1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

190

μὲν χρὴ ὑπὸ τῶν ἀρχιερέων ἐπιτελεῖσθαι, τίνα δὲ ὑπὸ τῶν ἱερέων, τίνα δὲ ὑπὸ τῶν λευιτῶν, ἑκάστῳ τὴν οἰκείαν καὶ ἀνήκουσαν τῇ λειτουργίᾳ θρησκείαν ἀπονείμας. Καὶ ἅπερ μὲν τοῖς ἀρχιερεῦσιν προσετέτακτο ἐπιτελεῖν, τούτοις τοὺς ἱερέας οὐ θεμιτὸν ἦν προσιέναι, καὶ ἅπερ δὲ τοῖς ἱερεῦσιν ὥριστο, τούτοις οἱ λευῖται οὐ προσῄεσαν, ἀλλ' ἕκαστοι ἅσπερ εἰλήφασιν ὑπηρεσίας περιγεγραμμένας ἐφύλαττον· εἰ δέ τις πέρα τῆς παραδόσεως προσιέναι ἐβούλετο, θάνατος ἦν τὸ ἐπιτίμιον. Τοῦτο δὲ μάλιστα διέδειξεν καὶ ἡ κατὰ τὸν Σαοὺλ πεῖρα, ὃς θῦσαι νενομικὼς δίχα τοῦ προφήτου καὶ ἀρχιερέως Σαμουὴλ ἔσπασεν εἰς ἑαυτὸν ἁμαρτίαν καὶ κατάραν ἀναπόβλητον, καὶ οὐδὲ τὸ κεχρῖσθαι ὑπ' αὐτοῦ εἰς βασιλέα ἐδυσώπησε τὸν προφήτην. Ἐναργεστέρᾳ δὲ τῇ πράξει διέδειξεν ὁ Θεὸς τὰ κατὰ τὸν Ὀζίαν οὐκ ἐν μελλησμῷ τὰς ἐπὶ τῇ παρανομίᾳ εἰσπραξάμενος δίκας· καὶ ὁ τῆς ἀρχιερω σύνης καταμανεὶς καὶ τῆς βασιλείας ἀλλότριος κατέστη. Τὰ δὲ καὶ ἐφ' ἡμῶν ἴσως οὐκ ἀγνοεῖτε. Ἴστε γὰρ πάντως ἐπισκόπους παρ' ἡμῶν ὀνομασθέντας καὶ πρεσβυτέρους καὶ διακόνους εὐχῇ καὶ χειρῶν ἐπιθέσει, τῇ διαφορᾷ τῶν ὀνο μάτων καὶ τὴν διαφορὰν τῶν πραγμάτων δεικνύοντας· οὐ γὰρ ὁ βουλόμενος παρ' ἡμῖν ἐπλήρου τὴν χεῖρα, ὥσπερ ἐπὶ τῆς κιβδήλου τῶν δαμάλεων ἐπὶ τοῦ Ἱεροβοὰμ παρα κεκομμένης ἱερωσύνης, ἀλλ' ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ. Eἰ μὲν γὰρ μὴ θεσμός τις ἦν καὶ τάξεων διαφορά, ἤρκει ἂν δι' ἑνὸς ὀνόματος τὰ ὅλα τελεῖσθαι· ἀλλ' ὑπὸ τοῦ Κυρίου διδαχθέντες ἀκολουθίαν πραγμάτων, τοῖς μὲν ἐπι σκόποις τὰ τῆς ἀρχιερωσύνης ἐνείμαμεν, τοῖς δὲ πρεσβυτέροις τὰ τῆς ἱερωσύνης, τοῖς δὲ διακόνοις τὰ τῆς πρὸς ἀμφοτέρους διακονίας, ἵν' ᾖ καθαρῶς τὰ τῆς θρησκείας ἐπιτελούμενα. Oὔτε γὰρ διάκονον προσφέρειν θυσίαν θεμιτὸν ἢ βαπτίζειν ἢ εὐλογίαν μικρὰν ἢ μεγάλην ποιεῖσθαι, οὔτε πρεσβύτερον χειροτονίας ἐπιτελεῖν· οὐ γὰρ ὅσιον ἀνεστράφθαι τὴν τάξιν. Oὐ γάρ ἐστιν ὁ Θεὸς ἀκαταστασίας, ἵνα οἱ ὑποβεβηκότες τὰ τῶν κρειττόνων τυραννικῶς σφετερίζωνται, νομοθεσίαν καινὴν ἀναπλάττοντες ἐπὶ κακῷ τῷ ἑαυτῶν, ἀγνοοῦντες ὅτι σκληρὸν αὐτοῖς πρὸς κέντρα λακτίζειν. Oὐ γὰρ ἡμᾶς ἢ τοὺς ἐπισκόπους πολεμοῦσιν οἱ τοιοῦτοι, ἀλλὰ τὸν τῶν πάντων ἐπίσκοπον καὶ τοῦ Πατρὸς ἀρχιερέα, Χριστὸν Ἰησοῦν τὸν Κύριον ἡμῶν. Ὑπὸ Μωϋσέως μὲν γὰρ τοῦ θεοφιλεστάτου κατεστάθησαν ἀρχιερεῖς καὶ ἱερεῖς καὶ λευῖται, ὑπὸ δὲ τοῦ σωτῆρος ἡμῶν ἡμεῖς οἱ δεκατρεῖς ἀπόστολοι, ὑπὸ δὲ τῶν ἀποστόλων ἐγὼ Κλήμης καὶ ἐγὼ Ἰάκωβος καὶ σὺν ἡμῖν ἕτεροι, ἵνα μὴ πάντας πάλιν κατα