἰκονομῇ σου τὴν ζωήν· δέομαί σου, τέκνον, δόξασον τὸν θεὸν ἐν τῷ σώματί σου καὶ ἐν τῷ πνεύματί σου. Οὗ δὲ εἵνεκα ὑπέμνησας, οὐχ οὕτως ἐγώ, ἀλλὰ ἁμαρτωλός, σαθρός, οὐ ῥιψοκινδύνως ἄρτι λαλῶν, ἀλλὰ γὰρ καὶ μετὰ πολλῆς συνοχῆς καὶ δέους μήτε ὑπερτείνειν μήτε καθυφίεσθαι, εἰ καὶ τανῦν τύψαντες ἡμᾶς ἀσφαλῶς ἐνέκλεισαν σὺν τῷ ἀδελφῷ Νικολάῳ. προσεύχου τοίνυν, υἱέ μου, φρουρεῖσθαί με ἐν Κυρίῳ ἐν τῇ φρουρᾷ καὶ ἕτοιμον εἶναι εἰς ὃ καὶ καλεῖ παθεῖν δι' αὐτὸν ἕτερον. Προσαγορεύει ὁ ἀδελφός· προσειπὲ τῷ ἀδελφῷ Συνετῷ. 291 {1Θεοφάνει ἡγουμένῳ καὶ ὁμολογητῇ}1 Φίλον παιδὶ πατρικὴ προσφώνησις ὥσπερ καὶ τὸ ἔμπαλιν· διὰ τοῦτο καὶ πάλιν μοι τὸ γράμμα, ἐπεὶ ἐγὼ σὸς υἱὸς ἐν Κυρίῳ, ἀλλὰ φεῦ ὅτι οὐκ ἐοικὼς τῇ πατρῴᾳ ἀρετῇ. πλὴν ὅτι δόξα μοι τὰ παθήματα τῆς ὁμολογίας σου. ἄνθρωπος ἐν γήρει, ἐν νόσῳ χαλεπωτάτῃ, κλινήρης ὅλος, ἀλγυνόμενος σφόδρα, θανατούμενος καθ' ἑκάστην, καὶ τῆς ὁσίας μονῆς ἀποικισθῆναι καὶ τῆς ἱερᾶς ἀδελφότητος διαιρεθῆναι καὶ ὑπὸ φυλακὴν τηρεῖσθαι καὶ τῆς ἀναγκαίας ὑπηρεσίας ἀμοιρεῖσθαι καὶ πρὸς μηδὲν τῶν εἰρημένων κατακάμπτεσθαι εἵνεκα τῆς Χριστοῦ ἀγάπης, ἀλλ' ἐνίστασθαι καὶ ὁμολογεῖν, καὶ πρὸς τὰς πεύσεις τὰς ἀποκρίσεις διδεῖν. μαρτυροστεφὴς ὡς ἀληθῶς ὁ τοιοῦτος, ὦ μακάριε πάτερ. ὡς μέγα σου τὸ κλέος, ὡς πολύαθλόν σου τὸ ἀγώνισμα, ἑκούσιά σοι λογιζόμενα παρά τε θεῷ καὶ τοῖς εὐγνώμοσι τὰ ἀκούσια τῆς ἀσθενείας ἀλγήματα διὰ τὴν Χριστοῦ μαρτυρίαν. ἐστήριξας τοὺς ὀρθοδόξους, κατῄσχυνας τοὺς ὑπεναντίους, προσθείην δ' ἂν καὶ τοὺς προφασιζομένους προφάσεις ἐν ἁμαρτίαις εἴτουν ἀσθενείαις ἤ τισιν ἄλλαις αἰτιολογίαις. Ἀλλ' ὁ ἀρχηγὸς τῆς ὁμολογίας σου Χριστὸς καὶ τελειωτὴς εἴη σοι, προσευχομένῳ περὶ ἐμοῦ τοῦ παιδός σου τὰ αὐτά. εἰ πάρεστιν ὁ πατήρ μου καὶ ἔξαρχος, προσαγορεύω ὁ ταπεινός. 292 {1Μοναζούσαισ}1 Ἀγαθὴν ἀκοὴν ἐνηχούμενος περὶ τῆς τιμιότητος ὑμῶν χαίρω ὁ ταπεινός, καὶ μάλιστα ὅτι αἷμα καὶ πνεῦμά ἐστε τοῦ ἀνθρώπου τοῦ θεοῦ καὶ κοινοῦ πατρός. ἔτι δὲ περισσοτέρως ἥδομαι καὶ δοξάζω τὸν θεὸν μανθάνων ὅτι ἄχραντοι διαμεμενήκατε ἕως τοῦ νῦν τῆς τῶν αἱρετικῶν κοινωνίας. καί γε δεῖ τοὺς τὰ σώματα ἀνέπαφα ἔχοντας καὶ κατὰ τὴν πίστιν παρθενεύειν· μοιχεία γάρ ἐστιν, ὦ πανσύνετοι, καὶ τὸ τῆς αἱρετικῆς κοινωνίας μετέχειν, ἧς ὑμᾶς Κύριος μέχρι τέλους διατηρήσειεν ἀψαύστους, ὁ νυμφευσάμενος ἑαυτῷ διὰ τοῦ κατὰ τὴν παρθενίαν ἐπαγγέλματος. Οὗτος ὁ πρῶτός μοι λόγος. διδασκαλίαν δὲ παρ' ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἱνατί αἰτεῖσθε; ὑμεῖς θεοδίδακτοί ἐστε χάριτι Χριστοῦ· καὶ γὰρ καὶ ἐκ γονέων εὐσεβῶν ἀμφότεραι καὶ γνώσει διαφέρουσαι καὶ τῷ βίῳ τὸ διδασκάλιον τῶν ἐντολῶν προβαλλόμεναι. εἰ δέ τι καὶ παρ' ἡμῶν δέοισθε τῶν ἀμαθῶν, ὁ φόβος τοῦ θεοῦ τὸ ζητούμενον· οὗτος γὰρ ἐν καρδίᾳ δεχθεὶς φῶς ἔλαμψεν, τὰ πάθη ἐμείωσεν, ἐξ οὗ κατάνυξις, δάκρυον, μῖσος κόσμου, ἐπιθυμία οὐρανῶν. καὶ τί γὰρ οὐ καλὸν ἐντεῦθεν προσγίνοιτο; Τοῦτο