1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

191

τῶν πόλεων, καὶ μαγαρίζειν τοὺς Χριστιανοὺς ἠνάγκαζεν· καὶ τοὺς μὲν μαγαρίζοντας ἀτελεῖς ἐποίει, τοὺς δὲ μὴ καταδεχομένους ἀνῄρει, καὶ πολλοὺς μάρτυρας ἀπειργάσατο, καὶ μὴ παραδέχεσθαι μαρτυρίαν Χριστιανοῦ κατὰ Σαρακηνοῦ ἐθέσπισεν. ἐποίησε δὲ καὶ ἐπιστολὴν δογματικὴν πρὸς Λέοντα τὸν βασιλέα οἰόμενος πείσειν αὐτὸν τοῦ μαγαρίσαι. γʹ. βʹ. εʹ. ιδʹ. Τούτῳ τῷ ἔτει ἐτέχθη τῷ δυσσεβεῖ βασιλεῖ Λέοντι ὁ δυσσεβέστερος αὐτοῦ υἱὸς Κωνσταντῖνος καὶ τοῦ Ἀντιχρίστου πρόδρομος. τῇ δὲ κεʹ τοῦ ∆εκεμβρίου μηνὸς Μαρία, ἡ γυνὴ Λέοντος, ἐστέφθη ἐν τῷ τρικλίνῳ τοῦ Αὐγουστέως, καὶ προῆλθεν ἔμπρακτος μόνη χωρὶς τοῦ ἀνδρὸς ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, καὶ εὐξαμένη πρὸ τῆς εἰσόδου τοῦ θυσιαστηρίου μετῆλθεν εἰς τὸν μέγαν βαπτιστῆρα, προεισελθόντος τοῦ ἀνδρὸς αὐτῆς μετ' ὀλίγων οἰκειακῶν ἀνθρώπων αὐτοῦ. ἔνθα βαπτίσαντος Γερμανοῦ τοῦ ἀρχιερέως τὸν τῆς κακίας τε καὶ βασιλείας αὐτῶν διάδοχον Κωνσταντῖνον, δεινόν τι καὶ δυσῶδες ἐκ νηπιότητος αὐτοῦ προεσήμανται τεκμήριον, ἀφοδεύσαντος αὐτοῦ ἐν τῇ ἁγίᾳ κολυμβήθρᾳ, ὥς φασιν οἱ ἀκριβῶς αὐτόπται γεγονότες, ὥστε φάναι Γερμανὸν τὸν ἁγιώτατον πατριάρχην προφητικῶς, ὅτι "μεγίστου κακοῦ Χριστιανοῖς καὶ τῇ ἐκκλησίᾳ δι' αὐτοῦ μέλλοντος γίνεσθαι τὸ σημεῖον τοῦτο πέφυκεν." τοῦτον οἱ προύχοντες τῶν θεμάτων καὶ τῆς συγκλήτου βαπτισθέντα ἀνεδέξαντο. μετὰ δὲ τὴν θείαν λειτουργίαν ἔμπρακτος ἡ αὐγούστα Μαρία ἀνέκαμψε σὺν τῷ υἱῷ βεβαπτισμένῳ ὑπατείαν δοῦσα ἀπὸ τῆς ἐκκλησίας ἕως τῆς Χαλκῆς πύλης τοῦ παλατίου. Τῷ δ' αὐτῷ ἔτει Νικήτας ὁ Ξυλινίτης γράφει πρὸς Ἀρτέμιον ἐν Θεσσαλονίκῃ, ὥστε ἀπελθεῖν αὐτὸν πρὸς Τέρβελιν, ὅπως μετὰ συμμαχίας Βουλγαρικῆς ἔλθῃ κατὰ Λέοντος. ὁ δὲ ὑπακούσας ἀπῆλθε καὶ δίδωσιν αὐτῷ στρατὸν καὶ νʹ κεντηνάρια χρυσοῦ. καὶ ταῦτα λαβὼν ἐπὶ Κωνσταντινούπολιν ἔρχεται. τῆς δὲ πόλεως τοῦτον μὴ δεξαμένης, οἱ Βούλγαροι τοῦτον τῷ Λέοντι παρέδωκαν καὶ φιλοφρονηθέντες ὑπ' αὐτοῦ ὑπέστρεψαν. ὁ δὲ βασιλεὺς τοῦτον σὺν τῷ Ξυλινίτῃ ἀνεῖλεν, δημεύσας καὶ τὴν τοῦ Ξυλινίτου οὐσίαν μαγίστρου αὐτοῦ ὑπάρχοντος καὶ πολλὴν κεκτημένου· ὁμοίως δὲ καὶ Σισίννιον τὸν πατρίκιον, τὸ ἐπίκλην Ῥενδάκιν οἱ Βούλγαροι ἀπεκεφάλισαν ὡς συνόντα τῷ Ἀρτεμίῳ, καὶ τὸν ἀρχιεπίσκοπον Θεσσαλονίκης προέδωκαν τῷ βασιλεῖ, καὶ ἀπεκεφαλίσθη σὺν τῷ Ἀρτεμίῳ. ὁμοίως καὶ Ἰσόην τὸν πατρίκιον καὶ κόμητα τοῦ Ὀψικίου καὶ Θεόκτιστον πρωτο401 ασηκρήτην, καὶ Νικήταν τὸν Ἄνθρακα καὶ ἄρχοντα τοῦ τειχίου ὡς φίλους καὶ συνδρόμους αὐτοῦ, ἀπέκτεινεν· τοὺς δὲ λοιποὺς ῥινοτομήσας καὶ δημεύσας ἐξώρισεν.

Κόσμου ἔτη σιβʹ. Τῆς θείας σαρκώσεως ἔτη ψιβʹ. Ῥωμαίων βασιλεὺς Λέων

ἔτη κδʹ. δʹ. Ἀράβων ἀρχηγὸς Ἰζὶδ ἔτη δʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Γερμανὸς ἔτη ιεʹ. ʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη λʹ. ιεʹ. Τούτῳ τῷ ἔτει ἰνδικτιῶνος γʹ, τῇ ἡμέρᾳ τοῦ πάσχα, ἐστέφθη Κωνσταντῖνος ὑπὸ Λέοντος, τοῦ πατρὸς αὐτοῦ, ἐν τῷ τριβουναλίῳ τῶν ιθʹ ἀκουβίτων, τοῦ μακαρίου Γερμανοῦ τοῦ πατριάρχου ποιήσαντος τὰς πρὸς συνήθειαν εὐχάς. Τῷ δ' αὐτῷ ἔτει ἀπεβίω Οὔμαρος, ὁ τῶν Ἀράβων ἀμηρεύσας ἔτη βʹ καὶ μῆνας δʹ, καὶ ἀμηρεύει Ἰζίδ. τούτῳ φύεται ἐν Περσίδι τύραννος ὀνόματι καὶ αὐτὸς Ἰζὶδ Μουαλαβί· καὶ συναπῆλθον αὐτῷ πολλοὶ τῆς Περσίδος· πέμψας δὲ Ἰζὶδ τὸν Μασαλμᾶν ἀνεῖλεν αὐτὸν καὶ τὴν Περσίδα ὑπέταξεν. εʹ. βʹ. ζʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἀνεφάνη τις Σύρος ψευδόχριστος καὶ ἐπλάνησε τοὺς Ἑβραίους λέγων ἑαυτὸν εἶναι τὸν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ. ʹ. γʹ. ηʹ. ιζʹ. Τούτῳ τῷ ἔτει ἠνάγκασεν ὁ βασιλεὺς τοὺς Ἑβραίους καὶ τοὺς Μοντανοὺς βαπτίζεσθαι. οἱ δὲ Ἰουδαῖοι ἀπροαιρέτως βαπτιζόμενοι ἀπελούοντο τὸ βάπτισμα καὶ ἐσθίοντες μετελάμβανον τὴν ἁγίαν δωρεὰν καὶ ἔχραινον τὴν πίστιν. οἱ δὲ Μοντανοὶ