192
ἀσθενοῦσι, καὶ πένονται, ἄδικοι δὲ ῥώννυνται καὶ πλουτοῦσι; διὰ τί τοῦτο, ἵνα οἱ μὲν στεφανωθῶσιν, οἱ δὲ τιμωρηθῶσιν εἰς αἰῶνα; Εἴρηκας, διὰ τί ὁ Θεὸς τοῦτον κέκρικεν ἀθυμεῖν καὶ θλίβεσθαι ἀγαθὸν ὑπάρχοντα, καὶ ἄλλον ἱλαρεύεσθαι καὶ πλουτεῖν πάνυ φαῦλον τυγχάνοντα; καὶ διὰ τί ἄλλος ἐν πᾶσιν εὐοδοῦται, καὶ ἄλλος ἐν πᾶσιν ἀποτυγχάνει; διὰ τί οὗτος ἔῤῥωται, κἀκεῖνος νοσηλεύεται, καὶ ἄλλος χρηστός τις ἀνὴρ ἐν τῷ δαιμονίῳ συντρίβεται, ὁ δὲ πονηρὸς ζῇ; Μὴ περιεργάζου τὰ ὑπὲρ σὲ, μόνον δὲ γίνωσκε, ὅτι βουλήσει τοῦ Κρείττονος καὶ ψήφῳ ταῦτα πάντα γίνεται· μὴ μέντοι καταζητήσῃς τὸν λόγον τῆς ἀκριβείας. Παῦλος ὁ τηλικοῦτος ἀπεφήνατο ἀνεξερεύνητα εἶναι τὰ κρίματα τοῦ Θεοῦ. Οὐκ ἔστι τοίνυν δυνατὸν καταλαβεῖν τὰ ἴχνη τῶν ποδῶν Κυρίου, καὶ τῶν αὐτοῦ βουλημάτων. Τὰ γὰρ κρίματα αὐτοῦ ἄβυσσος πολλὴ, καθά φησιν ὁ Προφήτης. Ἐάν τις ἀπελθὼν, βούλεται περᾶσαι ποταμὸν, καὶ ὁρᾷ αὐτὸν παφλάζοντα [ρ. καχλάζοντα], καὶ κατασυρόμενον φοβερῶς, καὶ μηδενὸς ἄλλου ἐπιχειροῦντος διελθεῖν δι' αὐτοῦ, παραβουλεύσηται δὲ καὶ εἰσέλθῃ, θέλων ἐπιδείξασθαι ἑαυτὸν ὡς γενναῖον καὶ δυνατὸν, καὶ ἀποθάνῃ ἐν τῷ ποταμῷ, μετὰ τῶν παραβούλων κρίνεται ἡ ψυχὴ αὐτοῦ, ἐπειδὴ βλέπων τὸν θάνατον αὐτοῦ, παρήκουσε τῆς Γραφῆς λεγούσης· Μὴ βιάζου ῥοῦν ποταμοῦ. Ἐὰν δὲ ἴδῃ τὸν ποταμὸν ἡσύχως ῥέοντα, καὶ μὴ ἀπειλοῦντα βρυγμοὺς θανατηφόρους, ἀλλὰ πραῢν καὶ εὐμαρῆ, καὶ πολλοὺς διερχομένους, καὶ εἰσέλθῃ τοῦ διελθεῖν δι' αὐτοῦ, καὶ ἐπαγάγῃ αὐτῷ ὁ Σατανᾶς κῦμα κατὰ συγχώρησιν Θεοῦ, ἢ καὶ τὸν πόδα αὐτοῦ σκάσῃ, καὶ πεσὼν ἐν τῷ ὕδατι αὐτοῦ ἀποθάνῃ, μαρτυρικὸς αὐτοῦ ὁ θάνατος λογισθήσεται. Πλὴν καὶ ἡ ὥρα τοῦ 96.72 θανάτου παρῆν αὐτῷ, ἀλλ' οὐ μέντοι ἐν τῷ οὕτως ἀποθανεῖν αὐτόν. Ὁ γὰρ διάβολος βλέπων τὴν ὥραν τοῦ θανάτου, προλαβὼν ἑτοιμάζει τὸ πτῶμα, ἵνα τῇ παγίδι ἐπιγραφῇ ὁ θάνατος. Ὁμοίως καὶ οἱ ἀπὸ θηρίων ἀποθνήσκοντες. Ἐάν τις ἐν τῇ οἰκείᾳ προαιρέσει ἀπέλθῃ σφάξαι τὸ θηρίον, ἐπιδεικνύμενος τὴν αὐτοῦ δύναμιν, καὶ ἐγείρῃ τὸ θηρίον, καὶ ἀποθάνῃ ἐξ αὐτοῦ, μετὰ τῶν παραβούλων κρίνεται ἡ ψυχὴ αὐτοῦ. Ἐὰν δὲ αἰφνιδίως ἐπέλθῃ τὸ θηρίον, καὶ διαῤῥήξῃ τὸν ἄνθρωπον, μαρτυρικῷ θανάτῳ τέθνηκεν ὁ τοιοῦτος· ὁμοίως καὶ εἰς τὴν θάλασσαν, καὶ εἰς τὴν γῆν.
ΤΙΤ. Βʹ. -Περὶ καταλαλιᾶς· καὶ ὅτι καταλαλιά ἐστι λόγος ψευδὴς κατά τινος
λεγόμενος. Ἐλάλησε Μαριὰμ καὶ Ἀαρὼν κατὰ Μωσέως ἕνεκεν τῆς γυναικὸς τῆς
Αἰθιοπίσσης, ἣν ἔλαβε Μωσῆς ὅτι γυναῖκα Αἰθιοπίσσαν ἔλαβεν. Καὶ εἶπον· Μὴ Μωσῇ μόνον ἐλάλησεν Κύριος; οὐχὶ καὶ ἡμῖν ἐλάλησε Κύριος; καὶ εἶπε Κύριος πρὸς αὐτούς· Ἀκούσατε τὸν λόγον μου, ἀμφότεροι. Ἐὰν γένηται προφήτης ὑμῶν Κυρίῳ, ἐν ὁράματι γνωσθήσομαι, καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ. Οὐχ οὕτως ὡς ὁ θεράπων μου Μωσῆς· ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστιν στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει, καὶ οὐ δι' αἰνιγμάτων, καὶ τὴν δόξαν Κυρίου εἶδεν. Καὶ διὰ τί οὐκ ἐφοβήθητε λαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωσῆ; καὶ ὠργίσθη θυμῷ Κύριος· καὶ ἰδοὺ Μαριὰμ λεπρῶσα ὡσεὶ χιών. «Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια,» καὶ τὰ λοιπά. «Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου,» καὶ τὰ λοιπά. «Κατελάλησαν τοῦ Θεοῦ, καὶ εἶπαν,» καὶ τὰ λοιπά. «Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον,» καὶ τὰ λοιπά. «Λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον,» καὶ τὰ λοιπά. «Μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς,» καὶ τὰ λοιπά. «Φυλάξασθε γογγυσμὸν ἀνωφελῆ, καὶ ἀπὸ καταλαλιᾶς φείσασθε γλώσσης· ὅτι φθέγμα λαθραῖον κενὸν οὐ πορεύεται.» «Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. Ὁ καταλαλῶν ἀδελφοῦ, ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμον, καὶ κρίνει νόμον. Εἰ δὲ νόμον κρίνεις, οὐκέτι εἶ ποιητὴς νόμου, ἀλλὰ κριτής. Εἷς ἐστιν ὁ νομοθέτης καὶ ὁ κριτὴς, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι.» «Ὀφθαλμὸν καταλαλοῦντα πατρὸς, καὶ ἀτιμάζοντα γῆρας μητρὸς, ἐκκόψειαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων, καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν.» Καταλαλιά