192
λαμπάδας καιομένας ἀκοντίζειν ἀθρόους παρεκελεύσατο. τὸ δὲ πεποιημένον ἐκ ξύλων τοῦ πυρὸς ἀντελάβετο καὶ φλόγα πολλὴν ἀνῆκε. τὸ μὲν ουν πρῶτον πνέων βορρᾶς ανωθεν εἰς τοὺς ̔Ρωμαίους τὴν φλόγα ἐπήλαυνε, καὶ μικροῦ τῶν μηχανημάτων ηψατο αν· επειτα νότος ἀντιπνεύσας πολὺς τῷ τείχει 2.82 ταύτην προσέβαλε, καὶ απαν ηδη κατέφλεκτο. ἐπὶ 2.82 τούτοις οἱ μὲν ̔Ρωμαῖοι κατὰ τὴν ἐπιοῦσαν τοῖς πολεμίοις ἐπιχειρεῖν εμελλον, ̓Ελεάζαρ δὲ τοῖς ἐν τῷ φρουρίῳ διαλεχθεὶς επεισε πάντας τάς τε γυναῖκας ἑαυτῶν καὶ τὰ τέκνα ἀνῃρηκότας ἐκείνοις ἐπαπελθεῖν εκαστον. καὶ δὴ τούτου δόξαντος, ὁμοῦ τε τὰς γυναῖκας ἠσπάζοντο καὶ τὰ τέκνα προσηγκαλίζοντο, τοῖς φιλήμασιν ἐμφυόμενοι καὶ δακρύοντες, καὶ διεχειρίζοντο τὰ φίλτατα ταῖς χερσίν, ὡς μή τι σφίσι προσήκοντα. ειτα τὴν κτῆσιν απασαν συναθροίσαντες πῦρ ἐνέβαλλον εἰς αὐτήν. κλήρῳ δ' ἑλόμενοι δέκα τοὺς ἐσομένους σφαγεῖς ἁπάντων, ὑπ' αὐτῶν εκαστος ἐπὶ τοῖς φιλτάτοις ἐκτίννυτο. ειτ' αυθις ὁ κλήρῳ λαχὼν τοὺς ἐννέα διαχειρισάμενος, καὶ κύκλῳ περιαθρήσας μήπου τις ζωὸς περιλέλειπται, ὡς εγνω πάντας ἀνῃρημένους, πῦρ μὲν τοῖς βασιλείοις ἐνίησιν, ολον δὲ τὸ ξίφος ἐλάσας δι' ἑαυτοῦ πλησίον τῶν οἰκείων κατέπεσε. καὶ οἱ μὲν ἐτεθνήκεσαν ὑπειληφότες μή τινα ζῶντα καταλειφθῆναι, ελαθεν δὲ γυνὴ πρεσβῦτις καί τις ἑτέρα καὶ πέντε παιδία τοῖς ὑπονόμοις κατακρυφθέντα. ην δὲ τὸ τῶν σφαγέντων πλῆθος σὺν γυναιξὶ καὶ παισὶ διακόσιοι πρὸς ἑξήκοντα. Οἱ δὲ ̔Ρωμαῖοι προσβολὴν εωθεν ἐποιοῦντο· βλέποντες δ' οὐδένα τῶν πολεμίων, πολλὴν δ' ενδον ἠρεμίαν καὶ πῦρ ἀναπτόμενον, διηπόρουν. καὶ τέλος ἠλάλαξαν, ει τινα τῶν ἐντὸς προσκαλέσαιντο. τῆς δὲ βοῆς αισθησις τοῖς γυναίοις ἐγένετο, κἀκ τῶν ὑπονόμων ἀναδῦσαι τὰ πραχθέντα τοῖς ̔Ρωμαίοις ἐμήνυον· οἱ δ' ἠπίστουν. ὡς δὲ τῶν βασιλείων παρῆλθον ενδον καὶ τοῖς ἀνῃρημένοις ἐνέτυχον, ἐθαύμαζον τὴν γενναιότητα τῶν ἀνδρῶν καὶ τοῦ θανάτου τὴν καταφρόνησιν. 2.83 Τοιαύτη μὲν ουν ἡ τῆς Μασάδας ἐγένετο αλωσις· καὶ κατὰ τὴν ἐν Αἰγύπτῳ ̓Αλεξάνδρειαν πολλοὺς ἀποθανεῖν ̓Ιουδαίους συμβέβηκεν. οἱ γὰρ ἐκ τῆς στάσεως τῶν σικαρίων καταφυγόντες ἐκεῖ πολλοὺς τῶν ὑποδεξαμένων επειθον τῆς ἐλευθερίας ἀντιποιεῖσθαι. εἰ δέ τινες αὐτοῖς τῶν οὐκ ἀφανῶν ̓Ιουδαίων ἀντέβαινον, τοὺς μὲν εκτεινον, τοὺς δ' αλλους πρὸς ἀποστασίαν προεκαλοῦντο. οἱ δὲ τῆς γερουσίας πρωτεύοντες εἰς ἐκκλησίαν τοὺς ̓Ιουδαίους ἀθροίσαντες ηλεγχον τὴν τῶν σικαρίων ἀπόνοιαν, καὶ φυλάξασθαι τὸ πλῆθος παρεκάλουν τὸν ἐξ αὐτῶν ολεθρον, παραδοῦναι δὲ ̔Ρωμαίοις αὐτούς. ἐπείσθη τοίνυν τὸ πλῆθος τοῖς λεγομένοις, καὶ πρὸς τοὺς σικαρίους ᾳξαντες συνήρπαζον αὐτούς. καὶ ἑάλωσαν μὲν περὶ ἑξακοσίους, οσοι δὲ τότε διέφυγον οὐκ εἰς μακρὰν συλληφθέντες ἐπανήχθησαν. καὶ πάσης αὐτοῖς ἐπενεχθείσης βασάνου, οπως Καίσαρα δεσπότην ὁμολογήσωσιν, οὐδεὶς ἐνέδωκεν, ἀλλὰ πάντες τὴν γνώμην ὑπερτέραν τῆς ἀνάγκης ἐτήρησαν. μάλιστα δ' ἡ τῶν παίδων ἡλικία τοὺς θεωμένους ἐξέπληξεν· οὐδὲ γὰρ ἐκείνων τις ἐξενικήθη Καίσαρα δεσπότην ἐξονομάσαι. Ηψατο δὲ καὶ τῶν περὶ Κυρήνην πόλεων ἡ τῶν σικαρίων ἀπόνοια. διεκπεσὼν γὰρ εἰς αὐτὴν ̓Ιωνάθης πονηρότατος ανθρωπος, τὴν τέχνην ὑφάντης, τινὰς τῶν ἀπόρων ἀνέπεισε προσέχειν αὐτῷ, καὶ προήγαγεν εἰς τὴν ερημον, σημεῖα δείξειν καὶ τέρατα ὑπισχνούμενος. οἱ δὲ τῶν ἐπὶ Κυρήνης ̓Ιουδαίων πρωτεύοντες Κατύλλῳ τῷ τῆς Κυρήνης ἡγεμόνι ταῦτα ἀγγέλλουσιν. ὁ δὲ στρατιώτας ἀποστείλας συνέσχε τοὺς μετὰ ̓Ιωνάθου. αὐτὸς δὲ ὁ ̓Ιωνάθης τότε μὲν διέφυγεν, ἐπιμελῶς δὲ ζητηθεὶς ηλω, καὶ ἀναχθεὶς 2.84 πρὸς τὸν ἡγεμόνα ἑαυτῷ μὲν ἐμηχανᾶτο τῆς τιμωρίας ἐξάλυξιν, τῷ Κατύλλῳ δὲ ἀφορμὰς ἀδίκων κερδῶν περιεποιήσατο. τοὺς γὰρ πλουσιωτάτους τῶν ̓Ιουδαίων ελεγε, καταψευδόμενος αὐτῶν, διδασκάλους αὐτῷ τῶν δρωμένων γενέσθαι· καὶ ὁ ἡγεμὼν προθύμως ἐδέχετο τὰς διαβολάς. πρὸς δὲ τῷ πιστεύειν ῥᾳδίως καὶ τὴν ψευδῆ κατηγορίαν τοὺς σικαρίους ἐδίδασκε· καὶ πολλῶν κατεῖπον ὑπ' ἐκείνου ὑποβαλλόμενοι. ̓Ενταῦθα μὲν