192
ἔλαιον εἰς τὴν ἁγίαν λυχνίαν καὶ θυμίαμα τῷ καιρῷ τῆς θείας προσφορᾶς. δ. Ἡ ἄλλη πᾶσα ὀπώρα εἰς οἶκον ἀποστελλέσθω ἀπαρχὴ τῷ ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις, ἀλλὰ μὴ πρὸς τὸ θυσιαστήριον· δῆλον δὲ ὡς ὁ ἐπίσκοπος καὶ οἱ πρεσβύτεροι ἐπιμερίζουσιν καὶ τοῖς διακόνοις καὶ τοῖς λοιποῖς κληρικοῖς. ε. Ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος τὴν ἑαυτοῦ γυναῖκα μὴ ἐκβαλλέτω προφάσει εὐλαβείας· ἐὰν δὲ ἐκβάλῃ, ἀφοριζέσθω, ἐπιμένων καθαιρείσθω. ς. Ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος κοσμικὰς φροντί δας μὴ ἀναλαμβανέτω· εἰ δὲ μή, καθαιρείσθω. ζ. Eἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος τὴν ἁγίαν τοῦ πάσχα ἡμέραν πρὸ τῆς ἐαρινῆς ἰσημερίας μετὰ Ἰουδαίων ἐπιτελέσῃ, καθαιρείσθω. η. Eἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ἢ ἐκ τοῦ καταλόγου τοῦ ἱερατικοῦ προσφορᾶς γενομένης μὴ μεταλά βοι, ἢ τὴν αἰτίαν εἰπάτω καί, ἐὰν ᾖ εὔλογος, συγγνώμης τυγχανέτω· ἢ ἐὰν μὴ λέγῃ, ἀφοριζέσθω, ὡς αἴτιος βλάβης γενηθεὶς τῷ λαῷ καὶ ὑπόνοιαν ἐμποιήσας κατὰ τοῦ προσε νέγκαντος ὡς μὴ ὑγιῶς ἀνενεγκόντος. θ. Πάντας τοὺς εἰσιόντας πιστοὺς καὶ τῶν γραφῶν ἀκούοντας, μὴ παραμένοντας δὲ τῇ προσευχῇ καὶ τῇ ἁγίᾳ μεταλήψει, ὡς ἂν ἀταξίαν ἐμποιοῦντας τῇ Ἐκκλησίᾳ ἀφο ρίζεσθαι χρή. ι. Eἴ τις ἀκοινωνήτῳ κἂν ἐν οἴκῳ συνεύξηται, οὗτος ἀφοριζέσθω. ια. Eἴ τις καθῃρημένῳ κληρικὸς ὢν ὡς κληρικῷ συνεύ ξηται, καθαιρείσθω καὶ αὐτός. ιβ. Eἴ τις κληρικὸς ἢ λαϊκός, ἀφωρισμένος ἤτοι δεκτός, ἀπελθὼν ἐν ἑτέρᾳ πόλει δεχθῇ ἄνευ γραμμάτων συστατικῶν, ἀφοριζέσθωσαν οἱ δεξάμενοι καὶ ὁ δεχθείς. ιγ. Eἰ δὲ ἀφωρισμένος ᾖ, ἐπιτεινέσθω αὐτῷ ὁ ἀφορισμὸς ὡς ψευσαμένῳ καὶ ἀπατήσαντι Ἐκκλησίαν Θεοῦ. ιδ. Ἐπίσκοπον μὴ ἐξεῖναι καταλείψαντα τὴν ἑαυτοῦ παροικίαν ἑτέρᾳ ἐπιπηδᾶν, κἂν ὑπὸ πλειόνων ἀναγκάζηται, εἰ μή τις εὔλογος αἰτία ᾖ ἡ τοῦτο βιαζομένη αὐτὸν ποιεῖν, ὡς πλεῖόν τι κέρδος δυναμένου αὐτοῦ τοῖς ἐκεῖσε λόγῳ εὐσεβείας συμβάλλεσθαι· καὶ τοῦτο δὲ οὐκ ἀφ' ἑαυτοῦ, ἀλλὰ κρίσει πολλῶν ἐπισκόπων καὶ παρακλήσει μεγίστῃ. ιε. Eἴ τις πρεσβύτερος ἢ διάκονος ἢ ὅλως τοῦ καταλόγου τῶν κληρικῶν, ἀπολείψας τὴν ἑαυτοῦ παροικίαν, εἰς ἑτέραν ἀπέλθοι καὶ παντελῶς διαστὰς διατρίβοι ἐν ἄλλῃ παροικίᾳ παρὰ γνώμην τοῦ ἰδίου ἐπισκόπου· τοῦτον κελεύομεν μηκέτι