Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ἀξιοθαύμαστον τοῖς εὐκόλως φθείρεσθαι πεφυκόσιν ἐναπέθηκεν ὁ ∆ημιουργὸς, ἀλλὰ παρεισβέβληκε μὲν ἐξ ὀργῆς ὁ θάνατος, ὅτι τῆς θείας ἀλ[ο]γήσας ἐντολῆς ἀπονένευκεν εἰς τὸ ἀπειθὲς καὶ δυσήνιον ὁ προπάτωρ Ἀδάμ. Ἀνῄρηται δὲ λοιπὸν, καὶ ἐκ μέσου γέγονεν ἐν Χριστῷ δι' ὑπακοῆς τοῦ ἑνὸς ἀνθρώπου τὰ ἐγκλήματα. ∆εδικαιώμεθα γὰρ ἐν αὐτῷ· καὶ μαρτυρήσει γράφων ὁ θεσπέσιος Παῦλος· Ὥσπερ γὰρ διὰ παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς ἀνθρώπου δίκαιοι κατασταθήσονται οἱ πολλοί. Καταδεδικάσμεθα γὰρ ἐν ἐκείνῳ πρὸς θάνατον· ἠλεήμεθα δὲ διὰ Χριστοῦ, καὶ ἀνεκαινίσθημεν εἰς ζωήν· γέγονε γὰρ ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, καὶ τέθεικε τὴν ψυχὴν ὑπὲρ ἡμῶν· Καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, κατὰ τὰς Γραφάς. Φαίη δ' ἂν ὅτι καὶ τὴν κατὰ κόσμον ἁμαρτίαν ἀῤῥωστήσαντες ἐν Ἀδὰμ, γεγόναμεν ἐν Χριστῷ θυσία πνευματικὴ καὶ εὐώδης τῷ Θεῷ καὶ Πατρὶ, καλή τε καὶ εὐπαράδεκτος, καὶ τῆς κατὰ νόμον σκιᾶς πολὺ λίαν ἐν ἀμείνοσιν. Ἀπαρχὴ δὲ ἡμῶν, ὁ Χριστὸς, καὶ αὐτὸς ἡμῖν ἀνεκαίνισεν τὴν ὁδόν· οὕτω γάρ 69.541 τού φησιν ὁ ∆αβὶδ ἐν βίβλῳ Ψαλμῶν πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· Θυσίαν καὶ προσφορὰν οὐκ ἐθέλησας· σῶμα δὲ κατηρτίσω μοι. Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας. Τότε εἶπον· Ἰδοὺ ἥκω, τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου, ἠβουλήθην. Καὶ ταυτὶ δὴ πάλιν ἔξεστι καταθρεῖν καὶ ἐκ τῶν γεγραμμένων ἐν τῷ Λευϊτικῷ. Ἔχει δὲ οὕτως· Ἐὰν δὲ προσφέρῃς θυσίαν πρωτογεν[ν]ημάτων τῷ Κυρίῳ νέα πεφρυγμένα χίδρα ἐρεικτὰ τῷ Κυρίῳ, καὶ προσοίσεις τὴν θυσίαν τῶν πρωτογεν[ν]ημάτων, καὶ ἐπιχεεῖς ἐπ' αὐτὴν ἔλαιον, καὶ ἐπιθήσεις ἐπ' αὐτὴν λίβανον. Θυσία ἐστί. Καὶ ἀνοίσει ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἀπὸ τῶν χίδρων σὺν τῷ ἐλαίῳ, καὶ πάντα τὸν λίβανον αὐτῆς, κάρπωμά ἐστι τῷ Κυρίῳ. βʹ. Ἐναργὴς οὖν λίαν ὁ τοῦ γράμματος νοῦς, καὶ οὐκ ἂν δέοιτό τινος, καθάπερ ἐγᾦμαι, πόνου πρός γε τὸ δύνασθαι, φημὶ, συνιέναι λεπτῶς. Πλὴν ἐκεῖνο ἐρῶ· Χίδρα λέγεται τὰ ἐξ ὀσπρίων ἄλευρα. Ἐν δέ γε τοῖς τύποις τὸ Χριστοῦ λαμβάνει μυστήριον. Καὶ ἔστιν αὐτὸς ἡ ὑπὲρ ἡμῶν θυσία, τὸ πρωτογέν[ν]ημα τὸ πνευματικὸν, τουτέστιν, ἡ τῆς ἀνθρωπότητος ἀπαρχὴ, ὁ πρωτότοκος ἐκ νεκρῶν, ὁ πρῶτος εἰς ἀφθαρσίαν, τὸ οἱονεὶ πρωτόλειον τῶν κεκοιμημένων. Ὡς κόκκος μὲν τοῦ σίτου πεσὼν ἐπὶ τὴν γῆν καὶ ἀποθανὼν, ἀστάχυος δὲ δίκην πολλοστὸς ἀναφύς. Τοῦτο γὰρ ἡμῖν αὐτὸς ἀφηγεῖτο λέγων· Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει, ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Πλὴν ἀπέθανεν, οὐ δι' ἑαυτὸν, ἀλλ' ἡμῖν. Ἀλλ' ἡμῖν ὑπεμφήνειεν ἀστείως τὸ γράμμα τὸ νομικόν. Εἰ γὰρ δή τις ἕλοιτο, φησὶ, δωροφορεῖν θυσίαν πρωτογεν[ν]ημάτων τῷ Κυρίῳ, νέα πεφρυγμένα χίδρα ἐρεικτὰ τῷ Θεῷ. Ἄθρει δὴ οὖν, ὅπως ἐκ νέων ἡμᾶς προσάγειν καρπὸν προτρέπει Μωσῆς, ἤτοι τὸ γράμμα τὸ νομικόν. Ἀπαρχὴ γὰρ, ὡς ἔφην, τῆς εἰς καινότητα ζωῆς ἀνανεουμένης φύσεως Χριστὸς, καὶ ἐν αὐτῷ γέγονε τὰ πάντα καινά. Πλὴν, οὐκ [ἐκ] μόνου προσφέρεται σίτου τὰ εἰς θυσίαν, ἀλλὰ καὶ ἐξ ὀσπρίων κατερεικτῶν. Ὅνπερ γὰρ τρόπον ἐκ σίτου σεμίδαλιν, καὶ οὐκ αὐτὸν ὑγιᾶ τὸν κόκκον ὁλοκαυτοῦν διετύπου· οὕτω κἀνθάδε χρῆναι ποιεῖσθαι κατερεικτὰ, τουτέστιν, ἀληλεσμένα τὰ ἐξ ὀσπρίων προστέταχεν, ἵνα δὴ φαίνοιτο τῇ θυσίᾳ προσὸν τὸ οἱονεὶ ἐδώδιμον. Κατειθίσμεθα γὰρ, οὐχ ὑγιᾶ τὸν κόκκον, συντεθραυσμένον δὲ μᾶλλον ποιεῖσθαι τροφήν. Οὐκοῦν πρωτογέν[ν]ημα μὲν, ὁ Χριστὸς, καὶ θυσία τῷ Θεῷ καλὴ καὶ εὐοσμωτάτη, τροφιμωτάτη δὲ λίαν καὶ ἡμῖν αὐτοῖς. Αὐτὸς γάρ ἐστιν ὁ ἄρτος, ὁ ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν τῷ κόσμῳ διδούς· καὶ οἱονείπως ἡμῖν ἔδεσμα τὸν αὐτὸν παραθεὶς, καθάπερ σεμίδαλιν ἢ χίδραν. Ἐπιχέεσθαι δὲ τῇ θυσίᾳ δεῖν ἔφη τὸ ἔλαιον, καταπλάττεσθαι δὲ αὐτὴν καὶ λιβανωτῷ προστέταχε· τοῦ μὲν ἐλαίου τὸ ὡς ἐν πιότητι καὶ ἱλαρότητι συμβολικῶς ὑποφαίνοντος· τοῦ δέ γε λιβάνου, τὸ ἱερὸν καὶ εὐῶδες ἀστείως ἡμῖν ὑποσημαίνοντος. Γέγονε μὲν γὰρ, ὡς ἔφην, ὑπὲρ ἡμῶν θυσία ὁ