192
προσρήσσοντες τῇ οἰκίᾳ. μακάριος ὁ ἐπὶ τὴν πέτραν Χριστὸν τεθεμελιωμένος, ὃς οὐ πτοηθήσεται, ἀλλ' ὑπερέξει καὶ μετὰ Χριστοῦ νικήσει καὶ μετὰ μαρτύρων χορεύσει αἰώνια. δεῖ οὖν ἐλθεῖν τὰ σκάνδαλα, ἵνα οἱ δόκιμοι Χριστοῦ φανεροὶ γένωνται. ∆εῖξον οὖν τὴν ἐπιστολήν, εἰ δυνατόν, τοῖς ὁμολογηταῖς ἀδελφοῖς, ἐπεὶ καὶ τοῖς ἀναποκλείστοις· μακάριοι γὰρ κἀκεῖνοι διωκόμενοι καὶ ὑπὸ σκέπην θεοῦ διαφέροντες τὸν διωγμόν. περὶ δὲ ἡμῶν οὐδεὶς λόγος, ἢ μόνον τοῦτο, ὅτι ἐλθὼν ἄνθρωπος τοῦ στρατηγοῦ καὶ ὑπαλλάξας τὸν παραφύλακα ἐζήτησεν ἰδεῖν ἡμᾶς· ἐπεὶ δὲ εἶδεν, οὔτε προσεκύνησεν, ἡμῶν ποιησάντων σέβας διὰ τῆς θυρίδος, οὔτε ἐχαιρέτησεν, ἀλλ' ἅμα τοῦ ἰδεῖν ᾤχετο. ἐάν τι ἄλλο γίνοιτο, δηλώσειεν ὁ χρόνος. τὸ ˉη λαβέτω τὰς ἐπιστολάς, ἃς φέρει ὁ γραμματηφόρος, καὶ ἀπίτω ἐν Κυρίῳ τὴν ὁδὸν αὐτοῦ. αὐτὸς δὲ μετὰ τὸ ἐκστρατεῦσαι τὸν βασιλέα τότε ἴθι, φέρων ἡμῖν τὰ συμβεβηκότα καὶ τὰς τῶν ἀδελφῶν ὑγιείας. Σῴζοιο καὶ σύ, τέκνον μου ἀγαπητόν, ἐν Κυρίῳ ἀσινὴς ἀπὸ τῶν συνεχόντων πειρασμῶν. οἱ ἐν Κυρίῳ κοιμηθέντες ἀδελφοὶ μακάριοι εὔξονται ὑπὲρ ἡμῶν. 298 {1Ἰωάννῃ ἡγουμένῳ}1 Παρὰ τὸ ἀρθῆναι τὸν ἀδελφὸν ἡμῶν, τὸν θεοφιλέστατον ἀρχιεπίσκοπον, τῶν αὐτόθι, εἶτα καὶ τὸ μὴ δέξασθαι ἡμᾶς ἀντίγραφα ὧν ἀπεστείλαμεν τῇ πατρικῇ σου ἁγιωσύνῃ, ἡ ἔλλειψις τῶν ταπεινῶν ἡμῶν γραμμάτων, καὶ τρίτον τὸ κατέχεσθαι ἡμᾶς νῦν ἀσφαλῶς οὐκ ἔδωκεν ἡμῖν καιρὸν τῆς ἐν τοῖς γράμμασιν ἡδίστης σου ὁμιλίας. ἀλλὰ νῦν, εὐοδώσαντος τοῦ Κυρίου, καὶ ἐπιστέλλομεν καὶ προσαγορεύομέν σε γνησιώτατα, οἱονεὶ ἐπὶ προσώπου σε τῇ τοῦ νοῦ θεωρίᾳ λαμβάνοντες καὶ συμπλεκόμενοι τῷ πνευματικῷ σου καὶ ἁγίῳ πόθῳ· καὶ γὰρ οὐκ ἔξω τῆς ταπεινῆς ἡμῶν ψυχῆς ἡ θεοφιλία σου, ἀλλὰ ἄγαν στεργομένη καὶ ἀγαπωμένη καὶ εἰσαεὶ ἀναστρεφομένη. ἐπαινῶ σου τὸ φιλόθεον, δοξάζω τὸ ἐγκρατές, τὸ πρὸς τὸν πλησίον ἀγαπητικόν, τὸ ἁπλοῦν, τὸ εὐχαρές, τὸ εὐαπάντητον· ἔχεις γὰρ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ πλείω ὧν εἴρηκα χάριτι Χριστοῦ. ἄρτι δ' οὖν ὑμνῶ σου καὶ τὸ ἐνστατικὸν ἐπὶ τῇ ὁμολογίᾳ Χριστοῦ, καί γε οὐκ ἦν δίκαιον ἄμοιρόν σε εἶναι τοῦ τηλικούτου ἐγκωμίου τὸν ὑπὸ τοσούτων καλῶν κατωρθωμένον, ἀλλ' ὥσπερ κεφαλίδα τινὰ τοῖς λοιποῖς ἐγκαλλωπίζεσθαι. εἰ δὲ ὅτι ἐκτέταται ὁ διωγμός, μὴ θαυμάζωμεν, πάτερ· οὔπω ὡς ἐπὶ τῶν πάλαι τὰ νῦν. δεῖ ἡμᾶς ἔτι πειρασθῆναι, εἴπερ ἐν ἴχνεσι τῶν ἁγίων ἡμῶν πατέρων ἐφιέμεθα εἶναι. πλὴν πιστεύω ὅτι οὐ χρονιεῖ Κύριος ἐπισκοπὴν ποιήσασθαι, μόνον εἰ ἡμεῖς τὸ εὐχάριστον ἐν τοῖς θλιβεροῖς πρὸς αὐτὸν ἀποσῴζοιμεν. Γράφε οὖν ἡμῖν καὶ αὐτός, παρακαλῶ, ὁμοῦ τε καὶ προσεύχου διασῴζεσθαι ἡμᾶς τοὺς ἀναξίους, ὡς ἂν ἔχωμεν ἀφορμὰς τοῦ ἀντεπιστέλλειν. τοὺς δὲ ἠξιωμένους τῇ ὁσιότητί σου ὑπηρετεῖν πλεῖστα προσαγορεύω. 299 {1Νικολάῳ μάγκιπι}1 Ὅτι μνημονεύω σου, φίλε καλέ, ἰδοὺ τὸ γράμμα μάρτυς· πῶς δέ σου καὶ ἔστιν ἐπιλαθέσθαι, οὕτω περὶ ἡμᾶς λίαν καλῶς διακειμένου, μᾶλλον δὲ πρὸς Χριστόν; τί τοῦτο; ὅτι ἐν μέσῳ πυρὸς τῶν αἱρετικῶν διαμένεις ἄφλεκτος, πηγαζομένην ἐν τῇ σεαυτοῦ καρδίᾳ ἔχων τὴν ὀρθοδοξίαν, ἐν ᾗ καὶ διαφυλαχθείης μέχρι τέλους. τοῦτο τὸ πρῶτον καὶ μέγιστον· δεύτερον τὸ τοὺς ἀδελφοὺς ἡμῶν εὑρίσκειν σε εἰσερχομένους ἐν τοῖς αὐτόθι λιμένα σωτηρίας ἐκ τῆς κυμαινούσης αἱρέσεως τοὺς πάντας· ἐν ᾧ ἀναψύχοντες διὰ τῆς ἐν ἅπασί σου φιλοφρόνου δεξιώσεως πάλιν ἀφίκονται πρὸς ἡμᾶς. πόσης οὖν ἡμᾶς εὐφροσύνης τοῦτο ἐμπίπλησι, πόσης δὲ οὐ θείας θεραπεύσεως μισθός σοι λογισθήσεται, εἴπερ φησὶν ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται. Χριστὸν οὖν, ἀδελφέ, εἰσδέχῃ διὰ τῶν ἀδελφῶν κἀκεῖνον ἀναπαύεις· κἀκεῖνός σε προσλήψεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἀνθ' ὧν ἐνταῦθα αὐτὸν ξενίζεις διὰ τῶν ἀδελφῶν. ἔρρωσο ἐν Κυρίῳ. 300 {1Κωνσταντίνῳ λαϊκῷ}1 Πολυτρόπως ὁ θεὸς τὰς τῆς σωτηρίας ὁδοὺς ἤνοιξεν ἡμῖν ἐν παντὶ μὲν καιρῷ, νῦν δὲ μάλιστα, ὁπότε τὰ σκάνδαλα εἰσῆλθον ἐν τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ καὶ δοκιμάζονται οἱ πιστοὶ τοῦ θεοῦ ὡς ἐν χωνευτηρίῳ. οἱ