192
Ἀναστάσιον βασιλέα Ῥωμαίων οἰκιστὴν καὶ ἐξ ἐκείνου προσαγορευομένην, ἀνέστησεν αὖθις οὐ πᾶσαν, ἀλλ' ὅσον μάλιστα ἐνῆν ἀπολαβὼν, καὶ Περιθεώριον προσηγόρευσεν. ἕτερον δὲ φρούριον ἐδείματο, οὐ πολὺ ἀφεστηκὸς θαλάσσης, ∆ιπόταμον προσαγορευθέν. ἃ δὴ πάντα οὐ μᾶλλον φιλοτιμίας ἢ ἀσφαλείας τῶν χωρίων ἕνεκα, ἐν οἷς ἐκτίσθησαν, ἐτείχισεν ὁ βασιλεύς. Ἀρκαδιούπολιν δὲ διὰ τὰς ἐκ τῶν Σκυθῶν ἐφόδους ἀναγκαίαν οὖσαν, ἀνοικοδομῆσαι ἠβουλήθη πολυτελῶς καὶ οἰκήτορας ἐκ τῶν ἐπιφανῶν ἐγκαθιδρύσαι, εὐδαίμονά τε καὶ ὀλβίαν ἀποδεῖξαι καὶ τῶν κατὰ τὴν Θρᾴκην ἄλλων πόλεων ὑπερέχουσαν πολλῷ μετὰ τὴν μεγάλην πόλιν. 1.543 λθʹ. Συμβάσης δέ τινος ταραχῆς περὶ τὴν ἐκκλησίαν, περιμείνας ὥστε τὰς προφάσεις τῆς ταραχῆς ποιῆσαι ἐκποδὼν, ἐτελεύτησε μετὰ μικρὸν, μηδὲν ὧν ἐσκέπτετο εἰς ἔργον ἀγαγών. μοναχὸς γάρ τις ὁρμώμενος ἐκ Καλαβρίας τοῖς Λατίνων ἤθεσι καὶ νόμοις ἐντραφεὶς, ὄνομα Βαρλαὰμ, ἄλλως δὲ νοῆσαί τε ὀξὺς καὶ τὰ νοηθέντα ἐξηγήσασθαι ἱκανώτατος, καὶ τὰ Εὐκλείδου καὶ Ἀριστοτέλους καὶ Πλάτωνος ἐκμελετήσας καὶ διαβόητος περὶ ταῦτα ὢν, ἐπὶ κακῷ τῇ Ῥωμαίων ἐπεδήμησε βασιλείᾳ. πολλῶν γὰρ ἐνέπλησε καὶ μεγάλων στάσεων εἰρήνην ἄγουσαν τὴν ἐκκλησίαν. ὑποκρινάμενος γὰρ τὰ Λατίνων ἀποσείεσθαι, λόγους τε συνεγράφετο κατ' αὐτῶν καὶ ἀπεδείκνυε λογικῶς περὶ τὴν πίστιν σφαλλομένους, καὶ τοῖς ἡμετέροις ἔχαιρεν ἤθεσι καὶ νόμοις καὶ ὅλως σαφεῖς ἐδόκει παρέχεσθαι τὰς ἀποδείξεις τοῦ κατεγνωκέναι τὰ Λατίνων ἀληθῶς. διὰ ταῦτά τε οὖν καὶ τὴν ἄλλην σοφίαν τῆς τε παρὰ βασιλέως ἀπέλαυεν εὐμενείας καὶ τιμῆς, καὶ παρὰ μεγάλου δομεστίκου οὐδὲν ἧττον ἠγαπᾶτο καὶ προνοίας ἠξιοῦτο, καὶ οὐδὲν ἐνέδει αὐτῷ τοῦ μὴ ἐν εὐπραγίαις εἶναι. οὗτος δὴ ὁ Βαρλαὰμ εἴτε καὶ εὐθὺς ἐξ ἀρχῆς τὴν ὁμοίαν γνώμην ἔχων, εἴτε ὕστερον μεταβαλὼν, μᾶλλον δὲ ὑπὸ τοῦ κοινοῦ τῶν Χριστιανῶν πληρώματος πολεμίου ἐναγόμενος, πρόφασίν τινα ζητῶν, ἐξ ἧς τὰ ἡμέτερα διακωμῳδήσει καὶ πρὸς πόλεμον χωρήσει φανερῶς, ὡς δὴ μαθητιῶν τινι προσῆλθε 1.544 τῶν ἡσυχαζόντων, λόγου τε ἀπεστερημένῳ παντελῶς καὶ ὀλίγον διαφέροντι ἀλόγων καὶ οὐδὲ φρονήσεως γοῦν μετεσχηκότι πρεπούσης ἰδιώτῃ· καὶ ὑπεκρίνετο βούλεσθαι μαθητεῦσαι παρ' αὐτῷ καὶ τὴν ὁδὸν τῆς ἡσυχίας ἐκδιδάσκεσθαι καὶ τοὺς νόμους τῆς ὑποταγῆς. ἔπεισέ τε δεηθεὶς καὶ διέτριψε παρ' αὐτῷ ἡμέρας οὐ πολλάς. καὶ μετὰ ταῦτα τοῦ ἀμαθοῦς ἐκείνου ἐδεῖτο διδάσκειν περὶ ἡσυχίας καὶ ὅτῳ τρόπῳ καὶ αὐτὸς ἐν ἡσυχασταῖς αὐθήμερον τελέσειεν ὑποθέσθαι. ὁ δὲ τόν τε δόλον μὴ συνιδὼν, ὑπό τε τῆς ἄγαν κουφότητος ἐπαρθεὶς, ἄλλα τε ἐδίδασκε τὸν πονηρότατον ὁ ἀνόητος καὶ ὡς προκόπτοντες κατὰ μικρὸν οἱ ἡσυχάζοντες καὶ προσευχόμενοι ἀθορύβως, ἀγαλλίασίν τέ τινα καὶ ἄῤῥητον ἡδονὴν καὶ θείαν ἐπιδέχονται ἐν τῇ ψυχῇ καὶ φῶς ὁρῶσι τοῖς σωματικοῖς ὀφθαλμοῖς ἀστράπτον περὶ αὐτούς. ἐπὶ μὲν οὖν τοῖς ἄλλοις πολλὴν κατεγίνωσκεν ὁ Βαρλαὰμ ἄνοιαν τοῦ ἀνδρὸς καὶ ἀμαθίαν· φῶς δὲ ἀκούσας ὁρώμενον ὀφθαλμοῖς σωματικοῖς, οὐκέτι οὐδὲ ἠρεμεῖν ἠνέσχετο, ἀλλὰ κοινὴν ἐποιεῖτο τῶν ἡσυχαζόντων καταδρομὴν, ἀπατεῶνας καλῶν καὶ ψευδομένους καὶ Μασσαλιανοὺς καὶ Ὀμφαλοψύχους καὶ τὰ ὀρθὰ τῆς ἐκκλησίας δόγματα διαστρέφοντας καὶ εἴ τι ἕτερον τοιοῦτον, καὶ διεμαρτύρετο ἀναφανδὸν ὡς δεῖ πάντα ὁντινοῦν ἀπέχεσθαι αὐτῶν πλανώντων τε καὶ πλανωμένων, οὓς ἔδει τήν τε ἀρετὴν τελείους εἶναι καὶ περὶ τὰ δόγματα μάλιστα ἀσφαλεῖς, ὡς τῶν ἀνθρώπων τὰς ψυχὰς αὐτοῖς διὰ τὴν δοκοῦσαν εὐλάβειαν 1.545 ἐμπιστευόντων. ταῦτα δὲ οὐ λόγοις μόνον διεθρύλλει κοινῶς κατὰ τῆς ἡσυχίας, ὡς αἰτίου τῆς πλάνης γινομένης, ἀλλὰ καὶ συνεγράφετο, ἵνα ἐς ἀεὶ ἀνάγραπτος ἡ ὕβρις εἴη. ταῦτα δὲ ἐπράττετο ἐν Θεσσαλονίκῃ ἐν οἷς καιροῖς καὶ ὁ βασιλεὺς ἐπὶ Ἀκαρνανίαν ἀπεδήμει. ἐν ταύτῃ δὲ ἄλλοι τε παρῆσαν ἡσυχάζοντες πολλοὶ, οἳ δεινὰ ἐποιοῦντο τὰ Βαρλαὰμ διαθρυλλούμενα, καὶ μάλιστα Γρηγόριος ὁ Παλαμᾶς, ὃς καὶ ὕστερον εἰς ἀρχιερέας ἐτέλεσε Θεσσαλονίκης· ὃς ἐξ Ἀσίας ὢν τὸ γένος καὶ βασιλείοις αὐλαῖς ἐντεθραμμένος, ἅμα δυσὶν ἑτέροις