προεχειρίσατο· ἐπεὶ δὲ κἀκεῖνος, ὡς εἴπομεν, κατειργάσθη φαρμάκῳ, ὁ ῥηθεὶς Μονομάχος καὶ τῷ θανόντι ὁμώνυμος πρὸς τρόπου ἐνομίσθη τῇ βασιλίδι. ἤχθη οὖν πρὸς τὸν ἄγχιστα τοῦ Ἀθύρος διακείμενον ναὸν τοῦ ἀρχιστρατήγου τὸν ἐν ∆αμοκρανείᾳ. καὶ πεμφθεὶς Στέφανος εἷς ὢν τῶν θαλαμηπόλων εὐνούχων τῆς βασιλίδος ὁ Περγαμηνὸς ἀποδιδύσκει μὲν αὐτὸν τὴν ἰδιωτικὴν στολήν, ἀμφιέννυσι δὲ πορφυρίδα βασιλικήν, καὶ δρόμωνι ἐμβιβάσας ἄγει πρὸς τὰ βασίλεια. ᾧ τινι ἀχθέντι συνάπτεται εἰς κοινωνίαν γάμου ἡ βασιλίς, τῆς ἱερολογίας γενομένης παρὰ τοῦ πρώτου τῶν πρεσβυτέρων τῆς Νέας, ὃς Στυπὴς ὠνομάζετο, ἑνδεκάτην τότε τοῦ Ἰουνίου μηνὸς ἄγοντος, τοῦ, φνʹ ἔτους. στέφεται δὲ τῇ ἐπαύριον παρὰ τοῦ πατριάρχου. Const9.2 Καὶ ἤδη τῶν σκήπτρων γενόμενος ἐγκρατής, πάντας μὲν τοὺς συγκλητικοὺς βαθμοῖς ἀξιωμάτων κατὰ τὴν ἑκάστου προεβίβασεν ἀξίαν, καὶ χρυσίου δὲ διανομαῖς τὸ πλῆθος ἐφιλοτιμήσατο. ἐξαπέστειλε δὲ καὶ ἀναφορὰς ἐν πᾶσι τοῖς θέμασι, τήν τε ἀνάρρησιν αὐτοῦ δηλούσας, καὶ ὑπισχνουμένας παντὸς μὲν ἀγαθοῦ βλύσιν καὶ παρρησίαν, πάσης δὲ κακίας ἀποτομήν. μετεβίβασε δὲ καὶ Ἰωάννην τὸν ὀρφανοτρόφον μετὰ πάντων, ὧν εἶχεν, ἀπὸ τῆς μονῆς τῶν Μονοβάτων ἐς τὴν νῆσον Λέσβον, καὶ Μιχαὴλ τὸν πρὸ τοῦ βασιλέα εἰς Χίον, καὶ Κωνσταντῖνον τὸν νωβελίσσιμον εἰς Σάμον. καὶ ταῦτα μὲν ἐπράχθη ἐν προοιμίοις τῷ Μονομά χῳ, κατὰ τὴν δεκάτην ἰνδικτιῶνα. κατὰ δὲ τὴν ἕκτην τοῦ Ὀκτωβρίου μηνός, τῆς ἑνδεκάτης ἰνδικτιῶνος, τοῦ φναʹ ἔτους, ἐφάνη κομήτης ἀπὸ τῆς ἕω πρὸς δύσιν ποιούμενος τὴν πορείαν, καὶ ὡρᾶτο λάμπων παρ' ὅλον τοῦτον τὸν μῆνα. προεμήνυε δ' οὗτος τὰς μελλούσας ἐπισυμβῆναι κοσμικὰς συμφοράς. Στεφάνου γὰρ τοῦ καὶ Βοϊσθλάβου, ὥσπερ ἔμπροσθεν ἐρρήθη, ἀποδράντος ἐκ Βυζαντίου καὶ τὰ Ἰλλυρικὰ κατασχόντος ὄρη, καὶ Τριβαλλοὺς καὶ Σέρβους καὶ τὰ πρόσοικα γένη καὶ Ῥωμαίοις ὑπήκοα κατατρέχοντος καὶ ληϊζομένου, μὴ φέρων ὁ Μονομάχος τὰς ἐκείνου καταδρομὰς τῷ ἄρχοντι τῷ τότε τοῦ ∆υρραχίου (ἦν δὲ Μιχαὴλ πατρίκιος, ὁ Ἀναστασίου τοῦ λογοθέτου υἱός) γράμμασιν ἐγκελεύεται τὸν ὑπ' αὐτὸν ἀθροῖσαι τοῦ ∆υρραχίου στρατόν, ἔτι δὲ καὶ τὰς στρατιὰς τῶν ἐγγιζόντων τούτῳ θεμάτων καὶ αὐτῷ ὑποκειμένων, καὶ συνάμα τοῖς ὑποστρατήγοις εἰς Τριβαλλοὺς ἀπελθεῖν καὶ καταπολεμῆσαι τὸν Στέφανον. ὁ δὲ πολεμικῆς ἐπιστήμης ἀπέχων μακράν, οἷα σκιατραφὴς ἄνθρωπος καὶ ἐμπαθείαις ἐντεθραμμένος, ἀφυῶς καὶ ἀτέχνως ἐπιχειρήσας τῷ ἔργῳ μεγάλης αἴτιος ἀτυχίας τῷ Ῥωμαίων ἐγένετο πολιτεύματι. ἀθροίσας γάρ, ἃς προσετέτακτο δυνάμεις, ἅς φασιν οὔσας περὶ τὰς ἑξήκοντα χιλιάδας, εἴσεισιν εἰς Τριβαλλόν, διοδεύσας ὁδοὺς ἀνάντεις καὶ τραχείας καὶ ἀποκρήμνους καὶ στενοχώρους, ὡς μὴ ἐν ταὐτῷ δύνασθαι δύο ἱππότας βαδίζειν, ἐνδόντων, ὥς φασιν, ἐξεπίτηδες καὶ τῶν Σέρβων καὶ συγχωρησάντων τὴν εἴσοδον, μήτε τῆς ὑποστροφῆς φροντίσας, μήτε φυλακὴν ἀξιόμαχον ἐπιστήσας ταῖς στενοχωρίαις. ἐκεῖνος μὲν οὖν εἰσελθὼν ἐδῄου τὰς πεδιάδας καὶ ἐπυρπόλει, οἱ δὲ Σέρβοι καταλαβόντες ἐφύλαττον τὰ στενὰ καὶ ἀπόκρημνα τῆς τρίβου καὶ προσέμενον τὴν ὑποστροφήν. ὡς δὲ ἅλις τῷ Μιχαὴλ ἐδόκει τὰ τῆς λεηλασίας, καὶ λείαν πολλὴν καὶ αἰχμαλωσίαν περιεβάλετο, καὶ καιρὸς ἐφάνη ἀναζυγῆς, κἀν ταῖς στενοχωρίαις ὁδοιποροῦντες ἐγένοντο, τότε δὴ ἀφ' ὕψους οἱ πολέμιοι χερμάσι τε βάλλοντες καὶ τόξοις καὶ παντοίοις ἑκηβόλοις ὀργάνοις καὶ λίθους ὑπερμεγέθεις κυλίοντες ἀνῄρουν, τῶν περὶ τὸν Μιχαὴλ μήτε χερσί, μηθ' ὅπλοις χρήσασθαι δυναμένων, μήτ' ἀρετῆς ὅλως ἐπιδείξασθαι ἔργον. καὶ οἱ μὲν αὐτόθι βαλλόμενοι ἔπιπτον, οἱ δὲ κατεκρημνίζοντο καὶ ἐλεεινῶς ἀνηλίσκοντο, ὡς πληρωθῆναι νεκρῶν τὰς παρακειμένας φάραγγας καὶ τοὺς ῥύακας καὶ βατὰς γίνεσθαι τοῖς διώκουσιν. ἔπεσον οὖν περί που τὰς τεσσαράκοντα χιλιάδας, ἀνῃρέθησαν δὲ καὶ στρατηγοὶ ἑπτά. οἱ δὲ λοιποὶ ἐν ταῖς λόχμαις καὶ ταῖς νάπαις καὶ ταῖς συναγκείαις κρυβέντες τῶν ὀρέων καὶ τοὺς τῶν ἐναντίων διαδράντες ὀφθαλμούς, καὶ διὰ τῶν κορυφῶν τούτων