1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

192

ΚΟΣΜΟΥ ΕΤΗ ΕΦˉζΖ Τῆς θείας σαρκώσεως ἔτη ζζʹ Ἰωάννην τὸν θεολόγον καὶ ἀπόστολον Εἰρηναῖος καὶ ἄλλοι ἱστοροῦσι παραμεῖναι τῷ βίῳ ἕως τῶν χρόνων Τραϊανοῦ· μεθ' ὃν Παπίας Ἱεραπολί της καὶ Πολύκαρπος Σμύρνης ἐπίσκοποι ἀκουσταὶ αὐτοῦ ἐγνωρίζοντο. Ἱεροσολύμων ἐπίσκοπος εʹ Τωβίας ἔτη δʹ.

425 ΚΟΣΜΟΥ ΕΤΗ ΕΧ Τῆς θείας σαρκώσεως ἔτη ρʹ Τὰ ὑπόλοιπα Ῥωμαίων ιαʹ

Τραϊανοῦ ἔτη Ἰουδαῖοι κατὰ Λιβύην καὶ Κυρήνην καὶ Αἴγυπτον καὶ Ἀλεξάνδρειαν καὶ Θηβαΐδα πολεμήσαντες πρὸς τοὺς συνοικοῦντας Ἕλληνας διεφθάρησαν. Ἀντιόχεια κατεπτώθη παρόντος Τραϊανοῦ. Τραϊανὸς Λυσίῳ Κύντῳ τῆς Μεσοποταμίας ἐξᾶραι τοὺς στασιάσαντας ἐκέλευσεν. ὁ δὲ πολλὰς μυριάδας Ἰουδαίων ἀνελὼν ἡγεμὼν τῆς Ἰουδαίας διὰ τοῦτο καθίσταται. Τοὺς ἐν Σαλαμῖνι τῆς Κύπρου Ἕλληνας Ἰουδαῖοι ἀνελόντες τὴν πόλιν κατέσκαψαν. Τραϊανὸν ἡ σύγκλητος θεὸν ἐψηφίσατο. Τραϊανὸς νόσῳ τελευτᾷ κατ' Εὐσέβιον ἐν Σελινοῦντι, κατὰ δὲ ἄλλους ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας δυσεντερίᾳ. Ῥωμαίων ζʹ ἐπίσκοπος Ξύστος ἔτη θʹ. Ἀλεξανδρείας εʹ ἐπίσκοπος Πρῖμος ἔτη ιβʹ. Ἱεροσολύμων ςʹ ἐπίσκοπος Βενιαμὶν ἔτη βʹ. Ἱεροσολύμων ζʹ ἐπίσκοπος Ἰωάννης ἔτη βʹ. Ἱεροσολύμων ηʹ ἐπίσκοπος Ματθίας ἔτη βʹ.

ΚΟΣΜΟΥ ΕΤΗ ΕΧΘ Τῆς θείας σαρκώσεως ἔτη ρθʹ Ῥωμαίων ιβʹ ἐβασίλευσεν

Ἀδριανὸς Αἴλιος ἔτη καʹ. Κοδρᾶτος ὁ ἱερὸς τῶν ἀποστόλων ἀκουστὴς Αἰλίῳ Ἀδριανῷ τῷ αὐτο κράτορι λόγους ἀπολογίας ὑπὲρ Χριστιανῶν ἐπέδωκεν, ὧδέ πως ἱστορῶν, 426 ἐν οἷς ἔφη· τοῦ δὲ σωτῆρος ἡμῶν τὰ ἔργα ἀεὶ παρῆν· ἀληθῆ γὰρ ἦν. οἱ θεραπευθέντες καὶ οἱ ἀναστάντες ἐκ νεκρῶν οὐκ ὤφθησαν μόνον θερα πευόμενοι καὶ ἀνιστάμενοι, ἀλλὰ καὶ ἀεὶ παρόντες, οὐδὲ ἐπιδημοῦντος μόνον τοῦ σωτῆρος, ἀλλὰ καὶ ἀπαλλαγέντος ἦσαν ἐπὶ χρόνον ἱκανόν, ὥστε καὶ εἰς τοὺς ἡμετέρους χρόνους τινὲς αὐτῶν ἀφίκοντο. τούτῳ καὶ Ἀρι στείδης Ἀθηναῖος φιλόσοφος ὑπὲρ Χριστιανῶν ἀκόλουθα τῷ αὐτοκράτορι προσεφώνησεν Ἀδριανῷ, ἅπερ δεξάμενος ὁ Καῖσαρ σὺν τοῖς παρὰ Σερε νίου λαμπροτάτου ἡγουμένου, ὡς ἄδικον εἴη κτείνειν γράψαντος Χρι στιανοὺς ἀκρίτως ἐπὶ μηδενὶ τῶν ἐγκλημάτων, γράφει Μινουκίῳ Φου νάνῳ ἀνθυπάτῳ τῆς Ἀσίας Ἀδριανὸς μηδένα κτείνειν ἄνευ ἐγκλημάτων καὶ κατηγορίας. Ἀδριανὸς Ἰουδαίους κατὰ Ἀλεξανδρέων στασιάζοντας ἐκόλασεν. Ἀδριανὸς χρεῶν ὀφειλὰς τῶν ὑπ' αὐτὸν πόλεων ἀνηκούσας τῷ δημοσίῳ λόγῳ ἀπέκοψε, καύσας τοὺς χάρτας. Ὁ αὐτὸς Ῥωμαίοις φόρους πολλοὺς ἐχαρίσατο, ὅθεν ἡ σύγκλητος θεὸν αὐτὸν ἐψηφίσατο. Ὁ αὐτὸς Νικομήδειαν σεισμῷ καταπτωθεῖσαν καὶ Νίκαιαν πόλεις Βι θυνίας χρήμασιν ἀνεστήσατο. Ὁ αὐτὸς Ἀθηναίοις ἀξιώσασιν ἐκ τῶν ∆ράκοντος καὶ Σόλωνος νόμους ἐπισυνέταξε, χειμάσας εἰς Ἀθήνας καὶ μυηθεὶς τὰ Ἐλευσίνια καὶ γεφυρώσας Ἐλευσῖνα κατακλυσθεῖσαν ὑπὸ Κηφισοῦ ποταμοῦ. Πλούταρχος Χαιρωνεὺς φιλόσοφος ἐπιτροπεύειν Ἑλλάδος ὑπὸ τοῦ αὐτο κράτορος κατεστάθη γηραιός. Σέξτος φιλόσοφος καὶ Ἀγαθόβουλος καὶ Οἰνόμαος ἐγνωρίζετο. Σαυρομάται κατεπολεμήθησαν. Ἰουδαῖοι κατὰ Λιβύην καὶ Αἴγυπτον διεφθάρησαν πολέμῳ. Ἀποικίαν εἰς Λιβύην ἐρημωθεῖσαν Ἀδριανὸς ἔπεμψεν. Ἀδριανὸς πατὴρ πατρίδος καὶ ἡ γυνὴ αὐτοῦ Σεβαστὴ ἀνηγορεύθη. Ῥώμης ηʹ ἐπίσκοπος Τελεσφόρος ἔτη ιʹ. 427 Ἀντιοχείας δʹ ἐπίσκοπος Κορνήλιος ἔτη ιγʹ. Ἀλεξανδρείας ςʹ ἐπίσκοπος Ἰοῦστος ἔτη ιʹ. Νικόπολις καὶ Καισάρεια σεισμῷ κατεπτώθησαν. Ἱεροσολύμων θʹ ἐπίσκοπος Φίλιππος ἔτη βʹ. Ἱεροσολύμων ιʹ ἐπίσκοπος Σενέκας ἔτος αʹ. Ἱεροσολύμων ιαʹ ἐπίσκοπος Ἰοῦστος ἔτη δʹ. Ἱεροσολύμων ιβʹ ἐπίσκοπος Λευὶς ἔτη δʹ.