190
κατὰ ∆ακῶν καὶ Γερμανῶν. Ὁ αὐτὸς ἐν ταῖς πόλεσιν ἄμπελον φυτεύεσθαι ἐκώλυσε, πολλούς τε τῶν εὐπατριδῶν ἀνεῖλε. ∆ομετιανὸς τοὺς ἀπὸ γένους ∆αβὶδ ἀναιρεῖσθαι προσέταξεν, ἵνα μή τις Ἰουδαίων βασιλικοῦ γένους ἀπολειφθῇ. Οὗτος μετὰ Νέρωνα δεύτερος Χριστιανοὺς ἐδίωξε, καὶ Ἰωάννην τὸν θεολόγον ἀπόστολον ἐν Πάτμῳ τῇ νήσῳ περιώρισεν, ἔνθα τὴν ἀποκά λυψιν ἑώρακεν, ὡς ὁ ἅγιος Εἰρηναῖός φησι. πολλοὶ δὲ Χριστιανῶν ἐμαρ τύρησαν κατὰ ∆ομετιανόν, ὡς ὁ Βρέττιος ἱστορεῖ, ἐν οἷς καὶ Φλαυία ∆ο μετίλλα ἐξαδελφὴ Κλήμεντος Φλαυίου ὑπατικοῦ ὡς Χριστιανὴ εἰς νῆσον Ποντίαν φυγαδεύεται· αὐτός τε Κλήμης ὑπὲρ Χριστοῦ ἀναιρεῖται. τούτου 420 δὲ Στέφανός τις τῶν ἀπελευθέρων εἷς τῇ περὶ τὸν δεσπότην εὐνοίᾳ Κλή μεντα ἐνεδρεύσας τὸν ∆ομετιανὸν ἀνεῖλε, τιμῆς τε παρὰ τῆς συγκλήτου ἠξιώθη ὡς αἴσχους μεγίστου Ῥωμαίους ἀπαλλάξας. Τῆς Ῥωμαίων ἐκκλησίας ἐπίσκοπος γέγονε μετὰ Πέτρον τὸν κορυ φαῖον Ἀνέγκλητος ἔτη βʹ.
ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΟΣ Τῆς θείας σαρκώσεως ἔτη οςʹ Ῥωμαίων βασιλεὺς
∆ομετιανὸς ἔτη ιβʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΟΖ Τῆς θείας σαρκώσεως ἔτη οζʹ Τῆς Ῥωμαίων ἐκκλησίας
ἡγήσατο δʹ Κλήμης ἔτη θʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΟΗ Τῆς θείας σαρκώσεως ἔτη οηʹ Τούτου καὶ ὁ ἀπόστολος ἐν
τῇ πρὸς Φιλιππησίους μέμνηται αʹ ἐπιστολῇ εἰπών· μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς. τούτου ἐπιστολὴ μία γνησία Κορινθίοις φέρεται ὡς ἀπὸ τῆς Ῥωμαίων ἐκκλησίας γραφεῖσα, στάσεως ἐν Κορίνθῳ συμβάσης τότε, ὡς μαρτυρεῖ Ἡγήσιππος, ἥτις καὶ ἐκκλησιάζεται. Ῥωμαίων εʹ ἐπίσκοπος Εὐάρεστος ἔτη θʹ. Ἐν Ῥώμῃ θεοσημίαι πολλαὶ καὶ καθ' ὅλης τῆς οἰκουμένης γεγόνασιν. Ἀλεξανδρείας γʹ ἐπίσκοπος Αἰμίλιος ἔτη ιβʹ.
421 ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΠΖ Τῆς θείας σαρκώσεως ἔτη πζʹ Ἡγησίππου περὶ τῶν ἐκ
γένους ∆αβὶδ καὶ τοῦ σωτῆρος ὑπὸ τῶν αἱρετικῶν διαβληθέντων τῷ ∆ομετιανῷ Ἔτι δὲ περιῆσαν οἱ ἀπὸ γένους τοῦ κυρίου υἱῶν Ἰούδα τοῦ κατὰ σάρκα λεγομένου αὐτοῦ ἀδελφοῦ, οὓς ἐδηλάτευσαν ἐκ γένους ὄντας ∆αβίδ. τούτους ὁ ἰούκατος ἤγαγε πρὸς ∆ομετιανόν. ἐφοβεῖτο γὰρ τὴν παρουσίαν τοῦ Χριστοῦ, ὡς καὶ Ἡρώδης, καὶ ἠρώτησεν αὐτοὺς πόσας κτήσεις ἔχουσιν ἢ πόσων χρημάτων κυριεύουσιν. οἱ δὲ εἶπον ἀμφότεροι ἐννακισχίλια δη νάρια ὑπάρχειν αὐτοῖς μόνα, ἑκάστῳ αὐτῶν ἀνήκοντος τοῦ ἡμίσεως, καὶ ταῦτα οὐκ ἐν ἀργυρίοις ἔφασκον ἔχειν, ἀλλ' ἐν διατιμήσει γῆς πλέθρων λθʹ μόνων, ἐξ ὧν καὶ τοὺς φόρους ἀναφέρειν καὶ αὐτοὺς αὐτουργοῦντας διατρέφεσθαι. Ἱεροσολύμων γʹ ἐπίσκοπος Ἰοῦστος ἔτη ζʹ.
ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΠΖ Τῆς θείας σαρκώσεως ἔτη πζʹ Ἀπολλώνιος ὁ Τυανεὺς
καὶ Εὐφράτης φιλόσοφοι ἤκμαζον. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΠΗ Τῆς θείας σαρκώσεως ἔτη πηʹ ∆ομετιανοῦ αἱ τιμαὶ
καθῃρέθησαν ὑπὸ τῆς συγκλήτου, καὶ οἱ ἀδίκως ἀπελασθέντες ἐπανῆλθον· ἔνιοι δὲ καὶ ἀπέλαβον τὰς οὐσίας. 422 Τοῦ ἁγίου Εἰρηναίου ἐπισκόπου Λουγδόνου ἐκ τοῦ βʹ λόγου τοῦ πρὸς τὰς αἱρέσεις περὶ τοῦ ἁγίου Ἰωάννου τοῦ θεολόγου Καὶ πάντες οἱ πρεσβύτεροι μαρτυροῦσιν οἱ κατὰ τὴν Ἀσίαν Ἰωάννῃ τῷ τοῦ κυρίου μαθητῇ συμβεβληκότες παραδεδωκέναι τὸν Ἰωάννην. παρέ μεινε γὰρ αὐτοῖς μέχρι τῶν Τραϊανοῦ χρόνων. Τούτοις ἀκόλουθα καὶ Κλήμης ὁ Ἀλεξανδρεὺς ἐν τῷ