πρότερον μὲν πρὸς τὴν σύγκλητον, εἶτα καὶ ἔκ τινος περιωπῆς πρὸς τὸ πλῆθος, αὐτοῖς μὲν εὐχαριστίας, ὡς εἰκός, ἀπέδοτο καὶ εὐχὰς τῆς εἰς αὐτὴν εὐνοίας, τὴν περὶ τοῦ βασιλέως δὲ γνώμην ἐζήτει, τί δεῖ γενέσθαι αὐτόν. καὶ πάντες ὁμοφώνως ἀνέκραγον· αἶρε τὸν παλαμναῖον, ποίησον ἐκ μέσου τὸν ἀλιτήριον· ἀνασκολοπισθήτω, σταυρωθήτω, τυφλωθήτω. ἡ δὲ ὤκνει πρὸς τὴν τιμωρίαν καὶ συμπαθὴς τῷ δυστυχοῦντι ἐγίνετο. ἀλλ' ἡ Θεοδώρα ὀργῆς ὑποπλησθεῖσα καὶ παρρησίας τῷ νεωστὶ προβληθέντι ἐπάρχῳ (ἦν δὲ ὁ Καμπανάρης) κελεύει μετὰ σπουδῆς ἀπελθεῖν καὶ ἐξορύξαι αὐτοῦ τε καὶ τοῦ θείου τούτου τοὺς ὀφθαλμούς. ὃς ἐξελθὼν συνεπομένου αὐτῷ καὶ τοῦ δήμου παντὸς ἀπῆλθεν εἰς τὰ Στουδίου. ὁ δὲ Μιχαὴλ καὶ ὁ τούτου θεῖος ὡς ᾔσθοντο τὴν τοῦ λαοῦ παρουσίαν, ἐν τοῖς ἀδύτοις τοῦ ναοῦ τοῦ προδρόμου κατέφυγον. ἀλλὰ φλεγμαίνων ἔτι τῷ θυμῷ διὰ τοὺς ἀναιρεθέντας ὁ δῆμος εἴσεισι πρὸς βίαν εἰς τὸν θεῖον ναόν, καὶ ἀφαρπάσαντες ἐκεῖθεν αὐτοὺς εἷλκον διὰ τῆς ἀγορᾶς ἀπὸ τῶν ποδῶν, καὶ ἄνωθεν τῆς περιβλέπτου μονῆς ἐν τῷ τόπῳ τῷ καλουμένῳ Σίγματι ἀγαγόντες ἀποτυφλοῦσι καὶ ἄμφω, τοῦ Μιχαὴλ πολλὰ καθικετεύσαντος πρότερον τὸν ἑαυτοῦ τυφλωθῆναι θεῖον, ὡς πάντων τῶν γενομένων κακῶν καὶ πρωτουργὸν καὶ αἴτιον· ὃ καὶ ἐγένετο. τυφλωθέντες οὖν ἐξορίζονται, ὁ μὲν Μιχαὴλ εἰς τὸ μοναστήριον τῶν Ἐλεγμῶν εἰκάδι πρώτῃ μηνὸς Ἀπριλλίου, ἰνδικτιῶνος δεκάτης τοῦ φνʹ ἔτους, βασιλεύσας ἐπὶ μῆνας τέσσαρας καὶ ἡμέρας πέντε, καὶ οἱ συγγενεῖς δὲ πάντες αὐτοῦ ἄλλος ἀλλαχοῦ διεσπάρησαν.
Const9.t ΚΩΝΣΤΑΝΤΙΝΟΣ Ο ΜΟΝΟΜΑΧΟΣ Const
9.1 Πάλιν δὲ τῆς ἀρχῆς ἐς τὴν Ζωὴν μετακυλισθείσης, συμβασιλεύουσαν
ἔχουσαν, ὡς εἴπομεν, οὐχ ἑκοῦσαν καὶ τὴν ἀδελφὴν Θεοδώραν, τιμῶν μὲν ἡ σύγκλητος προβιβασμοῖς ἐγεραίρετο καὶ δωρεῶν διανομαῖς τὸ κοινόν, καὶ τὰ πράγματα προμηθείας τῆς ἐνδεχομένης ἐτύγχανε, γραμμάτων ἁπανταχοῦ καὶ διαταγμάτων ἐκπεμπομένων, ἀπριάτην τε τὰς ἀρχὰς γίνεσθαι, καὶ μὴ ὠνίους, ὡς πρότερον, ὑπισχνουμένων, καὶ πᾶσαν ἀδικίαν ἐκ μέσου διοριζομένων ἐλαύνεσθαι. τούτων δὲ καταστάντων, ὡς τοῖς κρατοῦσιν ἐδόκει, ἤχθη καὶ ὁ νωβελίσσιμος Κωνσταντῖνος ἀπὸ τῆς ὑπερορίας καὶ περὶ τῶν δημοσίων ἀνακρινόμενος χρημάτων, τὰς ἀπειλὰς πτοηθείς, ὑπέδειξεν ἐν τῷ κατὰ τοὺς ἁγίους ἀποστόλους οἴκῳ αὐτοῦ κεκρυμμένα ἔν τινι κινστέρνῃ χρυσίου κεντηνάρια πεντήκοντα ἐπὶ τρισί. καὶ ταῦτα μὲν διεκομίσθη τῇ βασιλίδι, ἐκεῖνον δ' αὖθις ἡ ὑπερορία ἐδέξατο. προχειρίζεται δὲ ἡ βασιλὶς δομέστικον τῶν σχολῶν τῆς ἀνατολῆς Νικόλαον πρόεδρον τὸν εὐνοῦχον τοῦ ἰδίου πατρός, καὶ δοῦκα τῆς δύσεως Κωνσταντῖνον πατρίκιον τὸν Καβάσιλαν· τὸν δὲ πατρίκιον Γεώργιον τὸν Μανιάκην, ἤδη παρὰ τοῦ Μιχαὴλ φθάσαντα τῆς φρουρᾶς ἀπολυθῆναι, μάγιστρον τιμήσασα στρατηγὸν αὐτοκράτορα τῶν ἐν Ἰταλίᾳ ταγμάτων ἐκπέμπει. καὶ ταῦτα μὲν γέγονεν οὕτως. βουλῆς δὲ προτεθείσης περὶ βασιλέως, καὶ δόξαν τοῖς πᾶσι βασιλέα προχειρισθῆναι καὶ τῇ Ζωῇ νομίμως συναφθῆναι, ἔσπευδε μὲν αὐτὴ Κωνσταντῖνον ἀγαγέσθαι τὸν κατεπάνω, ὃν δὴ καὶ Ἀρτοκλίνην ἀφ' ἧς ὑπηρεσίας μετεχειρίσατο ἀπεκάλουν. ἦν γὰρ ὁ ἀνὴρ εὐπρεπὴς τὴν ὥραν, ἐλέγετο δὲ καὶ λάθρᾳ τῇ Ζωῇ πλησιάζειν. ἀλλὰ τοῦτον μὲν ἡ σύνοικος φαρμάκοις ἐξάγει τοῦ βίου, οὐκ ἐπειδὴ ἀποστόργως εἶχε πρὸς αὐτόν, ἀλλ' ἐπειδὴ ἔμελλε τούτου ἔτι ζῶντος στερίσκεσθαι. καὶ λοιπὸν ἀστοχήσασα ἡ βασιλὶς τοῦ σκοποῦ, μεταπέμπεται ἀπὸ τῆς ἐξορίας Κωνσταντῖνον τὸν Μονομάχον, παρὰ τοῦ ὀρφανοτρόφου τὴν νῆσον Μιτυλήνην κατακριθέντα οἰκεῖν διὰ τὸ παρὰ πάντων φημίζεσθαι, ὡς μέλλει κρατῆσαι τῆς βασιλείας. τοῦτον γάρ, ὁπηνίκα τὸν ἕτερον ἐβουλεύετο Κωνσταντῖνον εἰς τὸν βασίλειον θρόνον ἀναγαγεῖν, δικαστὴν Ἑλλήνων