191
Θεοδοτίων. Ἐπειδὴ γὰρ ἐξ αὐτῶν ἔμελλε κατὰ σάρκα βλαστήσειν ὁ ∆εσπότης Χριστὸς, συνελη λύθει δὲ τὰ ἔθνη πρόῤῥιζον ἀνασπᾶσαι τῶν Ἰουδαίων τὸ γένος βουλόμενα, ταύτην αὐτοὺς προσενεγκεῖν διδάσκει τὴν δέησιν τὸ πανάγιον Πνεῦμα, ὅτι οὐ καθ' ἡμῶν μόνον τῇ πανουργίᾳ καὶ ταῖς ἐπιβολαῖς κέχρηνται, ἀλλὰ καὶ κατὰ τοῦ ἀποκρύφου σου, καὶ ἐν ἡμῖν ἀποκεκρυμμένου, ὃν ἀνθήσειν ἐκ τῆς Ἰούδα φυλῆς προηγόρευσε. Τῆς γὰρ ῥίζης ἐκτε μνομένης, πόθεν ὁ καρπὸς φυήσεται; Τοῦτο δὲ 80.1533 καὶ διὰ Ἡσαΐου δεδήλωκεν ὁ τῶν ὅλων Θεός. "Ὃν τρόπον, φησὶν, ὅτ' ἂν εὑρεθῇ ῥὼξ ἐν τῷ βότρυϊ, καὶ ἐροῦσι, Μὴ λυμήνῃ αὐτὸν, ὅτι εὐλογία Κυρίου ἐστὶν ἐν αὐτῷ, οὕτω ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι· διὰ τοῦτον οὐ μὴ ἀπολέσω πάντας, καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα, καὶ τὸ ἐξ Ἰούδα, καὶ τότε, φησὶ, τοὺς λοιποὺς πανωλεθρίᾳ παραδώσω." ∆ιὰ τὴν ῥῶγα τοίνυν τὴν μίαν ἅπας ὁ βότρυς κηδε μονίας ἀπήλαυσε, μᾶλλον δὲ ἅπας ὁ ἀμπελών· ἐκείνης δὲ ληφθείσης, καὶ μετ' ἐκείνου συλλε γέντος τοῦ ἄλλου καρποῦ, ὁ λοιπὸς ἀμπελὼν παρε δόθη θηρίοις, καὶ λυμαίνεται αὐτὸν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατανέμεται, καὶ πάντες οἱ παραπορευόμενοι τὴν ὁδὸν συμπατοῦσιν ὡς βούλον ται. Τοῦτο δὲ καὶ ἐνταῦθα προσευχόμενοι λέγουσιν, ὅτι, Οὐ καθ' ἡμῶν μόνον, ἀλλὰ καὶ κατὰ τοῦ ἀποκε κρυμμένου σου τολμῶσι λυττᾷν. [Τὸ γὰρ, Ἆρον, ἆρον, σταύρωσον, δήλους αὐτοὺς πεποίηκε ὡσανεὶ κυνῶν δίκην λυττῶντας. Τούτοις δὲ σύμφωνα καὶ τὰ ἐπαγόμενα.] εʹ. Εἶπον, ∆εῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους· καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι." Πανωλεθρίαν ἡμῖν ἐπάγειν βούλονται, καὶ λήθῃ παραδοῦναι τὸν πολυθρύλλητον Ἰσραήλ. Εἶτα κατα λέγει τοὺς ὁμόρους, ὑφ' ὧν συγκληθέντες καὶ οἱ ἄλλοι συνῆλθον. ʹ. "Ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτὸ, κατὰ σοῦ διαθήκην διέθεντο." Οἱ δὲ τὸν κατὰ σοῦ πόλεμον συμφώνως ἀναδεξάμενοι, εἰσί. ζʹ. "Τὰ σκηνώματα τῶν Ἰδουμαίων, καὶ Ἰσμαηλῖται." Ἰδουμαῖοι ἀπὸ τοῦ Ἠσαῦ τὸ γένος κατῆγον. Ἐδὼμ γὰρ ὁ Ἠσαῦ ὠνομάσθη· Ἰσμαηλῖταιδὲ, τοῦ Ἰσμαὴλ ἀπόγονοι. "Μωὰβ, καὶ οἱ Ἀγαρηνοί." Μωὰβ τοῦ Λὼτ υἱὸς, ἔθνος δὲ καὶ ἐκ τούτου συνέστη Ἀγαρηνοὶ, ἄλλη φυλὴ τοῦ Ἰσμαὴλ, ἀπὸ τῆς Ἄγαρ ὠνομασμένη· μήτηρ δὲ αὕτη τοῦ Ἰσμαήλ. ηʹ. "Γεβὰλ, καὶ Ἀμμὼν, καὶ Ἀμαλήκ." Ὁ δὲἈμαλὴκ, ἔκγονος καὶ αὐτὸς τοῦ Ἠσαῦ· ἔθνος μέντοι καὶ ἀπὸ τούτου συνέστη· Ἀμμὼν τοῦ Λὼτ υἱός· τμῆμα δέ εἰσι καὶ οὗτοι τῆς Ἀραβίας· καὶ Γεβαληνοὶ δὲ τῆς Ἰδουμαίας περίοικοι. "Ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον." Ἀλλοφύλους οἱ ἄλλοι Φιλιστιαίους καλοῦσιν ἑρμηνευταί· οὓς ἡμεῖς ὀνομάζομεν Παλαιστινούς· οὗτοι γὰρ μόνοι καταλειφθέντες ἐκ τοῦ γένους τοῦ Χαναὰν, καὶ παρὰ τὸν Ἰσραὴλ οἰκοῦντες, εἰκότως ἀλλόφυλοι διαφερόν τως ἐκλήθησαν. 80.1536 θʹ. "Καὶ γὰρ καὶ Ἀσσοὺρ συμπαρεγένετο μετ' αὐτῶν." Ἀσσύριοι κατ' ἐκεῖνον οὐκ ἐβασίλευον τὸν καιρόν· αἰνίττεται τοίνυν ὁ λόγος τοὺς Σαμαρείτας, ἀποίκους Ἀσσυρίων ὄντας, μετὰ τὴν αἰχμαλωσίαν τῶν δέκα φυλῶν ἐν ταῖς ἐκείνων οἰκήσαντας πόλεσιν. "Ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ." ∆ηλοῖ δὲ ὁ λόγος, Μωαβίτας καὶ Ἀμμανίτας διαφερόντως κατὰ τοῦ λαοῦ θρασυνθέντας, καὶ τὰ λοιπὰ συναγείραντας ἔθνη. ιʹ, ιαʹ. "Ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σισάρᾳ· ὡς τῷ Ἰαβὶν ἐν τῷ χειμάῤῥῳ Κισσῶν. Ἐξωλοθρεύθησαν ἐν Ἀενδώρ." Τῶν προτέρων εὐεργεσιῶν μνημονεύουσιν εὐγνώμονες, τὴν αὐτὴν αἰτοῦντες ἐπικουρίαν· τούτους μέν τοι τοὺς στρατ ηγοὺς Βαραὰκ καὶ ἡ προφῆτις ∆εβόῤῥα κατέλυ σεν. "Ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ." Ἄταφοι γὰρ διαμείναντες διελύθησαν, καὶ οἷόν τις κόπρος τῇ γῇ συνεμίγησαν. ιβʹ, ιγʹ. "Θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ, καὶ Ζὴβ, καὶ Ζεβεὲ, καὶ Σαλμανᾶν. Πάντας τοὺς ἄρχοντας αὐτῶν." Καὶ τούτων ἡ τῶν Κριτῶν ἱστορία μέμνηται· ἀνεῖλε δὲ αὐτοὺς Γεδεὼν ὑπὸ τῆς θείας χάριτος στρατηγούμενος. Τούτοις παρα πλησίως, καὶ τοὺς σφετέρους πολεμίους ἀντιβολοῦσι καταλυθῆναι, καὶ τὴν αἰτίαν διδάσκουσιν. "Οἵ τινες εἶπον· Κληρονομήσωμεν, ἑαυτοῖς τὸ ἁγια στήριον τοῦ Θεοῦ." Νεανιεύονται γὰρ, καὶ θρα σύνονται καὶ τοῦ ἀνακειμένου σοι κρατήσειν