190
ἡ προστασία. ̓Επισφαλήσ. βλαβερὰ, ἐπικίνδυνος. ̓Επιστήμη. ἡ γνῶσις τοῦ πράγματος. ̓Επιστολή. ἐπίσκεψις, ἐντολή. ὁ δὲ τῷ ἱερεῖ ἐπιστολὰς λέγει καθεύδοντι. καὶ Κρατῖνος· ακουε νῦν καὶ τήνδε τὴν ἐπιστολήν. καὶ ὁ Πλάτων· μεμνημένοι τῆς τοῦ πατρὸς ἐπιστολῆς οἱ ξυστήσαντες ἡμᾶς. ̓Επιστρέφεια. ἡ ἀγχίνοια. ἐπιστρεφὴς ων καὶ ἀγχίνους ομως μέν τι εὐπαράγωγον ἐπεδείκνυτο. epsilon.805 ̓Επιστροφῆσ. ἀμύνης. καὶ κοινῆς αὐτοὺς ἐπιστροφῆς εφη τεύξεσθαι. καὶ ἡ συνέλευσις η τὸ πλῆθος καὶ ἡ συνάθροισις. ̓Αριστοφάνης· μυρίαι κακῶν ἀναστροφαί. ̓Επὶ σχολῆσ. ἀπραγμόνως φιλοσοφεῖν. ἀντὶ τοῦ ἀπὸ εὐκαιρίας η ἀργίας. ̓Επὶ τῇ καταπαύσει. ηγουν τῇ ἀποθέσει. ἐπὶ τῇ καταπαύσει τῆς κιβωτοῦ. ̓Επιτολή. ἡ ἀνατολὴ η φαῦσις τῶν ἀστέρων. ̓Επιτήδευσισ. σπουδὴ, ἐργασία. ὁ δὲ ην εὐτελὴς τὴν ἐπιτήδευσιν. ̓Επιτηδειότησ. ἰδιότης φυσικὴ διὰ μαθήσεως κινουμένη, ἐφ' α ἐστι δεκτική. ̓Επιτιμία. ἡ εὐπραγία, η ἡ μὴ ἀτιμία. ὁσάκις αὐτὸν κινδυνεύοντα περὶ τῆς ἐπιτιμίας η τῆς πατρίδος η τοῦ βίου παντὸς διεσώσατε. ̓Επιτομή. συντομία, η σύντομος τῶν κεφαλαίων παράδοσις. ̓Επὶ τῇ ὠδῖνι. ἐπὶ τῷ πόνῳ· ἐπὶ τῇ θλίψει. ̓Επιτροπή. παρατροπή. ὁ δὲ Λεύκιος προχειριζόμενος διαπέμπεσθαι πρὸς τοὺς Λαπατηνοὺς καὶ λαλεῖν ὑπὲρ ἐπιτροπῆς, ἀπαράσκευος ην εἰς τὸ μέλλον. ̓Επιφάνεια. πέρας σώματος η τὸ μῆκος καὶ epsilon.806 πλάτος μόνον εχον, βάθος δὲ ου. αυτη δὲ κατ' ἐπίνοιαν καὶ οὐ καθ' ὑπόστασιν λέγεται. ἐπιφάνεια καὶ ἡ τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν ̓Ιησοῦ Χριστοῦ ενσαρκος οἰκονομία. ἐπιφάνια δὲ ἐπὶ οὐδετέρου, ι. ̓Επίφασισ. δήλωσις, ενδειξις. οἱ δὲ ηκον μετὰ παιανισμοῦ καὶ στεφάνων καὶ τῆς τῶν νικώντων ἐπιφάσεως. ̓Επιφοραῖσ. καταδίκαις, ἐπελεύσεσιν. οἱ δὲ πεισθέντες καὶ παραδόντες ἑαυτοὺς εἰς τὴν ἐπιφορὰν τῶν πολεμίων, ἀπέθανον γενναίως. ̓Επιφροσύνη. σύνεσις· φρόνησις. ̓Επιφοίτησισ. ἐπέλευσις, παρουσία. ̓Επιφρίξ. ἡ ἐπανάστασις τῶν κυμάτων. η φρίσσει τὶς φόβῳ η ψύχει η ὀργῇ, περὶ ἐμψύχων. οὐ τὰς φαλάγγας φρίσσειν. η ἐπιφρὶξ ἐστὶν ἡ ἐξ ἐπιπολῆς τοῦ κύματος κίνησις. ̓Επιφυλλίσ. ἡ ἐν τῷ τρυγήτῳ λανθάνουσα σταφυλὴ μικρὰ ἐν τοῖς φύλλοις. ̓Επιχειροτονία. ἡ τῶν χειροτονητῶν ἀπόστασις. ̓Επὶ χειρῶν ἀροῦσί σε. ἀντὶ τοῦ χειραγωγήσουσιν. ποδηγήσουσιν. ὑπερείσουσιν ἀσθενοῦντα. παντοδαπὴν ἐπικουρίαν προσοίσουσιν. epsilon.807 ̓Επιχώρησισ. συμπάθεια, παραχώρησις. ̓Επὶ χώρασ. ἐπὶ τόπου. ̓Εποπτεία. ἡ ἐπίσκεψις. ̓Εποποιΐα. ἡ διὰ ἡρωϊκοῦ μέτρου ἱστορία. καὶ γὰρ στερουμένη μύθου ποίησις ἐποποιΐα ἐστίν. ̓Εποχή. κατοχὴ, η δίκτυα ἀγρεύοντα τοὺς ἰχθύας. ἐποχὴ ἐστὶ καὶ ἡ μοῖρα, ἐν ῃ καταλαμβάνεται ο, τε ηλιος καὶ ἡ σελήνη καὶ εκαστος τῶν πλανητῶν. ̓Επωβελίαν. ζημίαν. ο ἐστι τὸ εκτον μέρος τοῦ τιμήματος. η τὸ εκτον τίμημα τῆς δίκης. η ἐπωβελία ἐστὶ τὸ κατὰ τῶν ἐγκαλούντων ἐκτείνειν ὀβολόν. ταύτην δὲ ζημίαν εταξαν ̓Αθηναῖοι. ̓Επωμίσ. ειδος περιβολαίου. ̓Επηγορία καὶ κατηγορία. ἀντὶ τοῦ μέμψις καὶ λοιδορία. ̓Επωτίδεσ. τὰ ἑκατέρωθεν πρώρας ἐξέχοντα ξύλα. ̓Επιλαρχίαι. δύο ιλαι ἱππέων, ἀνδρῶν ˉρˉκˉη. ̓Επισυναγωγὴν τὴν συμφωνίαν ἐκάλεσεν ὁ ̓Απόστολος. μὴ ἐγκαταλιπόντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν. ̓Επ' εὐλογίαισ. μετὰ δαψιλείας καὶ ἁδρότητος. ὁ σπείρων ἐπ' εὐλογίαις. epsilon.808 (Οὐδέτερον.) ̓Επαύλια. τὰ μετὰ τὴν ἐχομένην ἡμέραν τῶν γάμων παρὰ τοῦ τῆς νύμφης πατρὸς δῶρα φερόμενα τῷ νυμφίῳ. ̓Επαγωγά. ἀπατηλά. Επαθλον. νικητικὸν βραβεῖον, τὸ ἐπὶ τῇ νίκῃ διδόμενον. ̓Επ' αὐτόπτῳ. ̓Επ' αὐτοφώρῳ. *ἐπ' ὀφθαλμοῖς, ἐπ' αὐτῷ τῷ κλέμματι.* ̓Επακτόν. ξένον, ἐπαγόμενον, σφοδρόν. ̓Επᾴσματα. τὰ ὑπὸ τῶν γραῶν τοῖς νηπίοις ἐπᾳδόμενα· αιτινες καὶ τὰ μέτωπα τῶν παίδων ἀποπτύουσι καὶ ἀναλείχουσι, καὶ πρὸς ἀστέρας καὶ σελήνην βλέπουσιν. ̓Επασσύτερον. πυκνότερον. ̓Επάλληλον. συνεχὲς, η ομοιον. * ̓Επ' αὐτόπτῳ. ἐπ' αὐτοφώρῳ.* ̓Επαισχέσ. αἰσχύνης παραίτιον. Επεα. λόγοι. Ομηρος· επεα πτερόεντα προσηύδα. ο ἐστι λόγους ἐπτερωμένους καὶ ταχεῖς. ̓Επείσακτον. ξένον. ἐπίσακτον δὲ, τὸ ἐπὶ τοῦ σάγματος κείμενον, ἰῶτα. ̓Επεισόδιον. τὸ