193
ΚΟΣΜΟΥ ΕΤΗ ΕΧΚΑ Τῆς θείας σαρκώσεως ἔτη ρκαʹ Τὰ ὑπόλοιπα Ῥωμαίων βασιλέως ιβʹ Ἀδριανοῦ Αἰλίου ἔτη Ἀδριανὸς παραχειμάζων ἐν Ἀθήναις μυεῖται τὰ Ἐλευσίνια· ἔνθα καὶ ἦξεν ἀγῶνα, ἐπισκευάσας πολλὰ τῷ τόπῳ καὶ βιβλοθήκας συστησάμενος. Ἀδριανὸς κατὰ Ἰουδαίων ἀποστάντων στράτευμα ἐξέπεμψε, καταδρα μόντων τὴν Ἰουδαίαν ἀπ' Αἰγύπτου καὶ Λιβύης μετὰ πολλοὺς πολέμους. ἡγεῖτο δὲ τῆς Ἰουδαίας Τίννιος Ῥοῦφος ὁ καὶ πολεμήσας τοὺς Ἰουδαίους·τῆς Ἰουδαίων ἀποστάσεως Χωχεβᾶς τις ὁ μονογενὴς ἡγεῖτο, ὃς ἑρμηνεύετο ἀστήρ. οὗτος Χριστιανοὺς ποικίλως ἐτιμωρήσατο μὴ βουλομένους κατὰ Ῥωμαίων συμμαχεῖν. Ἰουδαῖοι κακῶς ἀπήλλαξαν, καὶ ὁ πρὸς αὐτοὺς πόλεμος πέρας ἔσχεν, ἁλόντων τῶν Ἱεροσολύμων τὸ ἔσχατον, ὡς μηδὲ λίθον ἐπὶ λίθον ἀφεθῆναι κατὰ τὴν θείαν φωνήν. ἔνθεν οὖν εἵργονται πάντη τῆς πόλεως ἐπιβαίνειν προστάξει θεοῦ καὶ Ῥωμαίων κράτει δια σπαρέντες κατὰ παντός. Ἀδριανὸς ὕδρωπι τελευτᾷ ἐν Βαΐαις τῆς Ἰταλίας. Ῥώμης θʹ ἐπίσκοπος Ὑγιηνὸς ἔτη δʹ. Ἀντιοχείας εʹ ἐπίσκοπος Ἔρως ἔτη κςʹ. Ἀλεξανδρείας ζʹ ἐπίσκοπος Εὐμένης ἔτη ιγʹ. Ἱεροσολύμων ιγʹ ἐπίσκοπος Ἐφραῒμ ἔτη βʹ. 428 Φαβουρῖνος καὶ Πολέμων ὁ ῥήτωρ ἐγνωρίζοντο. Ἡρώδης ῥήτωρ Ἀθηναῖος. Μάρκος ῥήτωρ Βυζάντιος. Ἱεροσολύμων ιδʹ ἐπίσκοπος Ἰωσὴφ ἔτη βʹ. Ἱεροσολύμων ιεʹ ἐπίσκοπος Ἰούδας ἔτη βʹ. Καθ' ὃν ἡ ἐπὶ Ἀδριανοῦ τελεία καὶ ἐσχάτη γέγονε τῆς πόλεως καὶ τοῦ ἔθνους Ἰουδαίων ἅλωσις. λοιπὸν πρῶτος ἐξ ἐθνῶν ἐπίσκοπος Ἱεροσολύμων Μάρκος ἔτη ηʹ.
ΚΟΣΜΟΥ ΕΤΗ ΕΧΚΘ Τῆς θείας σαρκώσεως ἔτη ρκθʹ Ἱεροσολύμων ιςʹ
ἐπίσκοπος, αʹ δὲ ἐξ ἐθνῶν Μάρκος ἔτη ηʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΧΛ Τῆς θείας σαρκώσεως ἔτη ρλʹ Ῥωμαίων ιγʹ ἐβασίλευσε
Τίτος Ἀντωνῖνος, ὁ ἐπικληθεὶς εὐσεβής, σὺν τοῖς παισὶν Αὐρηλίῳ καὶ Λουκίῳ ἔτη κγʹ. Ἀντωνῖνος πατὴρ πατρίδος προσηγορεύθη. Ἰουστῖνος φιλόσοφος προσηγορεύθη, ὃς ὑπὲρ τοῦ καθ' ἡμᾶς ὀρθοῦ λό γου βίβλον ἀπολογίας Ἀντωνίνῳ ἐπέδωκε. Ῥωμαίων ἐπίσκοπος ιʹ Πῖος ἔτη ιεʹ. Κατὰ τοὺς χρόνους Ὑγιηνοῦ καὶ Πίου τῶν ἐπισκόπων Ῥώμης ἕως 429 Ἀνικήτου Οὐαλεντινιανὸς καὶ Κέρδων ἀρχηγοὶ τῆς Μαρκίωνος αἱρέσεως ἐπὶ Ῥώμης ἐγνωρίζοντο. Μεσομήδης Κρὴς ποιητὴς νόμων κιθαρῳδικῶν ἐγνωρίζετο, καὶ Ταῦρος Πλατωνικὸς καὶ Βηρύτιος. Ἀρριανὸς φιλόσοφος Νικομηδεὺς στρατηγὸς ἐγνωρίζετο. Ἐπίκτητος καὶ Εὐφράτης καὶ Περεγρῖνος ὁ ἑαυτὸν ἐμπρήσας κατὰ μίμησιν Καλανοῦ Βραχμᾶνος τοῦ κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα γυμνοσοφιστοῦ. Μάξιμος Τύριος, Ἀπολλώνιος στωικὸς Χαλκηδόνιος, Βασιλείδης Σκυ θοπολίτης· οὗτοι καὶ διδάσκαλοι Οὐηρισίμου Καίσαρος γεγόνασι. Κρίσκος κυνικὸς φιλόσοφος Ἰουστίνῳ τῷ καθ' ἡμᾶς θείῳ φιλοσόφῳ τὸν μαρτυρικὸν συνεσκεύασε θάνατον ἐλεγχόμενος ὑπ' αὐτοῦ λιχνότητα κυνικήν. Ἀλεξανδρείας ζʹ ἐπίσκοπος Εὐμένης ἔτη ιγʹ. Ἀλεξανδρείας ηʹ ἐπίσκοπος Μαρκιανὸς ἔτη ιʹ. Ἱεροσολύμων ιςʹ ἐπίσκοπος Μάρκος ἔτη ηʹ. Ἱεροσολύμων ιζʹ ἐπίσκοπος Κασσιανὸς ἔτη εʹ.
ΚΟΣΜΟΥ ΕΤΗ ΕΧΛΗ Τῆς θείας σαρκώσεως ἔτη ρληʹ ΚΟΣΜΟΥ ΕΤΗ ΕΧΜ Τῆς θείας σαρκώσεως ἔτη ρμʹ Ῥώμης ιʹ ἐπίσκοπος Πῖος
ἔτη ιεʹ. Ῥώμης ιαʹ ἐπίσκοπος Ἀνίκητος ἔτη ιαʹ. 430 Ἐπὶ τούτου Πολύκαρπος ἐν Ῥώμῃ πολλοὺς ἐξ αἱρέσεων μετήγαγεν. Ἀλεξανδρείας θʹ ἐπίσκοπος Κελαδίων ἔτη ιδʹ. Ἱεροσολύμων ιηʹ ἐπίσκοπος Πούπλιος ἔτη εʹ. Ἱεροσολύμων ιθʹ ἐπίσκοπος Μάξιμος ἔτη δʹ. Ἱεροσολύμων κʹ ἐπίσκοπος Ἰουλιανὸς ἔτη βʹ.