πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν», ὃ καὶ πρὸ ὀλίγων ἐγράφη. «ἔνθ' ἴομεν κείοντες», ὅ ἐστι κοιμηθησόμενοι, «ἐπεὶ νύ τοι εὔαδεν εὐνή», ὃ διασαφητικόν ἐστι τοῦ «εἰ δὴ ἐθέλεις», καὶ τοῦ «καί τοι φίλον ἔπλετο θυμῷ». Ἐν τούτοις δὲ καὶ ἐπιπλήττειν προσποιεῖται ἡ κακομήχανος, αἰνότατον εἰποῦσα τὸν ∆ία καὶ ὡς ἀπηρυθριακότα μέμφεται ἐν τῷ «ποῖον τὸν μῦθον ἔειπες», καὶ ἀκκίζεται. καὶ λαλεῖ μὲν ἀγαθά, πλὴν Ὁμηρικῇ μεθόδῳ μετὰ τέχνης λαλεῖ. θέλει γὰρ ἐν θαλάμῳ κατακλεῖσαι τὸν μυθικὸν ∆ία, ἔνθα δῆθεν κρύψεται τὰ προφαινόμενα, ὡς ἂν ἔχῃ πάντῃ λανθάνειν αὐτὸν τὰ Ἑλληνικά. ὁ δὲ οὐ πείθεται, συννοούμενος, φασίν, ὡς ἅπας τόπος τῇ κατὰ νόμον συνόδῳ θάλαμός ἐστιν, ἐν ἀθέσμῳ δὲ ὁμιλίᾳ τὸν Ἄρην οὐδ' ἡφαιστότευκτος ὢν ὁ θάλαμος ἔκρυψεν, ὡς ἐν Ὀδυσσείᾳ μεμύθευται. Ἀλλὰ τοῦτο μὲν ∆ιὸς νοῦς, ὡς εἰκός, ὁ δὲ ποιητὴς ἐπίτηδες περὶ τὴν Ἴδην αὐτὸν κοιμᾷ, ἵνα ἐγγύτερος ὢν ἐν τοῖς κάτω τάχιον ἀφυπνισθῇ τῇ ἐκ πολέμου βοῇ καὶ καταστήσῃ τὰ πρακτέα ὅποι χρή. (ῃ. 337) Ὅρα δὲ ὅτι τὸ «εἰ λιλαίεαι εὐνηθῆναι» παραφράζων ὁ ποιητὴς τὸ μὲν εὐνηθῆναι σιγᾷ, ὡς προσεχῶς ἐρρέθη, τὸ δὲ λοιπὸν ἑρμηνεύων περιφραστικῶς ἔφη «εἴ τοι φίλον ἔπλετο θυμῷ». Ἰστέον δὲ καὶ ὅτι πρῶτα μὲν εἰπὼν τὸ «εἰ λιλαίεαι εὐνηθῆναι» εἶτα παραφράσας αὐτὸ ἐν τῷ «ἐπεί νύ τοι εὔαδεν εὐνή» μεταξὺ ἐλλειπτικῶς ἔθετο τὸ «ἀλλ' εἰ δὴ ἐθέλεις», τὸ εὐνηθῆναι δηλαδὴ ἢ τὴν εὐνήν, καὶ πάλιν ὁμοίως «καί τοι φίλον ἔπλετο θυμῷ», τὸ εὐνηθῆναι δηλονότι ἢ ἡ εὐνή. οὕτω πολυδύναμος πανταχοῦ φράζειν ποικίλως ὁ ποιητής. (ῃ. 333) Τὸ δὲ «ἔοι», ὅ ἐστιν ὑπάρχοι, τοῦ ἔον ἤρτηται δευτέρου ἀορίστου, ἐξ οὗ ἐών, ὁ ὑπάρχων. [Ὁ δὲ φόβος τοῦ «θεοῖς μετελθὼν πεφράδοι» ἀσφαλῶς ἔχει ἐκ τῶν 3.657 κατὰ τὴν Ὀδύσσειαν, ἔνθα γέλως ἄσβεστος ἐνῶρτο θεοῖς ἠθροισμένοις περὶ τὸν Ἄρην καὶ τὴν Ἀφροδίτην ὁμοῦ κειμένους.] (ῃ. 337) Ἐν δὲ τῷ «εἰ δήῥ' ἐθέλεις» οὐκ ἦν ἀνάγκη παραπεσεῖν τὸν ˉῥˉα σύνδεσμον, εἰ μὴ φίλος ἦν αὐτὸς Ὁμήρῳ, καθὰ μυριαχοῦ φαίνεται. (ῃ. 340) Τοῦ δὲ «εὔαδεν», ὅ ἐστιν ἤρεσεν, ἡδὺ ἔδοξε, προηγεῖται τὸ ἥδω, ὅθεν ἧδε, καὶ διαλύσει ἔαδε, καὶ Αἰολικῇ ἐπενθέσει τοῦ ˉυ εὔαδε. [∆ιὸ καὶ ψιλοῦται κατ' ἔθος Αἰολικόν.] (ῃ. 332) Ἰστέον δὲ ὅτι ἐκ τῶν εἰρημένων τὸ «τὰ δὲ προπέφανται ἅπαντα» καὶ παροιμιακῶς ἐπὶ τῶν ἅπασι δήλων δύναται λέγεσθαι [καί, ὡς εἰπεῖν, ἐπὶ τῶν προφανῶν, ὧν ἡ παραγωγὴ ἐκ τοῦ προφαίνεσθαι.] (ῃ. 335 ς.) Τὸ δὲ «οὐκ ἂν ἔγωγε πρὸς δῶμα νεοίμην, νεμεσσητὸν δέ κεν εἴη» ἐρεῖ ἄν τις αἰδούμενος οἴκοι ἐπαναστρέψαι διά τι παρεμπεσόν. (ῃ. 337) Ὁ δὲ ἐξακολουθῶν θελήματι ἄρξηται ἂν ἐκ τοῦ «ἀλλ' εἰ δὴ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ». (ῃ. 341-3) Ὅτι δεξιῶς ἀπορήσας, ὡς ἐρρέθη, διὰ τῆς Ἥρας ὁ ποιητὴς εὐπλαστίας χάριν καὶ πιθανότητος, πῶς ἂν ἔοι τάδε γελοῖα ὄντα καὶ οὐδὲ σεμνά, λύει τὸ ἄπορον διὰ τοῦ ∆ιός, εἰπόντος «Ἥρη, μήτε θεῶν τό γε δείδιθι μήτε τιν' ἀνδρῶν ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος» καὶ ἑξῆς, ὡς αὐτίκα εἰρήσεται. (ῃ. 342) Ἰστέον δὲ ὅτι τὸ «θεῶν» εἶχε μὲν καὶ διὰ τοῦ ˉο μικροῦ γραφῆναι ὡς ἑνικὴ αἰτιατική, συνετάγη δὲ ἄλλως κατὰ τὸ «ἀνδρῶν», ἵνα λέγῃ κατὰ κοινοῦ, «μήτε τινὰ θεῶν μήτε τιν' ἀνδρῶν». (ῃ. 343-5) Ὅτι ἐν τῷ «τοῖόν τοι ἐγὼ νέφος», ὡς καὶ πρὸ βραχέων ἐγράφη, «ἀμφικαλύψω χρύσεον, οὐδ' ἂν νῶϊ», τουτέστιν ἡμᾶς, «διαδράκοι ἠέλιός περ, οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι» πυκνότητα πολλὴν ὁ Ζεὺς δηλοῖ νέφους, οὗπερ οὐδὲ ἥλιος δίεισιν. Εἰ δέ τις ἐρεῖ τὸν μυθικὸν Ὕπνον καὶ διὰ τοῦ οὕτω πυκνοτάτου νέφους ἰδεῖν, οὐ δοκοῦντα λέγει. τὸ γὰρ πάθος μόνον τοῦ ὕπνου ἐγγίνεται τῷ ∆ιΐ, τοῦ σωματοειδοῦς Ὕπνου ἰδόντος αὐτίκα πρῶτα τὸν ∆ία, πρὶν ἢ τὸ νέφος ἀμφικαλυφθῆναι. (ῃ. 344) Χρύσεα δέ, φασὶν οἱ παλαιοί, νέφη τὰ ἐν ὑψηλῷ ἀέρι, ἃ πυροειδὴς ὢν ὁ αἰθὴρ χρυσίζειν ποιεῖ. τοιαῦτα δὲ μάλιστα τὰ ἐαρινά. Φάος δὲ Ἡλίου νῦν ἔφη τὴν 3.658 ὡς ἐπὶ ὀξυδερκοῦς ὀφθαλμοῦ ὀπτικὴν ἀκτῖνα. (ῃ. 346) Ὅτι ἐν τῷ «ἦ ῥα», τουτέστιν ἔφη δή, «καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν» ἐπίτηδες καὶ ἐτράχυνε τὴν φράσιν λέξεσιν, ἵνα μὴ διόλου τὸ ἡδὺ ὁ λόγος ἔχῃ καὶ λεῖον, καὶ συνέστειλεν, ἵνα μὴ