1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

190

ἁλιευτικὰ ἀγράρια εἴς τε τὰς νήσους καὶ τὰ περιπόλια τείχη ἀγρεύειν ἰχθύας οὐκ ἐκωλύοντο. λιμοῦ τε μεγάλου γεγονότος ἐν τοῖς Ἄραψιν, πάντα τὰ ἀποθνήσκοντα ζῶα αὐτῶν κατήσθιον, ἵππους τε καὶ ὄνους καὶ καμήλους· φασὶ δέ τινες ὅτι καὶ ἀνθρώπους τεθνεῶτας καὶ τὴν ἑαυτῶν κόπρον εἰς τὰ κλίβανα βάλλοντες καὶ ζυμοῦντες ἤσθιον. ἐνέσκηψε δὲ εἰς αὐτοὺς καὶ λοιμικὴ νόσος καὶ ἀναρίθμητα πλήθη ἐξ αὐτῶν ὤλεσεν. συνῆψε δὲ πρὸς αὐτοὺς πόλεμον καὶ τὸ τῶν Βουλγάρων ἔθνος, καί, ὥς φασιν οἱ ἀκριβῶς ἐπιστάμενοι, [ὅτι] κβʹ χιλιάδας Ἀράβων κατέσφαξαν· καὶ πολλὰ αὐτοῖς συνέβησαν δεινὰ ἐν τῷ καιρῷ ἐκείνῳ, ὥστε ἐπιγνῶναι αὐτοὺς τῇ πείρᾳ, ὅτι ὁ θεὸς 398 καὶ ἡ παναγία παρθένος καὶ θεομήτωρ φρουροῦσι τὴν πόλιν ταύτην καὶ τὸ τῶν χριστιανῶν βασίλειον, καὶ οὐκ ἔστιν ἐγκατάλειψις τελεία θεοῦ ἐν τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ, εἰ καὶ πρὸς βραχὺ παιδευόμεθα διὰ τὰς ἁμαρτίας ἡμῶν. Ἀράβων ἀρχηγὸς Οὔμαρος ἔτη βʹ. σιʹ. ψιʹ. βʹ. αʹ. δʹ. ιγʹ. Τούτῳ τῷ ἔτει Σέργιος, ὁ πρωτοσπαθάριος καὶ στρατηγὸς Σικελίας, ἀκούσας ὅτι οἱ Σαρακηνοὶ παρακαθέζονται τὴν βασιλεύουσαν πόλιν ἔστεψεν ἐκεῖσε ἴδιον βασιλέα ἐκ τῶν ἀνθρώπων αὐτοῦ, ὀνόματι Βασίλειον, Κωνσταντινουπολίτην, υἱὸν Γρηγορίου τοῦ Ὀνομαγούλου, Τιβέριον αὐτὸν μετονομάσας. ἐποίησε δὲ προβολὰς καὶ ἰδίους ἄρχοντας μετὰ βουλῆς τοῦ προλεχθέντος Σεργίου. ὁ δὲ βασιλεὺς ταῦτα ἀκηκοὼς ἀποστέλλει Παῦλον, τὸν οἰκεῖον αὐτοῦ χαρτουλάριον, προβαλόμενος αὐτὸν πατρίκιον καὶ στρατηγὸν Σικελίας, παραδεδωκὼς αὐτῷ πρὸς σύναρσιν αὐτοῦ σπαθαρίους δύο καὶ ἀνθρώπους ὀλίγους εἰς ὑπηρεσίαν αὐτοῦ κελεύσεις τε πρὸς τοὺς ἄρχοντας τῶν δυτικῶν καὶ σάκραν πρὸς τὸν λαόν. καὶ διὰ νυκτὸς εἰσελθόντες εἰς ἐξελαστικὸν δρόμωνα ἐξῆλθον ἐπὶ τὰ μέρη Κυζίκου. ἀπὸ δὲ τόπου εἰς τόπον, διά τε γῆς καὶ θαλάσσης τὴν πορείαν ποιησάμενοι ἐξάπινα τὴν Σικελίαν καταλαμβάνουσιν. εἰσελθόντων δὲ αὐτῶν ἐν Συρακούσῃ, ἤκουσε Σέργιος καὶ ἐξέστη καὶ τὴν ἑαυτοῦ ἐπιγνοὺς αἰτίαν προσέφυγεν εἰς τοὺς πλησιάζοντας τῇ Καλαβρίᾳ Λογγιβάρδους. τοῦ δὲ λαοῦ ἀθροισθέντος, καὶ τῆς σάκρας ἀναγνωσθείσης, καὶ δι' αὐτῆς πιστωθέντες, ὅτι καὶ τὸ βασίλειον συνίσταται, καὶ ἡ πόλις εὐθυμοτέρα ἐστὶ περὶ τῶν ἐχθρῶν, καὶ τὰ περὶ τῶν δύο στόλων διηγησαμένων αὐτοῖς, εὐθέως τὸν μὲν Λέοντα βασιλέα εὐφήμησαν, Βασίλειον δὲ τὸν Ὀνομάγουλον καὶ τοὺς ὑπ' αὐτοῦ προχειρισθέντας ἄρχοντας δεσμίους τῷ στρατηγῷ παραδέδωκαν. αὐτὸς δὲ τὸν μὲν Βασίλειον σὺν τῷ μονοστρατήγῳ αὐτοῦ ἀπεκεφάλισεν, καὶ τὰς κεφαλὰς αὐτῶν φουσκιάσας τῷ βασιλεῖ διὰ τῶν σπαθαρίων ἀπέστειλεν. τοὺς δὲ λοιποὺς τύψας καὶ κουρεύσας, 399 τινὰς δὲ καὶ ῥινοκοπήσας ἐξώρισεν. ἐντεῦθεν οὖν μεγάλη κατάστασις ἐν τοῖς δυτικοῖς ἐγένετο. Σέργιος δὲ ὁ προλεχθεὶς λόγον ἀπαθείας τὸν στρατηγὸν αἰτησάμενος καὶ λαβὼν ἐξῆλθε πρὸς αὐτόν· καὶ πάντα εἰρήνευσαν τὰ ἑσπέρια μέρη. Οὔμαρος δὲ κρατήσας τῶν Ἀράβων ἐπέτρεψεν ἀνακάμψαι τὸν Μασαλμᾶν. ἀποκινησάντων δὲ τῶν Ἀγαρηνῶν τῇ ιεʹ τοῦ Αὐγούστου μηνὸς μετὰ πολλῆς αἰσχύνης· ἐν γὰρ τῷ ἐκπορίζειν τὸν στόλον αὐτῶν λαῖλαψ ἐκ θεοῦ διὰ τῶν πρεσβειῶν τῆς θεομήτορος ἐνσκήψας εἰς αὐτοὺς τούτους διεσκόρπισεν· καὶ τοὺς μὲν ἐν Προκονήσῳ καὶ ταῖς λοιπαῖς νήσοις, τοὺς δὲ ἐν τοῖς Ἀποστρόφοις καὶ ταῖς λοιπαῖς ἀκταῖς κατεπόντισεν, οἱ δὲ περιλειφθέντες παρήρχοντο τὸ Αἰγαῖον πέλαγος, καὶ ἄφνω ἐπῆλθεν αὐτοῖς θεομηνία φοβερά· χάλαζα γὰρ πύρινος κατελθοῦσα ἐπ' αὐτοὺς τὸ ὕδωρ τῆς θαλάσσης καχλάσαι πεποίηκεν, καὶ τῆς πίσσης λυθείσης, αὔτανδροι αἱ ναῦς εἰς βυθὸν κατηνέχθησαν· δέκα δὲ μόναι καὶ αὗται προνοίᾳ θεοῦ διασωθεῖσαι ἐξ αὐτῶν πρὸς τὸ ἀπαγγεῖλαι ἡμῖν τε καὶ τοῖς Ἄραψι τὰ μεγαλεῖα τοῦ θεοῦ τὰ γεγονότα εἰς αὐτούς· ἃς καὶ περιτυχόντες οἱ τῶν ἡμετέρων τὰς μὲν πέντε πιάσαι ἠδυνήθησαν, αἱ δὲ ἄλλαι πέντε ἀπεσώθησαν εἰς Συρίαν τὴν τοῦ θεοῦ δυναστείαν ἀναγγελοῦσαι. Τῷ δ' αὐτῷ ἔτει σεισμοῦ μεγάλου γενομένου ἐν Συρίᾳ, ἐκώλυσεν Οὔμαρ τὸν οἶνον ἀπὸ