190
οὖν ἐστιν ἐνοίκησις θεοῦ· οὗ δὲ θεός, ἐκεῖ τῶν ἀγαθῶν ἡ πηγή, εἰρήνη, χαρά, ἀγάπη. παρακαλῶ οὖν ὑμᾶς ὁ ταπεινὸς μὴ πρὸς τὰ τῶν πλησίον ἀποβλέπειν παραδείγματα καὶ μάλιστα τῆς ἐπιπλάστως ἐν ταῖς πλείσταις τῶν μοναζουσῶν ἐπιδεδειγμένης πολιτείας χλιαρᾶς, ἵν' οὕτως εἴπω, καὶ συγκεχυμένης, ἀλλὰ πρὸς τὰ ἀρχέτυπα κάλλη, ὧν οἱ βίοι ἐν χερσὶν ὑμῶν, ἀστραπηφοροῦντες τοὺς θείους ἔρωτας· ἐπεὶ καὶ ζωγράφος οὐκ ἐκ φαύλων, ἀλλ' ἐξ ὡραϊσμένων καὶ ἀρχαιότητι διαφερόντων εἰκόνων μεταγράφοιεν εἰκόνα. τί ἦν ἐν ἐκείναις γνωστὸν ὑμῖν; λύσις τῶν δεσμῶν τῆς προσπαθείας, φυγὴ ἀρρενικῆς ὄψεως ὅσον ἐνδέχεται, καταβεβλημένον φρόνημα, ῥυπῶσα ἐσθής, ὄμμα κάτω νενευκός, οὖς φεῦγον ἀνωφελῆ ἀκούσματα, στόμα λαλοῦν ἔνθεα, ὑποπιεσμὸς σώματος· οὕτω γὰρ περιεγένοντο τοῦ τῆς σαρκὸς φρονήματος, ἐπείπερ ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, ὡς γέγραπται, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα δὲ ἀντίκειται ἀλλήλοις, καὶ ἀκήρυκτος πόλεμος. καὶ δεῖ ἡμᾶς πᾶσαν ἡμέραν, εἴπω καὶ ὥραν, ὁπλίζεσθαι κατὰ τῶν παθῶν ἀνδρικῶς μετὰ θεοῦ καὶ σὺν θεῷ ἐν πολλῷ ἀγῶνι νικῶντας τὸν ἐχθρόν, τὸν ἀεὶ διψῶντα τὴν ἀπώλειαν ἡμῶν, οὗ αἱ ῥομφαῖαι εἰς τέλος ἐξέλιπον τοῖς προσέχουσιν ἀσφαλῶς. οὐκ ἔστιν δὲ μὴ ἡττᾶσθαι πάντως καὶ πλήττεσθαι τὸν ἀγωνιζόμενον ἐν λόγῳ καὶ ἐννοίᾳ καὶ ἐν τοῖς ὁμοίοις τοῖς μὴ πρὸς θάνατον ἁμαρτίας, ἀλλὰ τὸ θᾶττον ἀναπαλαίειν χρὴ καὶ ἐπὶ τῆς δεούσης ἵστασθαι καταστάσεως· παραπτώματα γὰρ τίς συνήσει καὶ τίς καυχήσηται τὴν ψυχὴν ἁγνὴν ἔχειν; καὶ ἐν θλίψει μὲν ὁ ἐν Κυρίῳ ζῶν, ἐπειδὴ στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, ὥσπερ καὶ ἡ ἐναντία τοῖς ἐναντίοις· ὅτε δὲ ἔλθοι τὸ πέρας τῶν ἀγώνων, τότε εἴσεσθε, ὦ νύμφαι Χριστοῦ, τί προεξένησεν ὑμῖν ἡ πολιτεία· ἀρθήσεσθε γὰρ ἐν χαρᾷ ἀνεκλαλήτῳ ὑπὸ ἀγαθῶν ἀγγέλων καὶ εἰσελεύσεσθε εἰς τὴν ἀχειρότευκτον παστάδα, εἰς τὸν οὐράνιον νυμφῶνα, πάντοτε σὺν Κυρίῳ εἰς αἰῶνα ἐσόμεναι. Ἦν μὲν καὶ πλέον τι λέγειν, ἀλλ' ἐπειδὴ στοχάζομαι ὑπερβεβηκέναι τὸ μέτρον τῆς ἐπιστολῆς, ἐνταῦθα καταπαύσοιμι τὸν λόγον· ὑπὲρ οὗ χαρίσασθέ μοι τῷ ἁμαρτωλῷ τὰς ἁγίας ὑμῶν εὐχάς. 293 {1Λέοντι πατρικίῳ}1 Ὀφειλέτης εἰμὶ οὐ χάρτην καὶ μέλαν, ἀλλ', εἰ ἐνδέχοιτο, δέρμα καὶ αἷμα ἀποστέλλειν τῇ ἁγίᾳ σου ψυχῇ, οὕτως ἐπιδούσῃ ἑαυτὴν ἔκπαλαι τῇ ταπεινώσει μου καὶ ὁμειρομένῃ οὐ μόνον τὰ κατὰ σῶμα, ἀλλὰ γὰρ καὶ τὰ κατὰ πνεῦμα. καὶ μὴ ἀπιστήσῃς ὃ μέλλω λέγειν, δέσποτα· ἔστι γὰρ ἀληθὲς ὅτι, ἃ μήτε ἱεράρχαι μήτε ἱερεῖς μήτε μὴν μονασταὶ καὶ μιγάδες ἤ τις ἄλλος σχεδὸν οἰκεῖος καὶ φίλος εὐηργέτησεν ἢ ἐφρόντισεν ἐπ' ἐμοί, ταῦτα ἡ σὴ εὐσέβεια ὑπερβαλλόντως ἐνεδείξατο εἰς ἐμέ. καί, εἰ οἷόν τε ἦν ἐπιδεῖν τὴν καρδίαν μου τὴν μεγαλωσύνην σου, ἐθαύμασεν ἑαυτὴν μεγάλως ἄν. Ἀλλὰ ταῦτα μὲν ἐν τούτοις, καὶ οὔ τί που παύσοιμι ἐπιστέλλειν τάχα γε καὶ μετὰ θάνατον ἀοράτως ἀοράτῳ. νῦν δὲ ἐκεῖνο ὁ τάλας εὔχομαι, διαφυλαχθῆναί σε ἀσινῆ ψυχῇ τε καὶ σώματι καὶ διαφυγεῖν, εἰ καὶ μὴ τοῦ καπνοῦ, ἀλλά γε τοῦ αἱρετικοῦ πυρός. προσεύχου καὶ ὁ δεσπότης μου περὶ τῆς ταπεινώσεώς μου ἵνα, ὃ ἐνήρξατο Χριστὸς δωρεὰν ἐν ἡμῖν τοῖς ἀναξίοις, καὶ τελειώσειεν, ῥυόμενος ἐξ ὁρωμένων καὶ ἀοράτων ἡμᾶς ἐχθρῶν. 294 {1Μακαρίῳ ἡγουμένῳ}1 Τί ποιεῖς, ὦ θεῖε πάτερ, ἑαυτὸν ταπεινῶν, τὸν ὑψηλὸν τῇ ἀρετῇ, κἀμὲ ὑψῶν ἐν τοῖς τιμίοις λόγοις σου, τὸν χθαμαλὸν τῇ κακίᾳ ὡς μυρίοις πάθεσι πολιορκούμενον καθ' ἑκάστην; ἐγὼ τοίνυν δοῦλος σὸς καὶ παῖς, μαθητιᾶν μᾶλλον ἐφιέμενος ἢ διδάσκειν δυνάμενος. ὅμως ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ἐκβάλλει τὰ ἀγαθά· τοιοῦτος σὺ καὶ ὁρώμενος καὶ ἀναγινωσκόμενος. Περὶ μὲν οὖν τοῦ τῆς ∆ημητριάδος καὶ τῶν μαθητῶν ὅτι ᾤχοντο, ἵνα γνοίης ἐκ τῶν καρπῶν τὸ δένδρον καὶ εὔξῃ ἐκείνοις μὲν μετάνοιαν, ἐμοί τε τῷ ἀθλίῳ στηριγμὸν πρός τε τοὺς πολεμοῦντας ἀοράτως τε καὶ ὁρωμένως, ὡς ἂν κατόπιν ἀξιωθείην ἐλθεῖν τῶν νυνὶ πάντων ὁμολογητῶν Χριστοῦ· ὁμολογητὴς γὰρ πᾶς ὁ ἐνιστάμενος. περὶ δὲ τῶν δύο ἄλλων