192
διαμαντεύσαντες ἑαυτοῖς καὶ ὁρίσαντες ἡμέραν εἰσῆλθον εἰς τοὺς ὡρισμένους οἴκους τῆς πλάνης αὐτῶν καὶ κατέκαυσαν ἑαυτούς. ζʹ. δʹ. θʹ. ιηʹ. Τούτῳ τῷ ἔτει Ἰουδαῖός τις ὁρμώμενος ἀπὸ Λαοδικείας τῆς παραλίου Φοινίκης, γόης, ἐλθὼν πρὸς Ἰζὶδ ἐπηγγείλατο αὐτῷ ἔτη μʹ 402 κρατήσειν τῆς Ἀράβων ἀρχῆς, εἰ τὰς ἐν ταῖς ἐκκλησίαις τῶν Χριστιανῶν ἐν πάσῃ τῇ ἀρχῇ αὐτοῦ τιμωμένας σεπτὰς εἰκόνας καθέλῃ. τούτῳ πεισθεὶς ὁ ἀνόητος Ἰζὶδ δόγμα καθολικὸν ἐψηφίσατο κατὰ τῶν ἁγίων εἰκόνων· ἀλλὰ χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ταῖς πρεσβείαις τῆς ἀφθόρου μητρὸς αὐτοῦ καὶ πάντων τῶν ἁγίων τῷ αὐτῷ ἔτει τέθνηκεν Ἰζίδ, οὐδὲ ἀκουσθῆναι φθάσαντος τοῖς πολλοῖς τοῦ σατανικοῦ αὐτοῦ δόγματος. μεταλαβὼν δὲ ταύτης τῆς πικρᾶς καὶ ἀθεμίτου κακοδοξίας Λέων ὁ βασιλεὺς πολλῶν κακῶν ἡμῖν αἴτιος γέγονεν. εὑρὼν δὲ ὁμόφρονα τῆς ἀπαιδευσίας ταύτης Βησήρ τινα τοὔνομα, γενόμενον μὲν ἀπὸ Χριστιανῶν αἰχμάλωτον ἐν Συρίᾳ, ἀποστάντα δὲ τῆς εἰς Χριστὸν πίστεως καὶ ποιωθέντα τοῖς Ἀράβων δόγμασιν, οὐ πρὸ πολλοῦ δὲ χρόνου ἀπελευθερωθέντα τῆς ἐκείνων δουλείας καὶ καταλαβόντα τὴν Ῥωμαίων πολιτείαν· διὰ ῥώμην δὲ σώματος καὶ ὁμόνοιαν τῆς κακοδοξίας ἐτιμήθη παρὰ τοῦ αὐτοῦ Λέοντος· ὅστις καὶ συνασπιστὴς τοῦ μεγάλου κακοῦ τούτου γέγονε τῷ βασιλεῖ. συνεφρόνει δὲ κακῶς αὐτῷ καὶ ὁ πάσης ἀκαθαρσίας ἀνάπλεως καὶ συντρόφῳ ἀπαιδευσίᾳ συζῶν Νακωλείας ὁ ἐπίσκοπος. Ἀράβων ἀρχηγὸς Ἰσὰμ ἔτη ιθʹ. ηʹ. αʹ. ιʹ. ιθʹ. Τὰ περὶ τοῦ μακαρίου Στεφάνου, τοῦ πάπα Ῥώμης, ὅπως τε ἔφυγεν ἐν Φραγγικῇ καὶ ἐσώθη, λέξων ἔρχομαι. Οὗτος ὁ ἀοίδιμος Στέφανος πολλὰ κακὰ ὑπέστη ὑπὸ Ἀστούλφου, τοῦ ῥηγὸς τῶν Λογγιβάρδων. προσφυγὼν δὲ τοῖς Φράγγοις ἐπὶ Πιπίνου προοίκου καὶ ἐξάρχου τῆς διοικήσεως τῶν ὅλων πραγμάτων καὶ τοῦ τῶν Φράγγων ἔθνους· ἔθος γὰρ ἦν αὐτοῖς τὸν κύριον αὐτῶν, ἤτοι τὸν ῥῆγα, κατὰ γένος ἄρχειν καὶ μηδὲν πράττειν ἢ διοικεῖν, πλὴν ἀλόγως ἐσθίειν καὶ πίνειν, οἴκοι τε διατρίβειν καὶ κατὰ Μάϊον μῆνα πρώτῃ τοῦ μηνὸς προκαθέζεσθαι ἐπὶ παντὸς τοῦ 403 ἔθνους καὶ προσκυνεῖν αὐτοὺς καὶ προσκυνεῖσθαι ὑπ' αὐτῶν καὶ δωροφορεῖσθαι τὰ κατὰ συνήθειαν καὶ ἀντιδιδόναι αὐτοῖς καὶ οὕτως ἕως τοῦ ἄλλου Μαΐου καθ' ἑαυτὸν διάγειν. ἔχει δὲ τὸν λεγόμενον πρόοικον γνώμῃ ἑαυτοῦ καὶ τοῦ ἔθνους διοικοῦντα πάντα τὰ πράγματα. ἐλέγοντο δὲ οἱ ἐκ τοῦ γένους ἐκείνου καταγόμενοι κριστάται, ὃ ἑρμηνεύεται τριχοραχάται· τρίχας γὰρ εἶχον κατὰ τῆς ῥάχης ἐκφυομένας, ὡς χοῖροι. ὁ γοῦν εἰρημένος Στέφανος τῇ ὠμότητι τοῦ Ἀστούλφου βιασθεὶς καὶ ἀβουλίᾳ, ἅμα δὲ καὶ ἐπιτραπεὶς παρ' αὐτοῦ ἀπελθεῖν εἰς Φραγγικὴν καὶ ποιῆσαι ὃ ἂν δύνηται, ἐλθὼν χειροτονεῖ τὸν Πίπινον ἄνδρα τὸ τηνικαῦτα λίαν εὐδόκιμον, προϊστάμενον ἅμα καὶ τῶν πραγμάτων ἀπὸ τοῦ ῥηγὸς καὶ προπολεμήσαντα τοὺς περαιωθέντας Ἄραβας ἀπὸ τῆς Ἀφρικῆς ἐπὶ τὴν Σπανίαν, τοὺς καὶ κρατήσαντας ἕως τοῦ νῦν τῆς αὐτῆς Σπανίας, δοκιμάσαντας δὲ καὶ κατὰ τῶν Φράγγων παρατάξασθαι. οἷς ἀντιταξάμενος σὺν τῷ πλήθει ὁ αὐτὸς Πίπινος κτείνει μὲν καὶ αὐτὸν τὸν ἔξαρχον τοῦ ἔθνους Ἀβδεραχμάν, συναναιρεῖ δὲ καὶ πλῆθος οὐκ εὐαρίθμητον παρὰ τὸν Ἠριδανὸν ποταμόν, καὶ θαυμάζεται καὶ φιλεῖται παρὰ τοῦ ἔθνους, οὐ μόνον διὰ τοῦτο, ἀλλὰ καὶ δι' ἄλλα προτερήματα, καὶ προηγεῖται τοῦ ἔθνους πρῶτος οὐ κατὰ γένος, λύσαντος αὐτὸν τῆς ἐπιορκίας τῆς πρὸς τὸν ῥῆγα τοῦ αὐτοῦ Στεφάνου, καὶ ἀποκείραντος τὸν πρὸ αὐτοῦ ῥῆγα καὶ ἐν μοναστηρίῳ μετὰ τιμῆς καὶ ἀναπαύσεως περιορίσαντος. οὗτος ὁ Πίπινος δύο υἱοὺς ἔσχεν, Κάρουλον καὶ Καρουλόμαγνον, τὸν ἀδελφὸν αὐτοῦ. Τῷ δ' αὐτῷ ἔτει ἀπεβίω Ἰζίδ, ὁ τῶν Ἀράβων ἀμηρεύσας ἔτηδʹ, καὶ ἀμηρεύει Ἰσάμ, ὁ τούτου ἀδελφός, καὶ ἤρξατο κτίζειν κατὰ χώραν καὶ πόλιν παλάτια καὶ κατασπορὰς ποιεῖν καὶ παραδείσους καὶ ὕδατα ἐκβάλλειν. καὶ ἐπεστράτευσε [χθῆ] τὴν Ῥωμανίαν, καὶ πολλοὺς τῶν σὺν αὐτῷ ἀποβαλὼν ὑπέστρεψεν. Στέφανος δέ, ὁ πάπας Ῥώμης, προσέφυγεν εἰς τοὺς Φράγγους. 404 Ῥώμης ἐπίσκοπος Γρηγόριος