τῷ δεσπότῃ ἡμῶν Χριστῷ τῷ καρδιογνώστῃ τοὺς λογισμοὺς ἡμῶν ἀνατιθέναι καὶ φανεροῦν ὀφείλομεν, εἴτε ἐν κακοῖς ἐσμεν εἴτε ἐν ἀναπαύσει, καὶ ἔχειν τὴν ἐλπίδα καὶ τὴν πεποίθησιν ἐπ' αὐτῷ, ὅτι "1αὐτός μοῦ ἐστι πλοῦτος, αὐτός μοῦ ἐστι πατήρ, αὐτός μοῦ ἐστι δόξα."2 46.2.3 Πάντοτε οὖν τῇ συνειδήσει ὀφείλεις ἔχειν τὴν μέριμναν καὶ τὸν φόβον. ἐὰν δὲ καί τις μήπω ἔχῃ χάρισμα τοῦ θεοῦ πεφυτευμένον καὶ πεπηγμένον ἐν αὐτῷ, ἵνα νυκτὸς καὶ ἡμέρας ὡς φυσικὸν ᾖ προσκεκολλημένον τῇ ψυχῇ καθ' ὥραν ὁδηγοῦν αὐτὴν καὶ ὀρθοτομοῦν καὶ αἰχμαλωτίζον εἰς τὰ ἀγαθά, ὥστε ἔχειν τὴν μέριμναν, τὸν πόνον καὶ τὸν φόβον ὡς φυσικὸν καὶ ἄτρεπτον, τὸν συντριμμὸν τῆς καρδίας πάντοτε ἔχειν ὀφείλει πεπηγμένον. 46.2.4 Ὥσπερ δὲ ἵνα ᾖ μέλισσα κρυπτῶς ἐργαζομένη τὸ κηρίον ἐν τῷ κοσκίνῳ, οὕτω καὶ ἡ χάρις ἐργάζεται κρυπτῶς εἰς τὰς καρδίας τὴν ἑαυτῆς ἀγάπην καὶ μεταβάλλει ἀπὸ πικρίας εἰς γλυκύτητα, ἀπὸ τραχύτητος εἰς χρηστότητα. 46.2.5 Ἢ ὥσπερ ἵνα ᾖ ἀργυροκόπος ἢ ἀναγλυφάριος, ἀναγλύψας δίσκον κατὰ μέρος σκεπάζει ἅπερ γλύφει ζῴδια διάφορα, καὶ ἐπὰν τελέσῃ, τότε φανεροῖ αὐτὸν ἐξαστράπτοντα φωτί, οὕτω καὶ ὁ κύριος, ὁ ἀληθινὸς τεχνίτης, ἀναχωνεύει τὰς καρδίας ἡμῶν καὶ ἀνακαινίζει ἐν μυστηρίῳ, ἕως ὅτε ἐκδημοῦμεν τοῦ σώματος, καὶ τότε φαίνεται αὐτῆς τῆς ψυχῆς τὸ κάλλος. 46.2.6 Οἱ γὰρ θέλοντες σκεύη κατασκευάσει καὶ ἐνυφᾶναι ζῴδια πρῶτον κηροπλαστοῦσί τι, καὶ τότε ἐγχέουσι καθ' ὁμοίωμα ἐκείνου, ὥστε τὸ ἔργον κατ' ἐκεῖνο τὸ σχῆμα ἀποτελεσθῆναι, οὕτω καὶ ἡ ἁμαρτία πνεῦμα οὖσα, εἰκόνα ἔχει καὶ μεταβάλλεται εἰς μορφὰς πολλάς. 46.2.7 Ὁμοίως δὲ καὶ ὁ ἔσω ἄνθρωπος ζῷόν ἐστιν, ἔχον εἰκόνα καὶ μόρφωσιν· ὁμοίωμα γάρ ἐστι τοῦ ἔξω ἀνθρώπου ὁ ἔσω. μέγα γάρ ἐστι τὸ σκεῦος καὶ τίμιον, ἐπειδὴ ἀπὸ πάντων τῶν κτισμάτων ἐκεῖ εὐδόκησεν ὁ κύριος οἰκῆσαι. 46.2.8 Οἱ μὲν ἀγαθοὶ λογισμοὶ τῆς ψυχῆς ἐοίκασι λίθοις τιμίοις καὶ μαργαρίταις, οἱ δὲ ἀκάθαρτοι λογισμοὶ μεμεστωμένοι εἰσὶν «ὀστέων καὶ πάσης ἀκαθαρσίας». 46.2.9 Οἱ γὰρ Χριστιανοὶ ἄλλου αἰῶνός εἰσιν, υἱοὶ Ἀδὰμ τοῦ ἐπουρανίου, γέννημα καινόν, τέκνα πνεύματος ἁγίου, ἀδελφοὶ Χριστοῦ φωτεινοί, μεθ' ὧν καὶ ἡμεῖς ἀξιωθείημεν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου καὶ θεοῦ καὶ σωτηρὸς ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει δόξα, τιμὴ καὶ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 47.τ.1 ΛΟΓΟΣ ΜΖʹ. 47.1.1 Οἱ τὸν θεμέλιον ὥσπερ πέτραν οἰκοδομοῦντες, ἥτις ἐστὶν Ἰησοῦς Χριστός, καὶ ἐπὶ πολλῷ χρόνῳ γυμνασθέντες καὶ δοκιμασθέντες, οὗτοι «τοῖς πειραζομένοις βοηθῆσαι» δύνανται καὶ συμπαθῆσαι καὶ ἐλεῆσαι αὐτούς. 47.1.2 Τινὲς δὲ σφαλλόμενοι εἰς ἑαυτούς, χάριτος θεοῦ γενομένης ἐν αὐτοῖς ἐνεργηθέντες μεγάλως, οὕτως εὗρον τὰ μέλη αὐτῶν ἡγιασμένα, ὥστε λογίζεσθαι ὅτι "1οὐκ ἐγχωρεῖ εἰς Χριστιανὸν ἐπιθυμίαν εἶναι"2, ἀλλὰ κέκτηνται νοῦν σώφρονα καὶ ἁγνόν· καὶ ἔστιν ὁ ἔσω ἄνθρωπος μετέωρος εἰς τὰ θεῖα καὶ ἐπουράνια μυστήρια, ὥστε νομίσαι τὸν τοιοῦτον ἤδη εἰς τὰ τέλεια μέτρα ἐφθακέναι. 47.1.3 καὶ ὡς ἐνόμισε προσηγγικέναι τῷ λιμένι, ἐπανέστησαν αὐτῷ κλύδωνες, ὥστε πάλιν αὐτὸν εἰς τὸ μέσον τοῦ πελάγους εἰσενεχθῆναι, ὅπου μόνον οὐρανὸς καὶ θάλασσα καὶ θάνατος ἕτοιμοςἡ ἁμαρτία γὰρ ἐπεισελθοῦσα κατειργάσατο 47.1.4 ἐπιθυμίαν κακήνκαὶ νῦν οἱ αὐτοὶ ὥσπερ ἀπὸ ὅλου βυθοῦ τῆς θαλάσσης ψεκάδας τινὰς ἐδέξαντο καὶ εὑρίσκουσιν ἐκεῖνοι αὐτοὶ καθ' ὥραν καὶ καθ' ἡμέραν τοσαύτην θαυματουργίαν γινομένην, ὥστε τὸν ἐνεργούμενον ἐπὶ τῇ παραδόξῳ καὶ ξένῃ καὶ θεϊκῇ ἐργασίᾳ θαμβεῖσθαι καὶ ἐκπλήττεσθαι, πῶς σοφίζει, πῶς φωτίζει, εἰρηνεύει, ὁδηγεῖ, τὰ πάντα ἀγαθύνει, τὰ θεῖα καὶ ἐπουράνια διδάσκει, ὥστε τὸν τοιοῦτον πρὸς σύγκρισιν