Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
καιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί;"6 Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι· οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσ- έχοντες. Αἰτιᾶται δὲ αὐτοὺς καὶ αὐτὸς ὁ Σωτὴρ οὕτω λέγων· "6Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑπο- κριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἄνηθον καὶ ἡδύοσμον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, τὸ ἔλεος, καὶ τὴν πίστιν."6 καὶ τὸ ἔτι τούτων ἀνοσιώτερον, γεγόνασι καὶ κυριοκτόνοι. Ταύ- της ἕνεκα τῆς αἰτίας, ἐξώσθησαν μὲν τῶν τῆς ἱερω- σύνης γερῶν, ἀποκεκίνηνται δὲ τοῦ κατάρχειν λαῶν, καὶ ἐκβέβληνται τῆς ἐγχειρισθείσης αὐτοῖς κατὰ νό- μον οἰκονομίας, ἔξωτε στεφάνων γεγόνασιν ἱερῶν, καὶ στολῆς ἱεροπρεποῦς· κέκληται δὲ μετ' ἐκείνους ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μέγας ἡμῶν ἀρχι-ερεύς. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος· "6Οὐχ ἑαυτῷ τις ἁρπάζει τὴν τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθὼς ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν εἰς τὸ γενηθῆναι ἀρχιερέα, ἀλλ' ὁ λαλήσας πρὸς αὐτὸν, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ."6 Θεὸς γὰρ ὢν φύσει καὶ τῶν ὅλων Κύριος, καὶ τὰς παρὰ πάντων λατρείας δεχόμενος, ἐπειδὴ γέγονεν ἄνθρωπος, κεχρημάτικεν ἡμῶν καὶ ἀρχιερεύς. Λαβεῖν δὲ λέγεται καὶ τὴν δόξαν ∆αβὶδ, τοῦτ' ἔστι, τὴν ἐπί γε τὸν Ἰσραὴλ ἀρχήν τε καὶ βασιλείαν· Ἰσραὴλ δέ φαμεν οὐ τὸν κατὰ σάρκα πάντως, ἀλλὰ τὸν ἐν πνεύματι καὶ νοητόν. Οὐ γὰρ πάντες, φησὶν, οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδ' ὅτι εἰσὶ σπέρμα Ἀβραὰμπάντες τέκνα, ἀλλ' ὅσοι διὰ πίστεως δεδικαίωνται, κατακολουθήσαντες τοῖς ἴχνεσι τοῦ πατρὸς Ἀβραὰμ, οὗτοι καὶ τέκνα αὐτοῦ, καὶ τῆς ἐπαγγελίας υἱοὶ καὶ Ἰσραὴλ χρηματίζουσιν. Ἀναδειχθέντος τοίνυν τοῦ πάντων ἡμῶν ἀρχιερέως Χριστοῦ, Οὐκ ἔσται, φησὶν, ἀντιλέγων. Οὐ γὰρ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν. Καὶ καθ' ἕτερον δὲ τρόπον. Ἀντείρηκε μὲν γὰρ ὁ Ἰσραὴλ, ἠσμένησε δὲ τὰ ἔθνη τὸ ὑπ' αὐτῷ βασιλεύεσθαι. Καὶ γοῦν εὑρίσκεται λέγων διὰ φωνῆς τοῦ ∆αβὶδ, περὶ μὲν τοῦ Ἰσραήλ· "6Ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ·"6 περί γε τῶν ἐθνῶν, "6Καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸν ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου. Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν. Πεπαλαίωνται γὰρ καὶ ἐγγὺς γεγόνα- σιν ἀφανισμοῦ, κεκλασμένην δὲ ὥσπερ ἐσχήκασι τὴν διάνοιαν, υἱοὶ γεγονότες ἀλλότριοι, τοῦτ' ἔστιν, οἱ ἐξ Ἰσραήλ."6 Πάλαι μὲν γὰρ ἦν πρωτότοκος, ἐπειδὴ δὲ κατεψεύσαντο τοῦ Χριστοῦ, γεγόνασιν ἀλλότριοι. Τέκνα γὰρ ἀπωλείας, υἱοὶ γεέννης κέκληνται λοιπόν. Ἀλλ' ὅταν, φησὶν, ἀναδείξω τὸν Ἐλιακεὶμ (ὃς ἑρμη-νεύεται Θεοῦ ἀνάστασις· ἐγήγερται γὰρ εἰς ἐπικου- 70.520 ρίαν ἡμῶν Θεὸς ὢν ὁ Λόγος, ὁ καὶ πάλαι λέγων· Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ ἀπὸ τοῦ στενάγμου τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύ- ριος), τότε, φησὶν, ἔσται ἐπ' αὐτῷ πεποιθὼς πᾶς ἔνδο- ξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ. Οἶκος δὲ τοῦ Πα- τρὸς τοῦ Χριστοῦ τίς ἂν ἕτερος εἴη παρὰ τὴν Ἐκκλη- σίαν; Ἀλλ' εἴ τίς ἐστιν ἔνδοξος ἐν αὐτῇ, οὗτος ἔσται πεποιθὼς ἐπὶ Χριστῷ, καὶ οὐχὶ δὴ μόνος ἔνδοξος, ἀλλὰ γὰρ καὶ εἴ τις εἴη βραχὺς κατά γε τὸν κόσμον φημί. ∆ίκαιος γὰρ καὶ ἀπροσωπόληπτος ὁ τῶν ὅλων Θεὸς, κατὰ τὸ μέτρον δὲ μᾶλλον τῆς πνευματικῆς ἡλικίας, οἱ μὲν γάρ εἰσι πατέρες, οἱ δὲ καὶ ἔτι τέκνα, νεανίαι τε καὶ ἔφηβοι νοητῶς. 9Τάδε λέγει Κύριος Σαβαώθ· Κινηθήσεται ὁ ἄνθρωπος ὁ ἐστηριγμένος ἐν τόπῳ πιστῷ, καὶ πεσεῖται, καὶ ἀφαιρεθήσεται ἡ δόξα ἡ ἐπ' αὐτὸν, ὅτι Κύριος ἐλάλησεν.9 Μετὰ τὴν οὕτω μακρὰν ἀφήγησιν, σύντομος καὶ βραχὺς εἰσκεκόμισται λόγος τῶν θείων κριμάτων ἐμφανίζων τὴν ἀποτομίαν, καὶ οἱονεὶ βασιλέως μετὰ τῆς πρεπούσης ἐξουσίας ὁρίζοντος γίγνεσθαι. Βλέ- πει δὲ πάλιν ἡ τῆς ἀποφάσεως δύναμις, εἰ μὲν βού- λοιτό τις, εἰς Σομνὰν τὸν ταμίαν· εἰ δὲ δὴ καὶ πλατύτερον ἐπὶ τῶν κατὰ νόμον ἱερουργούντων, οὕτω συνήσει, καθὰ καὶ