189
Μασαλμᾶς λυμηνάμενος καὶ τὰ Θρᾳκῷα κάστρα. περιχαρακώσαντες δὲ τὸ χερσαῖον τεῖχος ὤρυξαν φῶσαν μεγάλην καὶ ἐπάνω αὐτῆς περιτείχισμα στηθαῖον διὰ ξηρολίθου ἐποίησαν. τῇ δὲ αʹ τοῦ Σεπτεμβρίου μηνὸς τῆς αʹ ἰνδικτιῶνος ἀνέβαλεν ὁ χριστομάχος Σουλεϊμὰν μετὰ τοῦ στόλου καὶ τῶν ἀμηραίων αὐτοῦ ἔχων παμμεγέθεις ναῦς καὶ πολεμικὰς κατήνας καὶ δρόμωνας τὸν ἀριθμὸν αωʹ, καὶ προσώρμισεν ἀπὸ τῆς Μαγναύρας ἕως τῶν Κυκλοβίου. μετὰ δὲ δύο ἡμέρας νότου πνεύσαντος, καὶ ἀπάραντες ἐκεῖθεν παρ396 έπλευσαν τὴν πόλιν. καὶ οἱ μὲν ἐπέρασαν εἰς τὰ Εὐτροπίου καὶ Ἀνθημίου, οἱ δὲ εἰς τὰ τῆς Θρᾴκης μέρη ἀπὸ τοῦ καστελλίου τῶν Γαλάτου καὶ ἕως τοῦ Κλειδίου προσώρμισαν. τῶν δὲ μεγάλων πλοίων βεβαρημένων ἐκ τοῦ φόρτου καὶ ἀργευομένων, νωτοφύλακες μέχρι τῶν κʹ κατηνῶν ἀπέμειναν ἐχόντων ἀνὰ ρʹ λωρικάτων πρὸς τὸ ταῦτα φυλάττειν. εὐδίας δὲ καταλαβούσης αὐτὰς ἐν τῷ ῥεύματι, καὶ τοῦ Στενοῦ μικρὸν πνεύσαντος, ὤθησεν αὐτὰς ἐπὶ τὰ ἔξω. ὁ δὲ εὐσεβὴς βασιλεὺς παραχρῆμα τὰς ἐμπύρους ναῦς κατ' αὐτῶν ἐκπέμψας ἀπὸ τῆς ἀκροπόλεως τῇ θείᾳ συμμαχίᾳ πυριαλώτους αὐτὰς ἐποίησεν· καὶ αἱ μὲν εἰς τὰ παράλια τείχη ἐμπυριζόμεναι ἀπερρίφησαν, αἱ δὲ εἰς τὸν βυθὸν αὔτανδροι κατεποντίσθησαν, ἕτεραι δὲ μέχρι τῆς Ὀξείας καὶ Πλατείας νήσου λαυρίζουσαι ἀπηνέχθησαν. ἐντεῦθεν οὖν οἱ μὲν τῆς πόλεως θάρσος ἔλαβον, οἱ δὲ πολέμιοι μεγάλως κατέπτηξαν τὴν τοῦ ὑγροῦ πυρὸς ἐγνωκότες δραστικωτάτην ἐνέργειαν· ἐβούλοντο γὰρ τῇ αὐτῇ ἑσπέρᾳ εἰς τὰ παράλια προσορμίσαι τείχη καὶ τοὺς αὐχένας εἰς τὰς ἐπάλξεις ἐπιθεῖναι. ἀλλὰ τὴν βουλὴν αὐτῶν διεσκέδασεν ὁ θεὸς διὰ τῶν πρεσβειῶν τῆς πανάγνου θεοτόκου. τῇ δὲ αὐτῇ νυκτὶ τὴν ἅλυσιν ἐκ τῶν Γαλάτου ὁ εὐσεβὴς βασιλεὺς μυστικῶς συνέστειλεν. οἱ δὲ ἐχθροὶ νομίσαντες, ὅτι βουλόμενος αὐτοὺς δελεάσαι ὁ βασιλεὺς ταύτην παρέστειλεν, οὐκ ἐτόλμησαν εἰσελθεῖν καὶ ὁρμίσαι ἔνδον τῶν Γαλάτου· ἀλλ' ἀναπλεύσαντες ἐν τῷ κόλπῳ τοῦ Σωσθενίου ἐκεῖ κατησφαλίσαντο τὸ ἑαυτῶν πλώϊμον. τῇ δὲ ηʹ τοῦ Ὀκτωβρίου μηνὸς θνήσκει Σουλεϊμάν, ὁ ἀρχηγὸς αὐτῶν, καὶ ἀμηρεύει Οὔμαρ. χειμῶνος δὲ γενομένου βαρυτάτου ἐν τῇ Θρᾴκῃ, ὥστε τὴν γῆν ἐπὶ ἡμέρας ρʹ μὴ φαίνεσθαι ἐκ τῆς κρυσταλλωθείσης χιόνος, πλῆθος ἵππων τε καὶ καμήλων καὶ λοιπῶν ζώων τῶν ἐχθρῶν τεθνήκασιν. τῷ δὲ ἐαρινῷ καιρῷ κατέλαβε Σουφιὰμ μετὰ τοῦ ἐν Αἰγύπτῳ κτισθέντος στόλου, ἔχων κατήνας σιτοφόρους υʹ καὶ δρόμωνας. καὶ μαθὼν τὴν τοῦ Ῥωμαϊκοῦ πυρὸς ἐνέργειαν καὶ παραδραμὼν τὴν Βιθυνίαν καὶ ἀντικρὺ περάσας εἰς 397 τὸν τοῦ Καλοῦ Ἀγροῦ λιμένα προσώρμισεν. μετ' οὐ πολὺ δὲ κατέλαβε καὶ Ἰζὶδ μετὰ ἑτέρου στόλου κτισθέντος ἐν Ἀφρικῇ ἔχων καὶ αὐτὸς κατήνας τξʹ ἀρμαμέντον τε καὶ δαπάνας. ὁμοίως καὶ αὐτὸς τὰ αὐτὰ μεμαθηκὼς περὶ τοῦ ὑγροῦ πυρὸς προσώρμισεν εἰς τὸν Σάτυρον καὶ Βρύαν καὶ ἕως Καρταλιμένος. οἱ δὲ τῶν δύο στόλων τούτων Αἰγύπτιοι καθ' ἑαυτοὺς βουλευσάμενοι νυκτὸς τοὺς τῶν κατηνῶν σανδάλους ἄραντες ἐν τῇ πόλει προσέφυγον τὸν βασιλέα εὐφημοῦντες, ὥστε ἀπὸ τῆς Ἱερείας ἕως τῆς πόλεως ὁλόξυλον φαίνεσθαι τὴν θάλασσαν. μαθὼν δὲ δι' αὐτῶν ὁ βασιλεὺς περὶ τῶν κρυπτομένων δύο στόλων ἐν τῷ κόλπῳ, σίφωνας πυρσοφόρους κατασκευάσας εἰς δρόμωνάς τε καὶ διήρεις τούτους ἐμβαλὼν κατὰ τῶν δύο στόλων ἐξέπεμψεν. τοῦ δὲ θεοῦ συνεργήσαντος διὰ τῶν πρεσβειῶν τῆς παναχράντου θεοτόκου ἐπιτοπίως ἐβυθίσθησαν οἱ ἐχθροί· καὶ λαβόντες τὰ σκῦλα οἱ ἡμέτεροι καὶ τὰς δαπάνας αὐτῶν μετὰ χαρᾶς καὶ νίκης ὑπέστρεψαν. ἔτι δὲ πάλιν τοῦ Μαρδασὰν ἀπὸ Πυλῶν σὺν τῷ στρατῷ τῶν Ἀράβων ἕως Νικαίας καὶ Νικομηδείας διατρέχοντος, οἱ ἐν τῷ Λίβῳ καὶ Σόφωνι δίκην Μαρδαϊτῶν κρυπτόμενοι βασιλικοὶ ἄρχοντες καὶ τὰ πεζικὰ ἐξάπινα τούτοις ἐπιρρίπτοντες καὶ κλασματίζοντες ἐκεῖθεν ἀποδρᾶσαι ἐποίησαν· καὶ λοιπὸν μικρᾶς ἀδείας τῆς περατικῆς παραλίου εὑρούσης, ἐκ τῆς πόλεως ἐξερχόμενα χελάνδια πλείστας ἐκόμιζον δαπάνας· ὡσαύτως δὲ καὶ τὰ