191
αὐτοῦ τὴν περὶ τὰ καλὰ καὶ σοῦ ἥκω δεησόμενος τὴν στρατηγίαν ἐπιτρέπειν. ἴσως γὰρ ἡ προθυμία τῇ ἀτολμίᾳ καὶ ἀπειρίᾳ ἀντίῤῥοπος ὀφθεῖσα, χρήσιμον πρός τι τῶν δεόντων ἀποδείξει. πρὸς ταῦτα ὁ βασιλεὺς «ὁρῶ μέν σε» εἶπε «μάλιστα προθυμούμενον Ἀποκαύχῳ τῶν τριήρεων ἐγχειρίζειν τὴν ἀρχὴν, καὶ διὰ τοῦτο οὐδὲ πολὺν περὶ αὐτοῦ βούλομαι ποιεῖσθαι λόγον, ἀλλ' ὃ προείλου πρᾶττε. εὔχομαι δὲ μὴ κἀν τοῖς τοιούτοις αὐτὸς φανεῖσθαι ἀληθεύων.» Τοιαῦτα πρὸς 1.540 ἀλλήλους αὐτῶν διειλεγμένων, ἐπεὶ ἐδέδοκτο παρακοιμωμένῳ 1.540 Βυζαντίου καὶ τῶν νήσων ἐπιτρέπειν τὴν ἀρχὴν ἅμα τοῖς ἐκ τούτων ἐτησίοις φόροις, γράμματα ἐγράφετο βασιλικὰ, ἄρχοντα ἀποδεικνύντα παρακοιμώμενον τοῦ στόλου τοῦ κατὰ Περσῶν, καὶ ἀπὸ τῶν δημοσίων κελεύοντα λαμβάνειν χρυσίου μυριάδας δέκα ὥστε ἔχειν ἔκ τε τούτων καὶ ἀπὸ τῶν ἰδίων, ὡς ὑπέσχετο, τριήρεις τε παρασκευάζειν καὶ τὸ μισθοφορικὸν τρέφειν τὸ ἐν ταύταις. ἐπεὶ δὲ τά τε γράμματα εἰλήφει καὶ τὴν ἀρχὴν ἐνεχειρίσθη, πρὸς Βυζάντιον ἐλθὼν, τὰ μὲν βασιλικὰ γράμματα οὐ παρέσχετο ἀναγινώσκεσθαι ἐπ' ἐκκλησίας, ὡς ἂν εἰδεῖεν πάντες ὡς τῆς περὶ αὐτοὺς εὐνοίας εἴη καὶ κηδεμονίας βασιλέως ὁ στόλος ἔργον ἔκ τε τῶν βασιλικῶν χρημάτων ἡ δαπάνη, ἵνα καὶ ἡ εὐφημία τῶν πολλῶν καὶ ὁ ἔπαινος πρὸς βασιλέα ᾖ. ἀλλὰ ταῦτα μὲν ἀφανείᾳ παρεδίδου· αὐτὸς δὲ τὰ μὲν βασιλικὰ χρήματα παρὰ τῶν τὰ δημόσια πραττόντων λαμβάνων κρύφα, οἴκοθεν δὲ ἀναφανδὸν μεταπεμπόμενος, ἐπλήρου τὰς τριήρεις. ἐξ ὧν αὐτὸς μὲν ἐθηρᾶτο τὴν δόξαν τὴν παρὰ τοῦ πλήθους, καὶ πολὺς ἦν ᾀδόμενος παρὰ πᾶσιν ὡς τῶν οἰκείων οὐ φειδόμενος οὔτε χρημάτων οὔτε πόνων ὑπὲρ τῶν κοινῇ λυσιτελούντων. βασιλεῖ δὲ, ὥσπερ εἰκὸς, προσετρίβετο τὴν μέμψιν καὶ τὸν γογγυσμὸν τὸν παρὰ τῶν πολλῶν ὡς τῶν λυσιτελούντων ὑπηκόοις μηδεμίαν ποιουμένῳ πρόνοιαν. ὅμως δὲ πληρώσας τὰς τριήρεις περιέπλευσε τὰς νήσους μέχρι Χίου, καὶ ἐννέα ναυσὶ Περσικαῖς 1.541 περιτυχὼν ἐκράτησεν αὐτάνδρων καὶ πάλιν ἀπέπλευσεν εἰς Βυζάντιον. πυθόμενος δὲ ὁ βασιλεὺς ὅσα αὐτῷ περὶ τὰ βασιλικὰ γράμματα κακουργηθείη, καὶ ὡς λόγους διαδοίη, μὴ βασιλέως, ἀλλ' ἐκ τῶν ἰδίων εἶναι τὴν δαπάνην τῶν τριήρεων, ὀργῇ τε ἐφέρετο πρὸς αὐτὸν καὶ πρὸς τὸν μέγαν δομέστικον, ὡς ὑπὲρ ἐκείνου πράττοντα ἀεί. «ὁρᾷς» ἔφη «οἷα Ἀπόκαυχος τυρεύει; ἐγὼ δὲ καίτοι πολλάκις ὁρμηθεὶς τὰ δέοντα ποιεῖν, σοῦ κωλύοντος, ἀπεσχόμην. νυνὶ δέ μοι δοκῶ μηδὲν ἐμποδὼν ἔσεσθαι ἃ αὐτὸς οἴομαι λυσιτελεῖν ποιεῖν.» βασιλεὺς μὲν οὖν τοιαῦτα εἶπεν ὀργιζόμενος. ὁ δ' ἑαυτῷ συνειδὼς μάλιστα αἰτίῳ τῶν παρόντων ὄντι, αὐτὸς γὰρ παρέσχετο Ἀποκαύχῳ τὴν ἀρχὴν, βασιλέως ἀντιλέγοντος, σιωπῇ παρῆλθε μηδὲν ἀποκριθείς. βασιλεὺς δὲ ἄχρι ἦρος ἀρχομένου διατρίψας ἐν Θεσσαλονίκῃ, ἄρας ἐκεῖθεν ἦλθεν εἰς ∆ιδυμότειχον καὶ μετὰ μικρὸν ἐγένετο ἐν Βυζαντίῳ. ἐνδιατρίψας δὲ καὶ Βυζαντίοις χρόνον τινὰ οὐχὶ συχνὸν, ἔμελλεν αὖθις εἰς Θρᾴκην ἐξελθὼν πόλιν παλαιὰν κατεσκαμμένην, ἧς φασιν Ἀρκάδιον εἶναι οἰκιστὴν τὸν Θεοδοσίου τοῦ μεγάλου, ἐξ οὗ καὶ τὴν προσηγορίαν ἔλαχεν, Ἀρκαδίου προσαγορευομένη πόλις, αὖθις ἀνοικοδομεῖν, ἔστιν οὗ καὶ ἄχρι νῦν περισωζομένων τῶν τειχῶν, ἀγασθεὶς τοῦ τόπου τὴν εὐφυΐαν. ἦν γὰρ καὶ περὶ τὰς οἰκοδομὰς φιλότιμος ὁ βασιλεὺς, οὐ μόνον χρείας ἕνεκα, ἀλλὰ καὶ ψυχαγωγίας ὢν ἕτοιμος ἀναλοῦν. περὶ 1.542 μὲν γὰρ Θεσσαλονίκην οὔπω πρότερον ὂν τὸ Γυναικόκαστρον προσαγορευόμενον ἐτείχισε, καὶ πύργον ἐπιστήσας μεγέθει τε μέγιστον καὶ καρτερώτατον ἀντισχεῖν πρὸς πολεμίων μηχανάς· ὅθεν ἔλαχε καὶ τὴν προσηγορίαν, ὡς καὶ γυναικείας οὔσης φρουρᾶς, κρείττων ἐσόμενος παντοίας πολεμίων προσβολῆς. καὶ περὶ Φερὰς ἕτερον Σιδηρόκαστρον, καὶ αὐτὸ διὰ τῶν τειχῶν τὸ εὐπαγὲς καὶ λίαν ὀχυρὸν ὠνομασμένον. Ἀμφίπολιν δὲ τὴν ἐν Στρυμόνι πόλιν Ἑλληνίδα παλαιὰν, ἐκ πολλῶν ἐτῶν κατεσκαμμένην αὖθις ἐτείχισεν ὁ βασιλεὺς καὶ συνῴκισεν ἐκ τῶν πέριξ πόλεων πέμψας ἀποικίας. οὐ μὴν ἀλλὰ καὶ περὶ Θρᾴκην παράλιον ἑτέραν πόλιν κατεσκαμμένην καὶ αὐτὴν, ἧς φασιν