190
̓Αντιοχέων δῆμος προϋπήντα αὐτῷ καὶ εὐφήμει, ταῖς δ' εὐφημίαις συνεῖρε καὶ δέησιν ἐκβαλεῖν ἀξιοῦσαν τοὺς ̓Ιουδαίους τῆς πόλεως. ὁ δὲ τότε τῶν λεγομένων ἡσυχῇ κατακούων παρῄει, υστερον δ' αυθις σφόδρα λιπαρῶς ἐγκειμένων τῶν ̓Αντιοχέων ἐξελαθῆναι τοὺς ̓Ιουδαίους τῆς πόλεως, "ἀλλ' η γε πατρὶς αὐτῶν" εφη, "εἰς ην ἀναχωρεῖν αὐτοὺς ἐχρῆν, ἀνῄρηται, καὶ δέξαιτ' αν αὐτοὺς οὐδεὶς ετι τόπος." ἀποτυχόντες ουν τῆς αἰτήσεως ταύτης, ἐπὶ 2.77 δευτέραν ἐτράποντο, καὶ τὰς χαλκᾶς ἠξίουν δέλτους ἀναιρεθῆναι, αις τὰ δίκαια τῶν ̓Ιουδαίων ἐγέγραπτο. ἀλλ' οὐδὲ πρὸς τοῦτο Τίτος ἐπένευσε, πάντα δὲ τοῖς ἐπ' ̓Αντιοχείας ̓Ιουδαίοις ειασεν ὡς πρότερον ειχον αὐτά. αὐτὸς δ' εἰς ̓Αλεξάνδρειαν ἀπιών, καὶ κατὰ τὴν πορείαν τὰ ̔Ιεροσόλυμα θεασάμενος, ῳκτειρε τὸν τῆς πόλεως ολεθρον, ἐπαρώμενος τοῖς αἰτίοις τῆς ἀποστάσεως, ὡς αἰτίοις τῆς τῆς πόλεως ἐρημώσεως, πόλεως ἀρχαίας τε καὶ εὐδαίμονος. εὑρίσκοντο δ' ετι κἀν τοῖς ἐρειπίοις αὐτοῖς μέρη τοῦ βαθυτάτου πλούτου αὐτῆς. πολλὰ μὲν γὰρ οἱ ̔Ρωμαῖοι ἀνέσκαπτον, τὰ πλείω δὲ οἱ αἰχμάλωτοι ὑπεδείκνυον, απερ οἱ κεκτημένοι πρὸς τὰς ἀδήλους τοῦ πολέμου ῥοπὰς κατὰ γῆς ἐθησαύριζον. Τίτος δ' ἐπ' Αιγυπτον πορευθεὶς καὶ καταντήσας εἰς ̓Αλεξάνδρειαν, κἀκεῖθεν πλεῖν ἐπὶ τὴν ̓Ιταλίαν μέλλων, τῶν αἰχμαλώτων τοὺς ἡγεμόνας ̓Ιωάννην καὶ Σίμωνα, καὶ αλλους ανδρας ἑπτακοσίους μεγέθει τε καὶ κάλλει σώματος διαπρέποντας εἰς τὴν ̓Ιταλίαν αὐτίκα μάλα ἐκέλευσεν αγεσθαι, ιν' ἐν τῷ θριάμβῳ πληρώσωσι τὴν πομπήν. Μετὰ δὲ τὴν εἰς ̔Ρώμην τοῦ Τίτου αφιξιν πεμφθεὶς στρατηγὸς εἰς ̓Ιουδαίαν Λούκιος Βάσσος τὸ μὲν ἐν τῷ ̔Ηρωδίῳ φρούριον μετὰ τῶν κατεχόντων αὐτὸ προσηγάγετο· ειτα πᾶν οσον ην ἐκεῖ στρατιωτικὸν συναγαγὼν ἐπὶ Μαχαιροῦντα στρατεύει. ην δὲ τὸ φρούριον τοῦτο λίαν δυσάλωτον, πετρώδης ων οχθος τετειχισμένος· ουτω δ' ὑπὸ τῆς φύσεως κατεσκεύαστο ὡς μηδὲ προσιτὸς ειναι· φάραγξι γὰρ πάντοθεν βαθείαις ἐτετάφρευτο. ουτω δ' ὀχυρότητος 2.78 εχον καὶ βασίλειον ειχεν ἐντὸς μεγέθει τε καὶ κάλλει τῶν οἰκήσεων θαυμαστόν, πολλὰς δὲ καὶ δεξαμενὰς εἰς ὑποδοχὴν υδατος ἐν τοῖς ἐπιτηδειοτάτοις τῶν τόπων ἐκέκτητο. πρὸς δὲ τοῖς αλλοις ἐν τοῖς βασιλείοις καὶ πήγανον ην αξιον διὰ τὸ μέγεθος θαύματος· συκῆς γὰρ οὐδεμιᾶς υψους καὶ πάχους ἐλείπετο· λόγος δ' ην ἀπὸ τῶν ̔Ηρώδου χρόνων αὐτὸ διαρκέσαι, καὶ ἐπὶ πλεῖστον ισως εμεινεν αν, εἰ μὴ ὑπὸ τῶν παραλαβόντων τὸν τόπον ̓Ιουδαίων ἐκκέκοπτο. ἐν δὲ τῇ κατὰ τὴν αρκτον τοῦ φρουρίου φάραγγι ὀνομάζεταί τις τόπος Βαάρ, καὶ φύει ῥίζαν ὁμωνύμως καλουμένην αὐτῷ. αυτη φλογὶ μὲν εοικε τὴν χροιάν, περὶ δὲ τὰς ἑσπέρας σέλας ἀπαστράπτει· τοῖς δὲ βουλομένοις λαβεῖν αὐτὴν οὐκ εστιν εὐχείρωτος, ἀλλ' ὑποφεύγει καὶ οὐ πρότερον ισταται πρὶν αν τις ουρον γυναικὸς η τὸ εμμηνον αιμα καταχέῃ αὐτῆς. καὶ τότε δὲ τοῖς ἁψαμένοις θάνατός ἐστι προφανής, εἰ μὴ τύχῃ τις αὐτὴν ἐκείνην ἀπενεγκάμενος τὴν ῥίζαν ἀπηρτημένην ἐκ τῆς χειρός. ἁλίσκεται δὲ καὶ καθ' ετερον τρόπον ἀκινδύνως. κύκλῳ γὰρ αὐτὴν περιορύσσουσιν, ὡς ειναι τὸ τῇ γῇ κρυπτόμενον τῆς ῥίζης βραχύτατον, ειτ' ἐξ αὐτῆς ἀποδοῦσι κύνα, κἀκείνου τῷ δήσαντι συνακολουθεῖν ὁρμήσαντος, ἡ μὲν ἀνασπᾶται ῥᾳδίως, θνήσκει δ' εὐθὺς ὁ κύων· φόβος δ' οὐδεὶς τοῖς μετὰ ταῦτα λαμβάνουσιν. εστι δὲ διὰ μίαν ἰσχὺν περισπούδαστος. τὰ γὰρ καλούμενα δαιμόνια καί τισιν εἰσδυόμενα αυτη ταχέως ἐξελαύνει, καν μόνον τοῖς νοσοῦσι προσενεχθῇ. Τοῦτο τὸ φρούριον ὁ Βάσσος παραστήσασθαι θέλων, τὴν πρὸς ἀνατολὰς αὐτοῦ φάραγγα χῶσαι ἀπεπειρᾶτο. οἱ δ' ἐναπειλημμένοι τῶν ̓Ιουδαίων ενδον ἀπὸ τῶν ξένων διακριθέντες ἐκείνους μὲν ἠνάγκασαν 2.79 ἐν τῇ κάτω πόλει παραμένειν, τὸ δ' ανω φρούριον ειχον αὐτοί. ἐποιοῦντο μέντοι τὰς ἐξόδους προθύμως ἀνὰ πᾶσαν ἡμέραν, καὶ τοῖς τυχοῦσι συμπλεκόμενοι πολλοὶ μὲν εθνησκον, πολλοὺς δὲ τῶν ̔Ρωμαίων ἀνῄρουν πονοῦντας ἐπὶ τοῖς χώμασιν. ̓Εκ δέ τινος συντυχίας ἡ τοῦ φρουρίου παράδοσις γέγονε καὶ τῶν χωμάτων χωρίς. νεανίας τις ην ἐν τοῖς πολιορκουμένοις τόλμῃ