Λυκόοργος, ὅς ῥα ∆ιονύσου ἀριθμοπότας ἐπέκοπτεν». Εἰ δὲ Βασσάραι μὲν αἱ εἰρημέναι τοῦ ∆ιονύσου τροφοὶ διὰ τὸ βάσιν ἐπ' ἀρᾷ ποιεῖσθαι διὰ τὸ μανιῶδες, Λυδαὶ δὲ ἢ τοπικῶς, καθὰ καὶ Μακέται ὡς Μακεδονικαί, ἢ καὶ ἄλλως οἷα ὑπὸ μέθης ἔκλυτοι, Μιμαλλόνες δὲ κατὰ τὴν παρὰ Λυκόφρονι ἔννοιαν, ἄλλου ταῦτα λόγου.] Τὸ δὲ «ἀριδείκετον ἀνδρῶν», ὅτι διὰ τὴν ˉἀˉρˉι ἐπίτασιν ἔχει τὴν κατὰ γενικὴν σύνταξιν, καὶ ἑτέρωθι δηλοῦται. (ῃ. 321) Φοίνικος δὲ κούρη καὶ Κασιεπείας Εὐρώπη, ἧς καὶ ∆ιὸς Μίνως καὶ Ῥαδάμανθυς, οὕτω κληθεὶς αὐτός, ἐπεί, φασίν, ἡ μήτηρ ἐμάνη, τουτέστι πάνυ ἐρωτικῶς διετέθη περὶ ῥόδα, ἅπερ ὁ αὐτὴν ἁρπάσας ταῦρος προΐσχετο. καὶ μὲν ἕτεροι κρόκον ἐκεῖνον ἔφασαν τῶν μυκτήρων προβάλλεσθαι. Περὶ δὲ τούτων, καὶ ὅτι λῃστρικός τις ὁ Μίνως, εἰ καὶ ἕτεροι δίκαιον καὶ νομοθέτην αὐτὸν ἱστοροῦσιν, ὡς καὶ ὁ ποιητής, ἐν οἷς καὶ ∆ιὸς ὀαριστὴν αὐτὸν λέγει, πολλοί τινες καὶ πολλαχοῦ καθιστοροῦσιν. ὥσπερ καὶ περὶ Ἀλκμήνης, καὶ περὶ Σεμέλης δέ, ἣν καὶ εἰς ἄμπελόν τινες, ἧς ὁ οἶνος κατασείει μέλη, ἐν τοῖς κατὰ τὴν Θεογονίαν ἀλληγοροῦσιν, ὡς καὶ τὸν ∆ιόνυσον εἰς οἶνον τὸν ἡδύν. οὗ ἕνεκεν καὶ χαριδότης ∆ιόνυσος, ἐξ Ὁμήρου γενομένης καὶ τῷ τοιούτῳ ἐπιθέτῳ ἀρχῆς, ὃς χάρμα 3.655 βροτοῖς ἐνταῦθα ἔφη τὸν ∆ιόνυσον. τούτοις δὲ συλλαλεῖ καὶ τὸ γάνος ἀμπέλου ῥηθῆναι τὸν οἶνον. διφορεῖται δὲ κἀνταῦθα τοῖς ἀντιγράφοις ἡ τοῦ ∆ιονύσου προπαραλήγουσα. (ῃ. 324) Ὁ δὲ Ἡρακλῆς κατὰ τοὺς παλαιοὺς Ἀλκαῖοςπρὶν ἐκαλεῖτο, Ἡρακλῆς δ' ὑπὸ τοῦ Πυθίου ἐξωνομάσθη, κατὰ τὸ «Ἡρακλέην δέ σε Φοῖβος ἐπώνυμον ἐξονομάζει. ἦρα γὰρ ἀνθρώποισι φέρων κλέος ἄφθιτον ἕξεις». Ἡ τοιαύτη δὲ ἐτυμολογία ψιλοῖ τὴν τοῦ Ἡρακλέους ἄρχουσαν, ὡς δοκεῖν Ἀττικῶς αὐτὴν δασύνεσθαι. Ἕτεροι δέ φασιν, ὅτι Πορφυρίωνος βιαζομένου τὴν Ἥραν ὁ Ἀλκαῖος αὐτῆς προκαλεσαμένης ἐβοήθησε, καὶ ἡ τοιαύτη τῆς Ἥρας κλῆσις ἐπέθετο τὴν τοῦ Ἡρακλέους φερωνυμίαν αὐτῷ, κρατερόφρονι ἀληθῶς ὄντι, ὡς αἱ ἱστορίαι δηλοῦσιν. Ὅτι δὲ ὁ δηλωθεὶς Ἡρακλῆς καὶ Ἡρακλείδης ἐκαλεῖτο, ὡς Ἀριστείδης, ἔτι δὲ καὶ Ἥρυλλος ἐν τοῖς Σατυρικοῖς, δηλοῦσιν οἱ κατὰ στοιχεῖον τὰ Ῥητορικὰ ἐκθέμενοι, παρ' οἷς δῆλον καὶ ὡς ὑποκεκόρισται ὁ Ἥρυλλος ἐκ τοῦ Ἡρακλῆς, ὡς ἐκ τοῦ Ἀριστοκλῆς ὁ Ἀρίστυλλος παρὰ τῷ Κωμικῷ, [καὶ ἐκ τοῦ Βαθυκλῆς ὁ Βάθυλλος.] (ῃ. 326) Ἡ δὲ ∆ημήτηρ ὅτι εἰς γῆν ἀλληγορεῖται, ὡς οἱονεὶ γημήτηρ οὖσά τις, ὅθεν καὶ πιθανῶς ὁ Ζεὺς καὶ αὐτῆς ἐρᾷ, ὃν τρόπον καὶ Οὐρανὸς Γῆς καθ' ἕτερον μῦθον, καὶ ὅτι καλλιπλόκαμος λέγεται διὰ τὰς τῶν φυτῶν τροπικῶς λεγομένας κόμας, καὶ ὡς ἡ Λητὼ οὐ μόνον εἰς λήθην ἀλληγορεῖται, ἀλλὰ καὶ εἰς νύκτα τὴν τῷ ἀέρι ∆ιῒ προσήκουσαν, ὅτε μὴ φωτὶ καταλάμπεται, οὐκ ἂν εἴη τις τῶν περὶ λόγους ἀγνοῶν. διὸ καὶ ἐρικυδὴς αὕτη ὡς καὶ τῷ ∆ιῒ τιμία καθ' Ὅμηρον ἁζομένῳ μὴ Λητοῖ [νυκτὶ] ἀποθύμια ἔρδοι. (ῃ. 328) Τοῦ δὲ «ἔραμαι» κοινὸς ὁ ἐνεστώς. ἐρῶ γὰρ ἐράσω, ἵνα ᾖ παθητικὸς παρακείμενος ἀναύξητος. τοιοῦτον δὲ καὶ τὸ ἄγαμαι. εἰπεῖν γὰρ ὡς προϋπάρχει αὐτῶν τὸ ἔρημι καὶ τὸ ἄγημι ὁμοίως τῷ ἵστημι ἀμάρτυρόν ἐστι. Τὸ δὲ «καί με γλυκὺς ἵμερος αἱρεῖ» περιφραστικὴ ἑρμηνεία ἐστὶ τοῦ ἔραμαι, οὗ χρῆσις καὶ παρὰ τῇ Τραγῳδίᾳ, οἷον «ἔραμαι κυσὶ θωΰξαι». Ὁ δὲ γλυκὺς ἵμερος, 3.656 ὁποῖος ὁ τῶν συμβιούντων, πρὸς διαστολὴν τῶν μὴ τοιούτων ἱμέρων εἴρηται. Ὅτι πολλάκις τινὲς ἀγαθὰ συμβουλεύειν δοκοῦντες ὑπούλως, εἶτα λυποῦσιν ἐν τῷ τέλει, ἐὰν λαθεῖν ἐξισχύσωσιν. (ῃ. 329-40) Ἡ Ἥρα γοῦν δολοφρονέουσα δοκεῖ μὲν αἰδημόνως λέγειν τῷ ∆ιῒ νεμεσητὸν εἶναι, εἰ νῦν, φησίν, «ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα», ἤγουν προφανῆ εἰσι. καὶ «πῶς ἂν ἔοι», φησίν, ἤγουν τί ἂν γένοιτο καὶ οἷον ἔσται τὸ τέλος, «εἴ τις νῶϊ θεῶν εὕδοντε ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσητὸν δέ κεν εἴη. ἀλλ' εἰ δή ῥ' ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ», τὸ ἐν φιλότητι δηλαδὴ εὐνηθῆναι, ὃ νῦν ἡ Ἥρα σιωπᾷ, φειδομένη ὀλιγάκις λέγειν τὰ μὴ σεμνά, «ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν, Ἥφαιστος,