192
ναοῦ. Ἁγιαστήριον γὰρ τοῦ Θεοῦ τὸν ναὸν προσηγόρευ σεν. Ὁ δὲ Σύμμαχος τὸ ἁγιαστήριον δίαιταν εἴρη κεν. Ἐντεῦθεν δήλη γέγονε πᾶσα τοῦ ψαλμοῦ ἡ ὑπόθεσις. Ἐπειδὴ γὰρ ἐπανελθόντες ἀνῳκοδόμησαν τὸν νεὼν, πᾶσα δὲ ἡ νομικὴ λατρεία διὰ τούτου ἐπετελεῖτο· τούτου γὰρ δίχα λατρεύειν οὐκ ἦν κατὰ νόμον· διὰ δὲ τὴν κατὰ νόμον πολιτείαν ἀπηχθάνοντο πρὸς Ἰουδαίους οἱ ἀστυγείτονες· κατὰ τοῦ ναοῦ πᾶσαν ἐποιήσαντο τὴν ὁρμὴν, ὥστε σὺν τούτῳ καὶ τὸ ἔθνος, καὶ τὴν κατὰ νόμον καταπαῦσαι λα τρείαν. ιδʹ. "Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν." Ἀντὶ τοῦ, Ἐν συμφοραῖς αὐτοὺς παντοδαπαῖς περιστρέφεσθαι κέλευσον, καὶ κακοῖς ἐπαλλήλοις περί βαλλε. "Ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου." Σκέδασον αὐτοὺς δίκην καλάμης ὑπὸ ἀνέμου ῥιπι ζομένης. ιεʹ ιʹ. "Ὡς πῦρ, ὃ διαφλέξει δρυμὸν ὡσεὶ φλὸξ ἣ κατακαύσει ὄρη, οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου, καὶ ἐν τῇ ὀργῇ σοῦ ταρά 80.1537 ξεις αὐτούς." Ἐν τοῖς δρυμοῖς αὐτομάτως ἐξάπτεται φλὸξ, τῶν δένδρων ὑπὸ σφοδροτέρου πνεύματος κινουμένων, καὶ ἀλλήλοις συντριβομένων, καὶ τῇ τρίψει τὸ θάλπος ἐργαζομένων, καὶ κατὰ μικρὸν δι' ἀλλήλων ἐξαπτομένων. Παραπλησίως τοί νυν καὶ τούτους ἱκετεύουσιν ὑπ' ἀλλήλων ἀναλωθῆ ναι, καὶ ταῖς οἰκείαις ἐκδοθῆναι παρανομίαις, κατὰ τὴν προφητείαν τὴν λέγουσαν· "Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε." ιζʹ. "Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας· καὶ ζητήσουσι τὸ ὄνομά σου, Κύριε." ∆ιαμαρτόντες γὰρ ὧν βούλονται, καὶ αἰσχύνης ἐμπλησθέντες, ἐπιγνώ σονταί σου τὴν δύναμιν. ιηʹ, ιθʹ. "Αἰσχυνθήτωσαν, καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ ἐντραπήτωσαν, καὶ ἀπολέσθωσαν. Καὶ γνώτωσαν ὅτι ὄνομά σοι Κύριος· σὺ μόνος Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν." Ἀγαθὰ τοῖς ἐχθροῖς αἰτοῦσι καὶ πολεμούμενοι. Ἱκετεύουσι γὰρ αὐτοὺς, ἀντὶ μὲν τῆς θρασύτητος αἰσχύνῃ περι βληθῆναι· διὰ δὲ τῆς αἰσχύνης καρπώσασθαι τὴν θείαν ἐπίγνωσιν· καὶ τῆς μὲν τῶν εἰδώλων πλάνης ἀπαλλαγῆναι, μαθεῖν δὲ τῇ πείρᾳ, ὡς αὐτός ἐστι μόνος καὶ Θεὸς καὶ ∆εσπότης, ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν, καὶ πᾶσαν κυβερνῶν καὶ πρυτανεύων τὴν κτίσιν, [ἧς τὴν σωτηρίαν ἐπραγματεύσατο ὁ ἐκ Θεοῦ Θεὸς, ὁ μονογενὴς Υἱὸς μετὰ τὴν ἀκατάληπτον αὐτοῦ ἐνανθρώπησιν.]
ΕΡΜΗΝ. ΤΟΥ ΠΓʹ ΨΑΛΜΟΥ. αʹ. "Ὑπὲρ τῶν ληνῶν, τοῖς υἱοῖς Κορέ." ∆ιπλῆ τοῦ ψαλμοῦ ἡ προφητεία.
Προαγορεύει γὰρ οὐ μόνον τὴν Ἰουδαίων ἀνάκλησιν ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης τὴν σωτηρίαν. Ληνοὺς δὲ, ὡς καὶ ἤδη προειρήκαμεν, τὰς Ἐκκλησίας καλεῖ. Ἐν ταύταις γὰρ καὶ ὁ πνευματικὸς ἀμπελὼν τὸν οἰκεῖον προσφέρει καρπὸν, καὶ τὸν σωτήριον κατασκευάζομεν οἶνον, τὸν ἀληθῶς εὐφραίνοντα τῶν πεπιστευκότων τὰς καρδίας. βʹ, γʹ. "Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων. Ἐπιποθεῖ, καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου." Ταῦτα καὶ οἱ ἐν Βαβυ λῶνι διάγοντες ἐδιδάχθησαν λέγειν, ἵνα ποθήσωσι τὴν ἐπάνοδον, καὶ τῆς κατὰ νόμον ὀρεχθῶσιν λα τρείας. Καὶ μέντοι καὶ ἡμεῖς, οἱ τῆς σωτηρίας τετυχηκότες, καὶ ἐκ τῶν θείων σηκῶν τὴν ὠφέ λειαν καρπούμενοι. ∆ιαφερόντως δὲ ἡμῖν ἡ προφητεία προσήκει. Πολλὰ γὰρ ἔσεσθαι προλέγει σκηνώματα, καὶ πολλὰς ὀνομάζει ληνοὺς, καὶ θυσια στηρίων ὡσαύτως μνημονεύει πολλῶν. Ἰουδαῖοι δὲ ἕνα εἶχον νεὼν, καὶ ἓν ὁμοίως θυσιαστήριον. 80.1540 Ἑκάστη μὲν τῶν εἰρημένων λέξις εἰς ἔρωτα θεῖον πυρσεύει τὴν γνώμην. Ἀγαπητὰ μὲν γὰρ λέγει, καὶ ἀξιέραστα τοῦ Θεοῦ τὰ σκηνώματα, οὐχ ἁπλῶς δὲ ποθεῖν, ἀλλὰ καὶ ἐκλείπειν εἰς τὰς αὐλὰς τοῦ Κυρίου. Σύμφωνα δὲ τούτοις καὶ τὰ μετὰ ταῦτα. "Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιά σαντο ἐπὶ Θεὸν ζῶντα." Οὐχ ἡ ψυχὴ δὲ μόνη γάννυται, καὶ ἀγάλλεται, ἀλλὰ καὶ τὸ σῶμα κεκοι νώνηκε τῆς θυμηδίας, δεξάμενον τὴν ἐλπίδα τῆς ἀναστάσεως. Τοῦτο γὰρ ὁ λόγος αἰνίττεται. ∆ιὰ τοῦτο καὶ ζῶντα τὸν Θεὸν προσηγόρευσεν, ὡς ζωῆς