192
γέρασιν. ἐπὶ φανεραῖς τιμαῖς, ἐπὶ ὁμολογουμέναις. ̓Επίῤῥημα. λέξις ακλιτος, κατηγοροῦσα τῶν ῥηματικῶν ἐγκλίσεων. ̓Επὶ σημείου. ἐπὶ υψους. epsilon.814 ̓Επισίτια. τὰ εἰς τροφὴν καὶ εἰς τὸ σιτεῖσθαι διδόμενα. ταῦτα δὲ ἐνίοτε καὶ σιτίον ἐκάλουν. ̓Επίσκοπα. ευστοχα. τὴν αφεσιν τῶν βελῶν κατ' ισον βιαίαν καὶ ἐπίσκοπα ἰέναι. ἐπίῤῥημα δέ ἐστι τοῦτο. * ̓Επικάλυμμα προβλήματος διαφέρει. τὸ γὰρ ἐπικάλυμμα χάριν στέγης ἐπινενόηται, ὡς τὸ ἱμάτιον· τὸ δὲ πρόβλημα χάριν φυλακῆς, ὡς τὰ οπλα καὶ τὰ ἀμυντήρια οργανα.* ̓Επισκύνιον. τὸ ἐπικείμενον τῷ μετώπῳ, η ἡ αἰδὼς, η τὸ τοῖς ὀφθαλμοῖς δέρμα, τὸ ἐπάνω τῶν ὀφρύων. ἐπισκύνιον δὲ κατὰ μετάθεσιν τοῦ λ εἰς ν. σκύτος γὰρ λέγεται τὸ δέρμα, οθεν καὶ σκυτοδέψης. ̓Επίσημα. τὰ ὑπερέχοντα. * ̓Επιλήψιμον. ψεκτὸν καὶ διαβαλλόμενον.* ̓Επιτελεοῦν καὶ ἐπιτελέωμα. τὸ ἐπὶ πᾶσι θυόμενον. ὑπὲρ τοῦ τελείας γίνεσθαι τὰς πρότερον θυσίας. ̓Επιστήματα. στῆλαι ἐπιτάφιοι. σεμνῶς τὲ καὶ σοβαρῶς ἐπιστήματα ἐπέστησαν. ̓Επίστιον. στρατιωτικὸν κατάλυμα. ̔Ηρόδοτος· ὁ δὲ ἀγηλατέει τὰ ἐπίστια τῶν ̓Αθηναίων. epsilon.815 ̓Επίσταλμα. ενταλμα, ἐντολὴν η ἐπιστολήν. ἐπίσταλμα βάρβαρον ἐπιχωριάζον ̓Αλεξανδρεῦσι. καίτοι οὐ μόνον τὸ ἐπιστεῖλαι καὶ ἐπεσταλκέναι, ἀλλὰ καὶ τὸ ἐπεστάλθαι, εστι παρὰ τοῖς παλαιοῖς. Θουκυδίδης· καὶ οἱ μὲν Βοιωτοὶ καὶ οἱ Κορίνθιοι ταῦτ' ἐπεσταλμένοι ὑπὸ τοῦ Ξελάρους καὶ Κλεοβούλου. ̓Επίβοιον θῦμα. οϊς μετὰ βοός. ̓Επισφυρίοισ. τοῖς ἐπὶ τῶν κνημίδων περιδεδεμένοις. ̓Επιτελῆ. τὰ εἰς πέρας ἀγόμενα. ὁ δὲ ὑπέσχετο πάντα ἐπιτελῆ ποιήσειν. ̓Επίτευγμα. ἐπιτυχία. οἱ δὲ θαυμάσαντες τὰ πλήθη τῶν κατοικούντων τὴν Αιγυπτον καὶ τὰ τούτων ἐπιτεύγματα. epsilon.816 ̓Επιτείχισμα. ἐποικοδόμημα. ̓Επίτηδεσ. ἐπιτήδειον, η ἐκ σπουδῆς. ουκουν ἐπίτηδες ξυνελέγομεν. ̓Επιτήδευμα. ασκησις, μάθησις, καὶ ἡ τοῦ βίου διαγωγή. ̓Επιτίμιον. ἡ ἐντολή. η ὁ μισθὸς, καὶ τὸ ἐπ' ἀμοιβῇ ἀγαθοῦ ενεκα τιμῆς διδόμενον. ̓Επίτιτθον. ὑπομάζιον, ὑπὸ τὴν τροφήν. ην δὲ τὸ νήπιον ὑπότιτθον. ̓Επιτραπεζώματα. τὰ ἐπιτιθέμενα τῇ τραπέζῃ βρώματα. ̓Επίσσωστρα. οἱ ἐκτὸς τῶν τροχῶν σιδήρειοι κύκλοι, οἱ ἐπὶ τὴν γῆν κυλιόμενοι. σῶστρον δὲ καὶ ἐπίσσωστρον πλεονασμῷ τοῦ ς. ειρηται δὲ ἀπὸ τοῦ σῶ τὸ ὁρμῶ. epsilon.817 ̓Επιφάνια. ἡ τοῦ σωτῆρος ἡμῶν ̓Ιησοῦ Χριστοῦ ενσαρκος οἰκονομία. ̓Επίφθονον, τὸ ἐπίζηλον. ̓Επιφορήματα. τὰ τραγήματα παρὰ ̔Ηροδότῳ. ̓Επιχειλέσ. τὸ μὴ πλῆρες μέτρον, ἀλλ' ἀπολειπόμενον. ̓Αριστοφάνης· τὴν πόλιν ἡμῶν μεστὴν ἐποίησεν εὑρὼν ἐπιχειλῆ. ̓Επίχειρα. τὰ διὰ τῶν χειρῶν κέρδη. κυρίως δὲ οἱ μισθοί. ̓Επουσιώδη. τὰ ἀχώριστα συμβεβηκότα οἱ φιλόσοφοι καλοῦσιν. ἐπουσιῶδες ἐξ αὐτῆς τῆς τοῦ ὑποκειμένου οὐσίας ὑπάρχον, ἰδίοις δὲ διαλλάττον συμβεβηκόσιν. ̓Επουσιῶδεσ. ο ουτε παρὸν σώζει, ουτε ἀπὸν φθείρει, ὡς ἐπὶ τοῦ λευκοῦ. ̓Επόγδοον. τὸ δεδανεισμένον, ωστε τοῦ κεφαλαίου τὸ ογδοον μέρος λαβεῖν τὸν δανειστὴν, οιον τριώβολον τοῦ τετάρτου δραγμοῦ. Εποσ. τὸ λόγιον. Επος πρὸς επος ἠρειδόμεθα. τουτέστιν ἀντεβάλλομεν, καὶ ἐφιλονεικοῦμεν. ̔Επταβόειον. ἑπτάβυρσον, ἑπτάπτυχον καὶ ἑπτάβοιον. epsilon.818 ̔Επταπλασίονα. πολυπλασίονα. ὁ γὰρ ἑπτὰ ἀριθμὸς ἐπὶ πλήθει τάττεται. ̓Επύλλια. τὰ επη, τὰ λόγια. ὑποκοριστικῶς. ἐπύλλια ξυλλέγω. ̓Επώνια. τέλος ἐστὶ τὸ ἐπὶ τῇ ὠνῇ διδόμενον. ειη δ' αν ισως ἡ πέμπτη. ̓Επώνυμον. τὸ μεθ' ἑτέρου κυρίου καθ' εν λεγόμενον. ἐπωνυμίαν θέμενοι Μαρκίῳ Κόρβινον. ̓Επιβόημα. ἐπιφώνημα. Θουκυδίδης· ὁ δὲ, ειτε τὸ ἐπιβόημα-. ̓Επίηρα. ἐπιθυμητά. η ἡ μετ' ἐπικουρίας χάρις. οἱ δὲ νεώτεροι ἀντὶ τοῦ ενεκα φασίν. ̓Επικάρσιον. πλάγιον, οὐκ εὐθύ. ουτως ̔Ηρόδοτος. ̓Επὶ κεφαλαίου. συντόμως, ταχέως. μνησθεὶς δὲ ἐπὶ κεφαλαίου τῶν γεγονότων αὐτοῖς ἐλαττωμάτων. ̓Επὶ τῶν ὑποκειμένων. ἐπὶ τῶν φθασάντων γενέσθαι. ̓Επιχειρημάτων. ἐννοιῶν. ̓Επιμέλεον. φροντίδος αξιον. ̔Ηρόδοτος· ὡς παρεξῄει ἡ γυνὴ, ἐπιμέλεον τῷ ∆αρείῳ ἐγένετο. ̓Επίταγμα. δύο τέλη ἱππέων, ἀνδρῶν ἐννακισχιλίων ἐννενηκονταέξ. epsilon.819 ̓Επαύκλια. τραγήματα. τοῦ Ψελλοῦ· ἐπαύκλια τραγήματα. ἐλεὸν τράπεζά τις. ( ̔Ρῆμα.) ̓Επαΐοι. ἀκούοιτο,