191
ἐπιγεγραμμένῳ λόγῳ «Τίς ὁ σῳζόμενος πλούσιος» γράφει, μετὰ τὴν ∆ομετιανοῦ τοῦ τυράν νου τελευτὴν ἐπανελθεῖν ἐκ τῆς Πάτμου τὸν Ἰωάννην τὸν θεολόγον, ἐπισκόπους τε παρακληθέντα τοῖς πλησιοχώροις ἔθνεσι καταστῆσαι, τισὶ δὲ καὶ ὅλας ἐκκλησίας ἁρμόσαι. ἐν οἷς καὶ τὴν περὶ τοῦ νεανίσκου προσ τίθησιν εὔχρηστον ἱστορίαν τοῖς ἐκ πολλῶν ἁμαρτημάτων μεταμελομέ νοις συμβαλλομένην, ὅπως αὐτὸν ἐπισκόπῳ τινὶ τῶν παρὰ τὴν Ἀσίαν παρέθετο, διαμαρτυράμενος αὐτῷ περὶ τῆς αὐτοῦ σωτηρίας. κἀκεῖνος βα πτίσας αὐτὸν καὶ στοιχειώσας τῷ θείῳ λόγῳ εἴασεν· ὃν ἡλικιῶταί τινες ἀπατήσαντες λῄσταρχον διὰ ῥώμην σώματος προεστήσαντο. τοῦτον ὁ θεολόγος ἀπαιτήσας παρὰ τοῦ ἐπισκόπου μετά τινα χρόνον ὡς Χριστοῦ παραθήκην, κἀκείνου διαποροῦντος, εἶτα διδαχθέντος περὶ τοῦ νεανίσκου τὴν ζήτησιν ἀπαιτεῖσθαι καὶ οὐ περὶ χρημάτων, στενάξας ὁ αὐτὸς ἐπί σκοπος ἔφη τεθνάναι θεῷ καὶ ἀρχιλῃστὴν ἀποφῆναι. ὁ δὲ ἀπόστολος αὐτοῦ καταγνούς, φησί, τῆς περὶ τὸν νεανίσκον ἀμελείας, ἔφιππος δι' ἑαυ τοῦ καταλαβὼν τὸ λῃστήριον καὶ τὸν νεανίαν φεύγοντα καταδιώξας εὐχαῖς καὶ δάκρυσιν ἐν γήρει βαθυτάτῳ καταλαμβάνει, λόγοις τε χρηστοῖς καὶ πρὸς μετάνοιαν ἄγουσι καὶ ἐλπίδα ζωῆς φωταγωγήσας, οἰμωγαῖς καὶ δάκρυσι μεθ' ἑαυτοῦ ἐπανήγαγε, τὴν διὰ μετανοίας τε σωτηρίαν καὶ ἄφεσιν χαρισάμενος καὶ τῇ ἐκκλησίᾳ ἐπιστήσας, ὡς πάντας μέγα παρά δειγμα καὶ τρόπαιον ἀναστάσεως καὶ παλιγγενεσίας γνώρισμα τὴν με τάνοιαν διδαχθῆναι ἐν αὐτῷ. Ῥωμαίων βασιλεὺς ιʹ Νερούας ἐβασίλευσεν ἔτος αʹ.
423 ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΠΘ Τῆς θείας σαρκώσεως ἔτη πθʹ Νερούας πράως καὶ
σοφῶς βασιλεύσας νόσῳ τελευτᾷ ἐν κήποις Σαλου στιανοῖς. Ἐπὶ τούτου φησὶν ὁ Φιλόστρατος Ἀπολλώνιον τελευτῆσαι τὸν Τυανέα καταγηράσαντα, καὶ τὰ περὶ τῆς τελευτῆς τῷ Νερβᾷ κατασημᾶναι καὶ γράμμασιν οἰκείοις. Ῥωμαίων ιαʹ ἐβασίλευσε Τραϊανὸς ἔτη ιθʹ.
ΚΟΣΜΟΥ ΕΤΗ ΕΦˉζ Τῆς θείας σαρκώσεως ἔτη ζʹ Ἰοῦστος Τιβερεὺς Ἰουδαῖος
συγγραφεὺς ἐγνωρίζετο. Τερτυλλιανὸς ἱστορεῖ Πλίνιον Σεκοῦνδον ἡγούμενον ἐπαρχίας πλήθη Χριστιανῶν κατακρῖναι θανάτῳ. περὶ ὧν ἀπορῶν τί πράξοι κοινοῦται Τραϊανῷ, μηδὲν ἄξιον θανάτου πράττειν αὐτοὺς πλὴν τοῦ μὴ θύειν εἰδώ λοις, καὶ ὅτι Χριστὸν ὡς θεὸν ἕωθεν ὑμνοῦσιν ἀνιστάμενοι, ἀπεχόμενοι πάντων κακῶν. πρὸς ὃν ἀντέγραψε Τραϊανός, μὴ ἐκζητεῖσθαι Χριστια νούς. Τραϊανὸς δὲ ∆άκας καὶ Σκύθας ὑποτάξας κατ' αὐτῶν ἐθριάμβευσεν, ἐπαρχίαν ποιήσας τὴν ∆ακίαν. Ἐν Ῥώμῃ ἐνεπρήσθη ἡ χρυσῆ οἰκία. Ἀσίας δʹ πόλεις κατεπτώθησαν, Ἐλαία, Μύρινα, Πιτάνη καὶ Κύμη, Ἑλλάδος δὲ Ὀπουντία καὶ Ὤριτος. Τὸ Πάνθεον ὑπὸ κεραυνοῦ διεφθάρη. Γαλατίας γʹ πόλεις σεισμῷ κατεπτώθησαν. Ῥώμης ςʹ ἐπίσκοπος Ἀλέξανδρος ἔτη ιβʹ.
424 ΚΟΣΜΟΥ ΕΤΗ ΕΦˉζΕ Ἰγνάτιος ὁ θεοφόρος βʹ ἐπίσκοπος Ἀντιοχείας ἐπὶ
Τραϊανοῦ τῷ ὑπὲρ Χριστοῦ κατεστέφθη μαρτυρίῳ. Ἀντιοχείας γʹ ἐπίσκοπος Ἥρων ἔτη κʹ.
ΚΟΣΜΟΥ ΕΤΗ ΕΦˉζΣ Ἀλεξανδρείας δʹ ἐπίσκοπος Κέρδων ἔτη ιʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦˉζΖ Ἱεροσολύμων ἐπίσκοπος βʹ Συμεών, ὁ καὶ Σίμων, υἱὸς
τοῦ Κλεόπα ἔτη κγʹ. Οὗτος ἐπὶ Τραϊανοῦ ἐμαρτύρησεν ἐν τῷ κατ' αὐτὸν διωγμῷ. Ἱεροσολύμων ἐπίσκοπος γʹ Ἰοῦστος ἔτη ςʹ Ἱεροσολύμων ἐπίσκοπος δʹ Ζακχεῖος ἔτη δʹ.