191
λέγωμεν, κοινῇ δὲ καὶ ὑπὸ πάντων ἡμῶν πρεσβύτεροι καὶ διάκονοι καὶ ὑποδιάκονοι καὶ ἀναγνῶσται. Πρῶτος τοίνυν τῇ φύσει ἀρχιερεὺς ὁ μονογενὴς Χριστός, οὐχ ἑαυτῷ τὴν τιμὴν ἁρπάσας, ἀλλὰ παρὰ τοῦ Πατρὸς κατασταθείς· ὃς γενόμενος ἄνθρωπος δι' ἡμᾶς καὶ τὴν πνευματικὴν θυσίαν προσφέρων τῷ Θεῷ αὐτοῦ καὶ Πατρὶ πρὸ τοῦ πάθους, ἡμῖν διετάξατο μόνοις τοῦτο ποιεῖν, καίτοι ὄντων σὺν ἡμῖν καὶ ἑτέρων τῶν εἰς αὐτὸν πεπιστευ κότων· ἀλλ' οὐ πάντως πᾶς ὁ πιστεύσας ἤδη καὶ ἱερεὺς κατέστη ἢ ἀρχιερατικῆς ἀξίας ἔτυχεν. Μετὰ δὲ τὴν ἀνάληψιν αὐτοῦ ἡμεῖς προσενεγκόντες κατὰ τὴν διάταξιν αὐτοῦ θυσίαν καθαρὰν καὶ ἀναίμακτον, προεχειρισάμεθα ἐπι σκόπους καὶ πρεσβυτέρους καὶ διακόνους ἑπτὰ τὸν ἀριθμόν. Ὣν εἷς ἦν Στέφανος ὁ μακάριος μάρτυς, οὐκ ἀπολει πόμενος ἡμῶν κατὰ τὴν πρὸς Θεὸν εὔνοιαν, ὃς τοσοῦτον τὴν θεοσέβειαν τῇ πίστει ἐνεδείξατο καὶ τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀγάπην, ὡς ὑπὲρ αὐτοῦ δοῦναι καὶ τὴν ψυχήν, πρὸς τῶν κυριοκτόνων Ἰουδαίων λίθοις βληθείς· ἀλλ' ὅμως ὁ τοιοῦτος καὶ τηλικοῦτος ἀνήρ, ὁ τῷ Πνεύματι ζέων, ὁ τὸν Χριστὸν ὁρῶν ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ τὰς οὐρανίας πύλας ἀνεῳγμένας, οὐδαμοῦ φαίνεται τοῖς μὴ ἀνήκουσιν τῇ διακονίᾳ χρησάμενος, ἢ θυσίαν ἀνενεγκὼν ἢ χεῖρας ἐπιθείς τινι, ἀλλὰ τὸ τῆς διακονίας τάγμα φυλάξας μέχρι τέλους· οὕτω γὰρ ἔπρεπεν τῷ τοῦ Χριστοῦ μάρτυρι τὴν εὐταξίαν ἀποσóζειν. Eἰ δὲ Φίλιππον τὸν διάκονον καὶ Ἀνανίαν τὸν πιστὸν ἀδελφὸν αἰτιῶνταί τινες, ὅτι ὁ μὲν τὸν εὐνοῦχον ἐβάπτισεν, ὁ δὲ ἐμὲ Παῦλον, ἀγνοοῦσιν αὐτοὶ ὃ λέγομεν ἡμεῖς. Eἴπομεν γὰρ ὅτι οὐχ ἑαυτῷ τις ἁρπάζει τὸ ἱερατικὸν ἀξίωμα, ἀλλ' ἢ παρὰ τοῦ Θεοῦ λαμβάνει ὡς Μελχισεδὲκ καὶ Ἰὼβ ἢ παρὰ ἀρχιερέως ὡς Ἀαρὼν παρὰ Μωϋσέως· οὐκοῦν καὶ Φίλιππος καὶ Ἀνανίας οὐχ ἑαυτοὺς προείλαντο, ἀλλ' ὑπὸ τοῦ Χριστοῦ προεχειρί σθησαν τοῦ ἀρχιερέως τοῦ ἀσυγκρίτου Θεοῦ. α. Ἐπίσκοπος τοίνυν ὑπὸ ἐπισκόπων χειροτονεῖται δύο ἢ τριῶν, πρεσβύτερος ὑπὸ ἑνὸς ἐπισκόπου καὶ διάκονος καὶ οἱ λοιποὶ κληρικοί. β. Eἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος παρὰ τὴν ὑπὸ τοῦ Κυρίου διάταξιν τὴν ἐπὶ τῇ θυσίᾳ προσενέγκῃ ἕτερά τινα ἢ μέλι ἐπὶ τὸ τοῦ Θεοῦ θυσιαστήριον ἢ γάλα ἢ ἀντὶ οἴνου σίκερα ἐπιτηδευτὰ ἢ ὄρνεις ἢ ζῷά τινα ἢ ὄσπρια, παρὰ τὴν διάταξιν, καθαιρείσθω. γ. Τῷ καιρῷ τῷ δέοντι πλὴν νέων χίδρων ἢ σταφυλῆς μὴ ἐξὸν ἔστω προσάγεσθαί τι πρὸς τὸ θυσιαστήριον, καὶ