193
λειτουργεῖν, εἰ μάλιστα προσκαλουμένου αὐτὸν ἐπανελθεῖν τοῦ ἐπισκόπου οὐχ ὑπήκουσεν, ἐπιμένων τῇ ἀταξίᾳ· ὡς λαϊκὸς μέντοι ἐκεῖσε κοινωνείτω. ις. Eἰ δὲ ὁ ἐπίσκοπος, παρ' ᾧ τυγχάνουσιν, παρ' οὐδὲν ἡγησάμενος τὴν κατ' αὐτῶν ὁρισθεῖσαν ἀργίαν, δέξηται αὐτοὺς ὡς κληρικούς, ἀφοριζέσθω ὡς διδάσκαλος ἀταξίας. ιζ. Ὁ δυσὶ γάμοις συμπλακεὶς μετὰ τὸ βάπτισμα ἢ παλλακὴν κτησάμενος οὐ δύναται εἶναι ἐπίσκοπος ἢ πρεσβύ τερος ἢ διάκονος ἢ ὅλως τοῦ καταλόγου τοῦ ἱερατικοῦ. ιη. Ὁ χήραν λαβὼν καὶ ἐκβεβλημένην ἢ ἑταίραν ἢ οἰκέτιν ἢ τῶν ἐπὶ τῆς σκηνῆς οὐ δύναται εἶναι ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ἢ ὅλως τοῦ καταλόγου τοῦ ἱερατικοῦ. ιθ. Ὁ δύο ἀδελφὰς ἀγαγόμενος ἢ ἀδελφιδῆν οὐ δύναται εἶναι κληρικός. κ. Κληρικὸς ἐγγύας διδοὺς καθαιρείσθω. κα. Eὐνοῦχος εἰ μὲν ἐξ ἐπηρείας ἀνθρώπων ἐγένετό τις ἢ ἐν διωγμῷ ἀφῃρέθη τὰ ἀνδρῶν ἢ οὕτως ἔφυ, καὶ ἔστιν ἄξιος ἐπισκοπῆς, γινέσθω. κβ. Ὁ ἀκρωτηριάσας ἑαυτὸν μὴ γινέσθω κληρικός· αὐτοφονευτὴς γάρ ἐστιν καὶ τῆς τοῦ Θεοῦ δημιουργίας ἐχθρός. κγ. Eἴ τις κληρικὸς ὢν ἑαυτὸν ἀκρωτηριάσῃ, καθαιρείσθω· φονεὺς γάρ ἐστιν ἑαυτοῦ. κδ. Λαϊκὸς ἑαυτὸν ἀκρωτηριάσας ἀφοριζέσθω ἔτη τρία· ἐπίβουλος γάρ ἐστιν τῆς ἑαυτοῦ ζωῆς. κε. Ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ὁ πορνείᾳ ἢ ἐπιορκίᾳ ἢ κλοπῇ ἁλοὺς καθαιρείσθω, καὶ μὴ ἀφοριζέσθω· λέγει γὰρ ἡ γραφή· «Oὐκ ἐκδικήσει Κύριος δὶς ἐπὶ τὸ αὐτό». Ὡσαύτως καὶ οἱ λοιποὶ κληρικοί. κς. Τῶν εἰς κλῆρον παρελθόντων ἀγάμων κελεύομεν βουλομένους γαμεῖν ἀναγνώστας καὶ ψάλτας μόνους. κζ. Ἐπίσκοπον ἢ πρεσβύτερον ἢ διάκονον τύπτοντα πιστοὺς ἁμαρτήσαντας ἢ ἀπίστους ἀδικήσαντας καὶ διὰ τῶν τοιούτων φοβεῖν ἐθέλοντα καθαιρεῖσθαι προστάσσομεν· οὐδαμοῦ γὰρ ἡμᾶς ὁ Κύριος τοῦτο ἐδίδαξεν, τοὐναντίον δὲ αὐτὸς τυπτόμενος οὐκ ἀντέτυπτεν, λοιδορούμενος οὐκ ἀντε λοιδόρει, πάσχων οὐκ ἠπείλει. κη. Eἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος, καθαι ρεθεὶς δικαίως ἐπὶ ἐγκλήμασι φανεροῖς, τολμήσειεν ἐφά ψασθαι τῆς ποτε ἐγχειρισθείσης αὐτῷ λειτουργίας, οὗτος παντάπασιν ἐκκοπτέσθω τῆς Ἐκκλησίας. κθ. Eἴ τις ἐπίσκοπος διὰ χρημάτων τῆς ἀξίας ταύτης ἐγκρατὴς γένηται ἢ πρεσβύτερος ἢ διάκονος, καθαιρείσθω