191
«Μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίαν. Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν.» «Παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου· ὅτι ἐζήλωσα,» καὶ τὰ λοιπά. -»Ἰδοὺ οὗτοι οἱ ἁμαρτωλοὶ, καὶ οἱ εὐθηνοῦντες εἰς τὸν αἰῶνα.» «Θεὸς κριτής ἐστι· τοῦτον ταπεινοῖ, καὶ τοῦτον ὑψοῖ.» «Μὴ ζηλούτω σου ἡ καρδία ἁμαρτωλοὺς, ἀλλ' ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν.» «Θησαυρίζεται δικαίοις πλοῦτον ἀσεβῶν.» «Ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἀσεβῶν, καὶ ὡς χοῦς φερόμενος· καὶ ἔσται ὡς στιγμὴ, καὶ ἔσται ὡς ἐνυπνιαζόμενος καθ' ὕπνον ὁ πλοῦτος τῶν ἐθνῶν· καὶ ἔσονται ἐν τῷ ὕπνῳ πίνοντες καὶ 96.68 ἐσθίοντες, καὶ ἐξαναστάντων αὐτῶν μάταιον τὸ ἐνύπνιον. Καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς ὁ πίνων, καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν ἐθνῶν.» «∆ίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι· πλὴν κρίματα λαλήσω πρὸς σέ. Τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθέτημα. Ἐφύτευσας αὐτοὺς, καὶ ἐῤῥιζώθησαν· ἐτεκνοποίησαν, καὶ ἐποίησαν καρπόν. Ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν.» «Μὴ ζηλώσῃς δόξαν ἁμαρτωλῶν.» «∆ι' ὧν ἐκολάσθησαν οἱ ἐχθροὶ αὐτῶν, διὰ τοῦτο αὐτοὶ ἀποροῦντες εὐεργετήθησαν.» «Καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν, μήπω γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν, ἢ κακὸν, ἐῤῥήθη αὐτῇ, ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι, καθὼς γέγραπται· Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα. Τί οὖν ἐροῦμεν; Μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο. Τῷ Μωσῇ γὰρ λέγει· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Λέγει γὰρ ἡ Γραφὴ τῷ Φαραῶ, ὅτι Εἰς αὐτὸ τοῦτο ἐξέγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου. Ἄρα οὖν ὃν θέλει, ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. Ἐρεῖς οὖν μοι, Τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;» «Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!» Κἂν οἱ λόγοι τῶν παρὰ Θεοῦ οἰκονομουμένων διαφεύγωσιν ἡμᾶς, πάντως γε παρὰ τοῦ σοφοῦ καὶ ἀγαπῶντος ἡμᾶς οἰκονομηθὲν, ἀποδεκτόν ἐστι, κἂν ἐπίπονον ᾖ. Ἡ παρὰ τοῦ δικαιοκρίτου οὐρανόθεν ἐπαγομένη ἡμῖν δικαιοσύνη, ἐπανορθωτικὴ οὖσα καὶ ἀνταποδοτικὴ, πολὺ ἔχει τὸ δυσθεώρητον, διὰ τὸ ὕψος τῶν ἐναποκειμένων αὐτῇ δογμάτων. Τοῦτο γὰρ οἶμαι λέγειν τὸν ψαλμῳδὸν, Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ. Ἀμαθεῖς ἐσμεν, ὥστε τὰ ἄῤῥητα τοῦ Θεοῦ κρίματα δοκιμάζειν. -Ἄλλοι μὲν εὐπλοοῦσι τῶν Θεῷ φίλων, ἄλλοι δὲ δυσπλοοῦσιν οὐδὲν χείρονες. Τίς οἶδε τούτων τοὺς λόγους, πλὴν σοῦ, Λόγε; Τίς οἶδεν, εἰ ὁ μὲν διὰ κακίαν κολάζεται, ὁ δὲ ὡς ἐπαινούμενος αἴρεται, ἀλλὰ μὴ τοὐναντίον, ὁ μὲν διὰ πονηρίαν ὑψοῦται, ὁ δὲ δι' ἀρετὴν δοκιμάζεται· 96.69 Ὁ μὲν πλεῖον ἐπαιρόμενος, ἵνα καὶ πέσῃ χαλεπώτερον, ὅλην ἐώμενος πρότερον ὥσπερ τινὰ νόσον ἐκρῆξαι τὴν ἑαυτοῦ κακίαν, ἵνα καὶ κολασθῇ δικαιότερον· ὁ δὲ καὶ παρὰ δόξαν πιεζόμενος, ἵνα ὥσπερ χρυσὸς ἐν καμίνῳ δοκιμασθεὶς, τῆς κακίας, εἴ τι καὶ μικρὸν εἶχε, τοῦτο ἐκτήξῃ. Κύκλος τίς ἐστιν, ἀδελφοὶ, τῶν ἀνθρωπίνων πραγμάτων, καὶ παιδεύει διὰ τῶν ἐναντίων ἡμᾶς ὁ Θεός. Ὥσπερ συνεστήσατο τὰ πάντα σοφῶς, καὶ συνέδησεν, οὕτω σοφῶς τὰ πάντα διεξάγων, καὶ κυβερνῶν τοῖς ἀνεφίκτοις αὐτοῦ καὶ ἀνεξιχνιάστοις αὐτοῦ κρίμασιν. Ἓν μόνον πεπεῖσθαι χρὴ, ὅτι συμφερόντως ἡμῖν ἅπαντα οἰκονομεῖται παρὰ Θεοῦ, τὸν δὲ τρόπον μηκέτι ζητεῖν, μήτε ἀγνοοῦντας ἀσχάλλειν ἢ ἀθυμεῖν. Οὔτε γὰρ δυνατὸν ταῦτα εἰδέναι, οὔτε συμφέρον, τὸ μὲν διὰ τὸ θνητοὺς εἶναι, τὸ δὲ διὰ τὸ ταχέως εἰς ἀπόνοιαν αἴρεσθαι. Φασί τινες· ∆ιὰ τί ∆ίκαιοι