190
διατριβήν τε οὐ μετρίαν παρέσχοντο οἱ λόγοι καὶ τῷ μεγάλῳ δομεστίκῳ παίζων ἔλεγεν, ὡς νῦν γοῦν ἂν πεισθείη, ὀξύτερόν τε νοεῖν ὄντα αὐτοῦ καὶ μᾶλλον ἐκ τῶν λόγων εἰδότα καταστοχάζεσθαι γνώμας ἀνδρῶν. ὁ δ' 1.537 ἔφασκε, πάλαι τε πεπεῖσθαι οὐδὲ τοσοῦτον ὅσον λανθάνειν διαφέροντα, καὶ νῦν μάλιστα ὁμολογεῖν ὡς ἁπάσαις ψήφοις αὐτοῦ κρατεῖ πρὸς τὸ φρονεῖν. οἱ μὲν οὖν τοιαῦτα πρὸς ἀλλήλους διειλέχθησαν ἐν παιδιᾷ. Ἀπόκαυχος δὲ οὐ μετὰ πολλὰς ἡμέρας αὖθις τῷ μεγάλῳ δομεστίκῳ προσελθὼν, «τὸ μὲν ἀποστῆναι» ἔφασκε «παντάπασι τοῦ κόσμου, καίτοι μάλιστα κατὰ γνώμην ὂν, οὐκ ἐξεγένετο. δεύτερον δὲ, ὅ φασιν, ἐπῆλθέ μοι πλοῦν, τὴν οὐσίαν τοῖς παισὶ διελομένῳ, τὴν διαφέρουσαν ἐμοὶ τοῦ πλούτου μοῖραν εἰς τὸν κατὰ τῶν Περσῶν πόλεμον ἐξαναλῶσαι. οἶσθα γὰρ ὡς ἤδη καὶ αὐτοὶ στόλοις ὅλοις χρώμενοι, νήσους τε ἤδη ἐξηνδραποδίσαντο σχεδὸν, καὶ πρὸς Θρᾴκην περαιούμενοι καὶ τὴν ἄλλην Μακεδονίαν, οὐ μὴν ἀλλὰ καὶ Ἑλλάδα καὶ Πελοπόννησον κακῶς ποιοῦσιν. εἰ οὖν σοὶ πρῶτον, ἔπειτα καὶ βασιλεῖ πυθομένῳ δόξειε λυσιτελεῖν καὶ παράσχοισθε Βυζαντίου τε καὶ τῶν νήσων τὴν ἀρχὴν καὶ χρήματα ἐκ τῶν κοινῶν ὅσα ἂν ὑμῖν βουλομένοις ᾖ, στόλον ἐξαρτύσομαι αὐτὸς, καὶ ἐκ τῶν ἰδίων προσαναλώσας, καὶ πάσῃ σπουδῇ καὶ προθυμίᾳ πολεμήσω τοῖς βαρβάροις. οἴομαι δὲ Ῥωμαίοις τε ὠφέλειαν οὐ τὴν τυχοῦσαν τὴν ναυτικὴν ταύτην προξενήσειν δύναμιν θαλασσοκρατοῦσαν καὶ ἀπείργουσαν τοὺς βαρβάρους τοῦ μὴ τὰς νήσους καὶ τὴν ἤπειρον κακουργεῖν· καὶ πρὸς τὴν σωτηρίαν τῆς ἐμῆς ψυχῆς τὰ μέγιστα συμβαλέσθαι, ἂν οἱονεὶ λύτρα τὰ χρήματα παρεχομένῳ ὑπὲρ τῶν 1.538 μελλόντων ὑπὸ τῶν βαρβάρων ἀποκτίννυσθαι καὶ ἐξανδραποδίζεσθαι. ὡς οὖν εἴς τε τὸ κοινὸν Ῥωμαίων τῆς ἐκεῖθεν ὠφελείας διαβαινούσης καὶ ἰδίᾳ ἐμοὶ οὐκ ὀλίγης ἐσομένης εἰς τὴν σωτηρίαν τῆς ψυχῆς, δέομαι βασιλέως τε καὶ σοῦ, τὴν χάριν ταύτην παρασχεῖν.» Ὁ μέγας δὲ δομέστικος ἑαυτῷ τε καὶ τῷ κοινῷ λυσιτελοῦντα οἰόμενος παρακοιμώμενον αἰτεῖν, αὐτός τε ἐπείθετο καὶ ἐπηγγείλατο ποιήσειν, καὶ βασιλεῖ ἀπήγγελλε προσελθὼν, ἅμα καὶ ἐνάγων πρὸς τὸ δεῖν τὴν ἀξίωσιν αὐτοῦ λυσιτελοῦσαν πράττειν τῷ κοινῷ. βασιλεὺς δὲ εἰ σπουδάζων ταῦτα καὶ μὴ εἰρωνευόμενος λέγει ἐπυνθάνετο· ὡς δ' ἤκουεν, οὐκ ἐν παρέργῳ, ἀλλὰ μετὰ σπουδῆς λέγειν, θαυμάζειν ἔφασκεν αὐτοῦ πολλὰ, εἰ πρὸς τοιαύτην ἐπιχείρησιν ἀξιόχρεων ᾠήθη ἔσεσθαι Ἀπόκαυχον. εἰ μὲν γὰρ οἰόμενος σοὶ φίλον εἶναι ταύτην ἐβουλεύσω αὐτῷ τὴν χάριν καταθεῖναι, ἴσθι σεαυτὸν ἐξαπατῶν· οὐδὲν γὰρ ἧττον ἐγώ σοι πολέμιος, ἢ ἐκεῖνος φίλος· εἰ δὲ ὡς τῷ κοινῷ λυσιτελήσοντα τὸν κατὰ Περσῶν πόλεμον ἐγχειρίζειν παραινεῖς, ἔτι μᾶλλον θαυμάζειν, ὅθεν ὁρμώμενος αὐτός τε ἐπείσθης καὶ ἐμοὶ προείλου τὰ ἴσα συμβουλεύειν. οὐδὲ γὰρ οὐδὲ παρὰ πάντα τὸν βίον οὔτε κατεπράξατό τι στρατιώτῃ πρέπον, οὔτε ἐμέλλησεν, ἀλλὰ φόρων τε εἰσπράξεις δημοσίων καὶ χρημάτων καὶ προσόδων διοικήσεις φίλαι, αἷς ἐγγεγηρακὼς, εἰκότως ἐν τοῖς τοι 1.539 ούτοις ἐμπειρίαν ἐκτήσατο πολλήν. τὰς δὲ τοιαύτας πράξεις καὶ τὰς ναυμαχίας ἀνδρὸς δεῖσθαι μάλιστα τοῖς ὅπλοις ἐντραφέντος καὶ σαφεῖς τὰς ἀποδείξεις ἐν πολλοῖς παρεσχημένου τῆς τε τόλμης καὶ τῆς ἐμπειρίας τῆς κατὰ τὰς μάχας. Ὁ δ' ἔφασκε τὰ ἴσα μὲν καὶ αὐτὸς εἰδέναι περὶ παρακοιμωμένου. οὔτε γὰρ ἑαυτὸν ἤσκει παρὰ τὸν βίον ἐν τοῖς προσήκουσιν ἔργοις στρατιώτῃ, οὔτε ἀπόδειξίν τινα παρέσχετο οὐδεμίαν οὔτε τόλμης οὔτε ἐμπειρίας· ὅθεν οὐδὲ οἷα ἀξιόχρεων πρὸς στρατηγίας τὸν κατὰ Περσῶν πόλεμον αὐτῷ ἐγχειρίζειν παραινεῖν. ἀλλ' εἰδὼς μάλιστα τοὺς Πέρσας πεζομαχίας μὲν καὶ ἱππομαχίας ἐμπειροτάτους καὶ δεινοῦ δεομένους τοῦ ἀντιστησομένου στρατηγοῦ, ἐν ναυμαχίαις δὲ ἀτολμοτάτους δι' ἀπειρίαν καὶ ῥᾳδίους τῷ προστυχόντι παντὶ ἡττᾶσθαι, ἄλλως τε καὶ τριήρεσι ταῖς ἡμετέραις πολλοὺς παρεσομένους ἐμπειροτάτους καὶ ναυμαχιῶν καὶ πεζομαχιῶν, οἷς χρήσεται παρακοιμώμενος διδασκάλοις πρὸς τὸν πόλεμον, αὐτός τε ᾠήθην μὴ δεῖν ἀμβλύνειν τὴν προθυμίαν