191
θρασὺς καὶ κατὰ χεῖρα δραστήριος ̓Ελεάζαρ καλούμενος, ος ἐξιέναι καὶ κωλύειν τὴν χῶσιν παρακαλῶν τοὺς πολλούς, ἐν ταῖς μάχαις ἐπιφανέστατος γέγονε, πολλὰ δεινὰ τοὺς ̔Ρωμαίους διατιθείς. καί ποτε τῆς μάχης διακριθείσης αὐτὸς μείνας εξω τῶν πυλῶν τοῖς ἐπὶ τοῦ τείχους ὡμίλει. ̔Ροῦφος δέ τις τοῦ ̔Ρωμαϊκοῦ στρατοπέδου, τὸ γένος Αἰγύπτιος, ἐξαίφνης ἐπιδραμών, σὺν οπλοις αὐτοῖς τὸν ̓Ελεάζαρ ἀράμενος φθάνει μεταθεὶς εἰς τὸ ̔Ρωμαίων στρατόπεδον. τοῦ δὲ στρατηγοῦ γυμνωθῆναι κελεύσαντος αὐτὸν καὶ μαστίζεσθαι βλεπόντων τῶν ἐκ τῆς πόλεως, ἀθρόα ἡ πόλις ἀνῴμωξε. τοῦτο κατὰ τῶν πολεμίων ὁ Βάσσος στρατήγημα ἐποιήσατο, καὶ σταυρὸν προσέταξε καταπήγνυσθαι, ὡς αὐτίκα κρεμάσων τὸν Ἐλεάζαρον. οἱ δ' ἀπὸ τοῦ φρουρίου ὁρῶντες ὠδυνῶντο μᾶλλον καὶ ἀνῴμωζον διωλύγιον. καὶ ὁ ̓Ελεάζαρ ἱκέτευε σφᾶς μήτ' αὐτὸν περιιδεῖν ουτω θνήσκοντα καὶ ἑαυτοῖς τὴν σωτηρίαν προμηθεύσασθαι, ειξασι τῇ ̔Ρωμαίων ἰσχύϊ καὶ τύχῃ. οἱ δὲ καὶ πρὸς τοὺς ἐκείνου κατακλώμενοι λόγους, καὶ πολλῶν ενδον ὑπὲρ αὐτοῦ δεομένων, ην γὰρ ἐκ μεγάλης καὶ σφόδρα πολυανθρώπου συγγενείας, εἰς οικτον ἐνέδωκαν. καὶ στείλαντες τὴν τοῦ φρουρίου παράδοσιν ἐπηγγέλλοντο, ινα ἀδεεῖς ἀπαλλάττωνται, τὸν ̓Ελεάζαρ λαβόντες. 2.80 ∆εξαμένου δὲ τοῦ στρατηγοῦ ταῦτα, οἱ ἐν τῇ κάτω πόλει τὴν γινομένην ἰδίᾳ τοῖς ̓Ιουδαίοις πυθόμενοι σύμβασιν, ἀποδρᾶναι νυκτὸς αὐτοὶ ἐβουλεύσαντο. καὶ τὰς πύλας αὐτῶν ἀνοιξάντων, παρὰ τῶν τὴν ὁμολογίαν πεποιημένων πρὸς τὸν Βάσσον ηκε μήνυσις. οἱ μὲν ουν τῶν ἐξιόντων ἐρρωμενέστατοι εφθασαν διεκπεσεῖν, τῶν δ' ενδον καταληφθέντων ανδρες μὲν ἀνῃρέθησαν ἐπὶ χιλίοις ἑπτακόσιοι, γύναια δὲ καὶ παῖδες ἠνδραποδίσθησαν. τὰς δὲ πρὸς τοὺς παραδόντας τὸ φρούριον ὁμολογίας φυλάσσων ὁ Βάσσος αὐτούς τε ἀφῆκε καὶ τὸν ̓Ελεάζαρ ἀπέδωκε. Ταῦτα διαπραξάμενος ἠπείγετο ἐπὶ τὸν λεγόμενον ̓Ιάρδην δρυμόν· πολλοὶ γὰρ πρὸς αὐτὸν ησαν τῶν κατὰ τὰς πολιορκίας πρότερον ἀποδράντων. ἐλθὼν ουν ἐπὶ τὸν τόπον, κυκλοῦται αὐτὸν τοῖς ἱππεῦσιν απαντα, τοὺς δὲ πεζοὺς δενδροτομεῖν τὴν υλην ἐκέλευσεν. οἱ δ' ἐκεῖ προσπεφευγότες ̓Ιουδαῖοι ἀθρόοι μετὰ βοῆς ᾳξαντες ἐνέπιπτον τοῖς κυκλωσαμένοις αὐτούς. ὡς δὲ καρτερῶς αὐτοὺς ἐκεῖνοι ἐδέχοντο, χρόνος μὲν οὐ βραχὺς τῇ μάχῃ ἐτρίβη, τέλος δὲ αὐτῇ οὐχ ομοιον τοῖς ἐναντίοις ἀπέβη μέρεσι. ̔Ρωμαίων μὲν γὰρ επεσον δώδεκα, ὀλίγοι δ' ἐτρώθησαν, τῶν δὲ ̓Ιουδαίων ἐκ τῆς μάχης ταύτης οὐδεὶς διέφυγεν, ἁλόντες δὲ καὶ τρισχιλίων οὐχ ηττους πάντες ἀπέθανον. Βάσσος μέντοι καὶ Λεβέριος Μάξιμος, ος ην ἐπίτροπος, πᾶσαν τὴν γῆν ἀποδόσθαι τῶν ̓Ιουδαίων παρὰ Καίσαρος ἐκελεύσθησαν. ὀκτακοσίοις δὲ μόνοις ἀπὸ τῆς στρατείας διαφειμένοις χωρίον εδωκεν εἰς κατοίκησιν, ο καλεῖται μὲν ̓Αμαοῦς, ἀπέχει δὲ τῶν ̔Ιεροσολύμων σταδίους τριάκοντα. φόρον δὲ τοῖς 2.81 ὁπουδήποτε ουσιν ̓Ιουδαίοις ἐπέταξε δύο δραχμὰς εκαστον ἐτησίως εἰσφέρειν εἰς τὸ Καπιτώλιον, ωσπερ πρότερον εἰς τὸν ἐν ̔Ιεροσολύμοις ναὸν συνετέλουν. Βάσσου δὲ τελευτήσαντος Φλάβιος Σίλβας διαδέχεται τὴν ἡγεμονίαν. ος ἐπὶ Μασάδαν τὸ φρούριον ἐστράτευσε, μόνον ετι τῶν ἀφεστηκότων περιλειφθέν. κατεῖχον δὲ τοῦτο σικάριοι, ων προειστήκει δυνατὸς ἀνὴρ ̓Ελεάζαρ, ἀπόγονος ̓Ιούδα τοῦ πείσαντος πολλοὺς ̓Ιουδαίων μὴ πείθεσθαι ταῖς ἀπογραφαῖς ἐπὶ Κυρηνίου. καὶ τῆς μὲν χώρας εὐθὺς ἐκράτει, τὸ δὲ φρούριον τείχει περιεκύκλωσε, τὴν εἰς φυγὴν εξοδον τοῖς ενδον ἀποφραγνύς. ειτα πρὸς πολιορκίαν ἐτράπετο, καὶ χῶμα χώσας ενθα δυνατὸν ην, ἐπὶ πέτρας γὰρ ὑψηλῆς τὸ φρούριον ᾠκοδόμητο, φάραγξι βάθος ἐχούσαις απειρον ἐστεφανωμένης, ἐπήγαγε τὴν ἑλέπολιν καὶ διέρρηξε μέρος τοῦ τείχους. ωφθη δ' ετερον ἐντὸς ὑπὸ τῶν σικαρίων ἀντοικοδομηθὲν τοιοῦτον οιον μηδὲ ταῖς ἐμβολαῖς ειξειν μέλλον τῶν ἑλεπόλεων. ἐκ ξύλων γὰρ ην δύο στίχους παραλλήλους ἐχόντων, ων μέσον συνεφόρουν τὸν χοῦν. αἱ γοῦν τῶν μηχανημάτων ἐμβολαὶ οὐ μόνον οὐ διερρήγνυον τοῦτο, ἀλλὰ καὶ στερρότερον τῷ σάλῳ συνιζάνον εἰργάζοντο· διὸ τοῖς στρατιώταις ὁ Σίλβας