καὶ ταῖς περὶ αὐτῶν ἱστορίαις συντομώτατα ἐπιτρέχει, ὃ δὴ ὁ Λυκόφρων ἐκ τούτου ἐκέρδανε. ποιεῖ δὲ τὸ τοιοῦτον ἐπίτροχον Ὅμηρος τόν τε ἀκροατὴν πολυμαθῆ ποιῶν καὶ οὐδὲ πέρα τοῦ μετρίου τοῖς παρέργοις ἐμφιλοχωρῶν. Σημείωσαι δὲ καί, ὅτι τῶν παλαιῶν εἰπόντων ὡς ἡ ποιητικὴ ἕξις ἢ καὶ οὐσία συνέστηκεν ἐξ ἱστορίας καὶ διαθέσεως καὶ ἡδονῆς, καὶ ὡς τῆς ἱστορίας μέν ἐστιν ἡ ἀλήθεια, ὡς ἐν νεῶν Καταλόγῳ ποιεῖ Ὅμηρος, τῆς δὲ διαθέσεως ἐνέργεια, ὡς ὅταν μαχομένους εἰσάγῃ, μύθου δὲ ἡδονὴ καὶ ἔκπληξις, τὰ μὲν προσεχῶς πρὸ τοῦ χωρίου τούτου ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ ἀκράτως ἦσαν μῦθοι, τὰ δὲ ἐφεξῆς μετὰ τὸν τοῦ ∆ιὸς ὕπνον διάθεσιν δραστηρίου μάχης ἔχουσι, τὰ δὲ μεταξὺ ταῦτα ἱστορίαις καὶ μύθοις κέκραται. (ῃ. 314) Ἰστέον δὲ καὶ ὅτι τὸ «τραπείομεν εὐνηθέντε» δύναται μὴ μόνον δηλοῦν τὸ τερφθῶμεν κοινότερον, ἀλλὰ καὶ ἄλλως φιλοσοφώτερον αὐτὸ δὴ τὸ τραπῶμεν, ὡς ἀπὸ τοῦ τρέπω, οἷα τῶν κατ' ἔρωτα παθῶν τρέπειν δυναμένων καὶ ἐξιστᾶν τῶν σπουδαιοτέρων ἐνεργειῶν. (ῃ. 317) Τὸ δὲ «ἠρασάμην» ἀνάλογον μέν, ἀτριβὲς δὲ τοῖς λογογραφεῖν ἐθέλουσι. Τὸ δὲ «Ἰξιονίης» κτητικὸν ὄν, μὴ γραφὲν δὲ διὰ τῆς ˉεˉι διφθόγγου, σημειῶδές ἐστι καὶ αὐτὸ διὰ τὴν τοῦ διχρόνου παράληξιν, καθὰ καὶ ὁ Αἰπύτιος τύμβος καὶ τὰ ἄλλα τὰ προσεσημειωμένα. ὧν τῆς γραφῆς αἴτιος ὁ ἐν τῷ ἡρωϊκῷ μέτρῳ ἀναγκαῖος δακτυλισμός. [Τῷ τοιούτῳ δὲ χαρακτῆρι, τουτέστι τῇ ἐκ τῆς ˉεˉι διφθόγγου ἀπελεύσει τοῦ ˉε, συντακτέον πρὸς ἄλλοις οὐκ ὀλίγοις καὶ τὸ σείω, σῖτος, εἰλῶ, ἴλιγγος, εἴρω, Ἶρις καὶ Ἶρος τὸ ἐν Ὀδυσσείᾳ κύριον, ἔτι δὲ καὶ τὸ 3.653 σίλουρος καὶ τὰ συκάμινα, εἴπερ ἀληθὴς ὁ εἰπών· σίλουρον μὲν ἰχθὺν αὐτὸν Αἰγύπτιον γίνεσθαι παρὰ τὸ σείειν τὴν οὐρὰν συχνά, συκάμινα δὲ διὰ τὸ σύκων ἀμείνω εἶναι. τοῦ τοιούτου δὲ λόγου καὶ τὸ ἀλγινόεις ἐκ τοῦ ἀλγεινός, καὶ τὸ Ἰκόνιον ἐκ τῆς εἰκόνος.] (ῃ. 318) Ὅρα δὲ ὅτι τὸν τοῦ Ἰξίονος Πειρίθοονοὐδὲν ἐκώλυσεν ἡ πατρόθεν κακία γενέσθαι μήστωρα θεοῖς ἀτάλαντον. ∆ιόπερ ὁ μῦθος ∆ιὸς αὐτὸν εἶπεν, ὀκνήσας εἰπεῖν Ἰξίονος. ὃν πρῶτον φόνου τοῦ μεγάλου κακοῦ κατάρξαι φασί, καὶ Ἥρας δὲ πλάττουσιν αὐτὸν ἐρασθῆναι καὶ Νεφέλῃ συνελθεῖν, ἀφ' ἧς ὁ τῶν Κενταύρων σπορεὺς ἄθεσμος Κένταυρος, καὶ ἐν Ἅιδου δὲ τροχῷ φασι προσδεθέντα κολάζεσθαι, περὶ ὧν καὶ ἀλλαχοῦ ἐρρέθη. (ῃ. 319) Ὅτι δὲ πολλαχοῦ χαίρει Ὅμηρος καλλισφύρους λέγειν γυναῖκας, περιεργαζόμενος τοὺς καλοὺς πόδας, ὡς καὶ ἐν τῷ ἀργυρόπεζα, καὶ ἐν τῷ τανύσφυρος, ὅ ἐστι λεπτόσφυρος, ὀρθόσφυρος, δῆλόν ἐστι. Τοῦ δὲ Ἀκρισιώνη τοιοῦτος ὁ κανών. Ἀπὸ τῶν εἰς ˉοˉς καθαρῶν κυρίων ὀνομάτων γίνονται θηλυκὰ πατρωνυμικὰ διὰ τοῦ ˉωˉνˉη, οἷον ἐκ τοῦ Ἀκρίσιος Ἀκρισιώνη, ἡ τοῦ Ἀκρισίου, ἀπὸ δὲ τῶν μὴ καθαρῶν διὰ τοῦ ˉιˉνˉη, ὡς Ἀδραστίνη, ἡ τοῦ Ἀδράστου. (ῃ. 3) Περὶ δὲ τοῦ Περσέως πλατεῖα ἱστορία κεῖται παρὰ Πινδάρῳ. νῦν δὲ τοσοῦτον ῥητέον, ὅτι σεμνότερον Ἡρακλέος τὸν Περσέα Ἡρόδοτος δεικνύων φησίν, ὡς οὐκ ἔστιν ἐπωνυμία τῷ Περσεῖ οὐδεμία πατρὸς θνητοῦ, ὥσπερ τῷ Ἡρακλεῖ Ἀμφιτρύων, καὶ ὅτι τὸν τοιοῦτον Περσέα πλείω Ἡρακλέους ἀγαθὰ κατεργασάμενον οὐ τυχεῖν δόξης φασί, διότι ∆ιόνυσον ἀνελὼν εἴς τινα λίμνην ἐνέβαλεν. οὗτος δὲ ὁ μῦθος οὐδὲν ἀπέοικε τοῦ κατὰ τὸν Λυκοῦργον, ὃς διώκων τὸν ∆ιόνυσον ἠνάγκασε κατὰ θαλάσσης ἅλασθαι, [ὥς που δεδήλωται πρὸ τούτων, ἔνθα καὶ εἰς οἶνον ἀλληγορεῖσθαι τὸν ∆ιόνυσον ἐρρέθη, ἀφ' οὗ καὶ τὸ διονυσιάζειν συμποσιακὴ λέξις παρὰ Πλάτωνι, οἷον «πάντα τὸν βίον ἐδιονυσίαζεν», ἤγουν περὶ οἶνον ἠσχολεῖτο. Καὶ μνεία 3.654 δέ τις γέγονε τῶν περὶ ἐκεῖνον, αἳ Βασσάραι μὲν ἐλέγοντο καὶ Λυδαὶ καὶ Μακέται καὶ Μιμαλλόνες, δαιμόνιά τινα, τιθῆναι αὐτοῦ-εἰς ἀμπέλους δὲ ἀλληγορικῶς μετελαμβάνοντο-τάς τε τρίχας κατακεχυμέναι καὶ ἄλλα τινὰ ποιοῦσαι φίλα τῷ οἴνῳ ∆ιονύσῳ, κιττῷ, φασί, στεφανούμεναι καὶ ἀμπέλῳ, καὶ κατέχουσαι χερσὶν αἱ μὲν ἐγχειρίδια, αἱ δ' ὄφεις. τοῦτο δὲ πρὸς αἴνιγμα τοῦ καὶ θηριώδεις καὶ φονικοὺς εἶναι τοὺς μεθύοντας. Τοῦ δὲ κατ' οἶνον, ὡς εἴρηται, ∆ιονύσου μέμνηται, φασί, καὶ Τίμων ἐν τῷ «βαρὺν βουπλῆγα τομώτερον ἢ