191
κεφαλαίων τοιοῦτον τὸ παριστάμενόν μοι. ὑπογράψας πρεσβύτερος τῇ ἀσεβείᾳ μετανοεῖν ὀφείλει καὶ προσκλαίειν θερμῶς συγχωρηθῆναι αὐτῷ τὸ ἀσέβημα, λειτουργεῖν δέ, κἂν οὐ μνημονεύῃ τοῦ ἀσεβοῦς, οὐδαμῶς, ἀλλ' εἴργεσθαι τῆς ἱερουργίας, ἕως ἂν ἐπίδοι Κύριος καὶ δοίη καιρὸν ὀρθοδόξου συνόδου, ἐν ᾗ λήψεται ἕκαστα τὰ κατ' ἀξίαν θεοκρίτως. ἐγὼ δὲ συμβουλεύω, εἰ μετέσχεν τῆς ἀσεβοῦς κοινωνίας ἐν μεταλήψει, καὶ τῶν ἁγιασμάτων ἀπέχεσθαι μέχρις ἑνὸς ἢ δυοῖν χρόνοιν· γέγραπται γάρ, οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων, οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. τὸ δ' αὐτὸ καὶ ἐπὶ τῶν ἐκκλησιῶν· τίς συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων; οὐ δεῖ οὖν εἰσιέναι εἰς τὰ μαρτύρια τῶν αἱρετικῶν προστέτακται ἡμῖν ὑπὸ τῆς ἁγίας συνόδου, οὐκ οἶδα, εἰ μὴ ὑπ' ἐξουσίαν τελέως γίνοιτο ὁ ναὸς ὀρθοδόξου τοῦ μηκέτι λειτουργεῖσθαι ὑφ' αἱρετικοῦ· τότε γὰρ καὶ εἰσιτέον καὶ λειτουργητέον τὸν ὀρθόδοξον, οὐκ ὄντος προκρίματος τὰ προλαβόντα. Οὕτω φρονῶ, πάτερ μου, ὁ ταπεινός, ἀναθεωρῶν τὰ ὑπὸ τῶν θείων πατέρων παραδείγματα, τῆς σῆς δ' ἂν εἴη τελειότητος τὰ κρείττονα καὶ θεωρῆσαι καὶ ἐμοῖς ὄμμασιν ὑποδεῖξαι. ἐρρωμένος καὶ ἐναθλῶν ὑπὲρ θεοῦ διαφυλαχθείης μοι ἔτι, ὁ ἐξάκουστος ἐν πατράσιν, ὁμοῦ τε καὶ ὑπερευχόμενός μου τῆς ἀναξιότητος· τὸ μὲν ἀγάπης, τὸ δὲ διὰ τὴν κελεύουσαν ἐντολήν. 295 {1Γρηγορᾷ λαϊκῷ}1 Ἐπέγνων σου, ἄνθρωπε τοῦ θεοῦ, τὴν ἐπιστολήν· ἀλλ' ἰδού σοι καὶ ἕτεροι ὁμολογηταί, τοὺς περὶ τὸν οἰκονόμον λέγω. ἔχου τοῦ ἁγίου ἔργου σου, τῆς ἐν Κυρίῳ προσφορᾶς σου, ἱερούργησον ἑαυτὸν διὰ τῆς ὑπηρεσίας. εἰ καὶ ὑποκίνδυνον τὸ ἐγχείρημα, ἀλλὰ θεὸς ὁ ἐξαιρούμενος· αὐτὸς γάρ σε κατέστησεν ὑπηρέτην τῶν μαρτύρων αὐτοῦ, ἀλείπτην τῶν ὁμολογητῶν, βοηθὸν τῶν ὀκλαζόντων. διέρχου τὴν θείαν διακονίαν σου, Χριστὸς προπορευόμενός σου, μὴ πτοοῦ. Τὰς ἰσχάδας λόγῳ ἐδεξάμην ἀλλ' οὐκ ἔργῳ διὰ τὸν ἐγκλεισμόν. ἐπέστειλα τῷ πρεσβυτέρῳ, καὶ χάρις τῷ θεῷ ὅτι συνδιακονεῖ σοι παρὰ θεοῦ κληθείς. προσεύχου περὶ ἡμῶν, ἀδελφὲ καὶ κοινωνὲ τῶν παθημάτων. 296 {1Ναυκρατίῳ τέκνῳ}1 Ὅτι ζῇς ἐν Κυρίῳ καὶ διαμένεις ἄτρεπτος τῆς ἐν πίστει θεοῦ ἀληθείας μαθὼν διὰ τοῦ γράμματός σου, τέκνον μου καὶ ἀδελφὲ ἐπιπόθητε, ηὐχαρίστησα περιχαρῶς λίαν τῷ ἀγαθῷ θεῷ ἡμῶν· καὶ γάρ, εἰ καὶ περὶ πάντων μοι μέριμνα τῷ ἁμαρτωλῷ, ὅμως ἐναγώνιος σὺ ὁ διαφερόντως ποθητός τε καὶ τίμιος, οὐχ ἁπλῶς, ἀλλ' ὡς τῶν ἁπάντων προύχων ἐν τῇ ἀδελφότητι καὶ ὅτι ἐν ἄρκυσι μᾶλλον ὑπάρχεις τῶν ἀσεβούντων. Ἀλλ' ὅπῃ θεὸς καὶ θεοῦ ἀλήθεια, ἐκεῖ ἀσθενῆ τὰ ἀνθρώπινα· οὐδὲν γὰρ οὐδαμῶς δύναιτ' ἂν μετακινῆσαι τὸν οὕτως βεβαιόπιστον, κἂν ἡ γῆ ταράσσοιτο, κἂν μετατίθοιντο ὄρη ἐν καρδίαις θαλασσῶν, καθὼς ᾄδει ὁ ἅγιος ∆αυίδ. διὸ διψυχίαν ἀποθέμενοι πᾶσαν δι' ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν· ὃς δῴη δύναμιν καὶ κραταίωσιν ἐνεγκεῖν ἡμᾶς τὰ ὑπὲρ αὐτοῦ παθήματα μέχρις αἵματος, ἤγουν θανάτου, καὶ μακάριος ὃς πιστεύσει ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις ὑπ' αὐτοῦ. οὐκ ἐᾷ με ὁ χρόνος μακρηγορεῖν ἕτερόν τι ἢ τοῦτο προστίθημι, τοῦ ἐπὶ πλέον προσκεῖσθαί σε τῷ θεῷ ἐν θερμῇ δεήσει τῆς αὐτῆς σοι μερίδος καὶ τῶν οἷος σὺ μέτοχόν με τὸν ἀνάξιον διὰ τὰς ἁμαρτίας γενέσθαι. Ὁ σὺν ἐμοὶ ἀδελφός σου προσαγορεύει. 297 {1Προτερίῳ τέκνῳ}1 Ὡς βαρεῖα ἡ ἐπιστολή σου, τέκνον, τοιαῦτα καὶ τηλικαῦτα μηνύσασα, ὥστε με ἀκούσαντα καταπλαγῆναι τὰς ἀκοὰς καὶ ὀδυνηρὸν στενάξαι· ἀλλ' ὅμως ἐνεκτέον καὶ προσευκτέον σφόδρα ἵλεω θεὸν ἐκ φιλανθρωπίας γενέσθαι, φείσασθαί τε τῶν ἁγίων ἐκκλησιῶν καὶ μὴ δοῦναι τὴν κληρονομίαν αὐτοῦ εἰς ὄνειδος. ὁ γάρ τοι καπνὸς μεγάλου πυρὸς ἄγγελος· ὅς, εἰ μὴ διασκεδασθείη Πνεύματος Ἁγίου αὔραις, ἐμπρήσειεν ἅπαντα. γρηγορεῖτε, φησὶν ὁ ἀπόστολος, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε· οἱ ἄνεμοι ἔπνευσαν, ἦλθον αἱ βροχαὶ εὐαγγελικῶς,