193
ἀδελφοῖς ἐπὶ πάνυ παιδικῇ τῇ ἡλικίᾳ κτῆσιν καὶ γονέας καὶ τὴν ἄλλην περιφάνειαν τοῦ βίου καὶ τὰς ἐκ βασιλέως τιμὰς ὡς ὀλίγου ἢ οὐδενὸς ἐκλιπόντες ἄξια, Χριστῷ εἵλοντο μόνῳ ἀκολουθεῖν καὶ τὴν ἐκεῖθεν λαμπρότητα ἐπιζητεῖν· καὶ Ναζιραῖοι τῷ θεῷ γεγενημένοι, τὴν πτωχείαν μᾶλλον εἵλοντο τὴν δι' αὐτὸν καὶ τὴν ἀκτησίαν καὶ τὴν δουλείαν. καὶ πρὸς Ἄθῳ τῷ ἱερῷ γενόμενοι ὄρει, ὅπερ οὐκ ἄν τις ἁμάρτοι πόλιν προσειπὼν οὐράνιον, ἐκδεδώκασιν ἑαυτοὺς ὑποταγῇ πατρὸς πνευματικοῦ. οὗ δὴ τὸν πνευματικὸν ἀγωνιζομένων δίαυλον καὶ θεόντων τὸν περὶ ψυχῆς, ὁ τελευταῖος ἐξέλιπε τῶν ἀδελφῶν πρῶτος χωρήσας πρὸς τὰ βραβεῖα τῆς ἄνω κλήσεως, καὶ μετ' ἐκεῖνον ὁ διδάσκαλος ὀλίγῳ ὕστερον ἀπηλλάττετο τῶν δεσμῶν τοῦ γεώδους τούτου καὶ ταπεινοῦ σαρκίου καὶ πρὸς ὃν ἐπόθησε μετέβαινεν ἐξ ἀρχῆς. Γρηγορίῳ δὲ καὶ τἀδελφῷ ἐκ πατρὸς καταλειφθεῖσιν ὀρφανοῖς οὐκ ἐδόκει δεῖν ἔτι πιστεύ 1.546 ειν τῇ ἡλικίᾳ, ἀλλ' ἑτέρῳ φέροντες ὑπέταξαν πατρὶ πνευματικῷ. ὑφ' ᾧ ὑπὲρ ὀκτὼ τελέσαντες ἔτη, ἐπεὶ κἀκεῖνος τῶν τῇδε ἀπηλλάττετο, πρὸς τῇ κατὰ Βέῤῥοιαν Σκήτῃ φροντιστήριον οἰκοδομήσας ὁ Γρηγόριος καὶ κατακλείσας ἑαυτὸν πᾶσάν τε ἀποθέμενος φροντίδα γηΐνην, ἑαυτῷ δὲ μόνῳ καὶ θεῷ προσαδολεσχῶν, δέκα διετέλεσεν ἔτη, πολλὰ τὴν σάρκα παιδαγωγήσας καὶ ὑποτάξας τῷ πνεύματι· ὡς ἐκ τῆς συντονωτάτης καὶ ἄγαν ἀνενδότου ἀσκήσεως καὶ τοῦ σπηλαίου τῆς πρὸς ψῦχος ἀσυμμετρίας νόσῳ δεινῇ περιπεσόντα, οὐ μακρὰν γενέσθαι τοῦ ἀποθανεῖν. οὗ μετὰ τὰ δέκα ἔτη ἀποστὰς, τῶν ἐκεῖσε διακριτικῶν πατέρων κελευσάντων, οἷς οὐκ ἐξῆν τὰ βελτίω συμβουλεύουσι μὴ πείθεσθαι, πρῶτα μὲν ἐφ' ἱκανὸν ἐν τοῖς κατὰ τὸν Ἄθω διέτριψε φροντιστηρίοις, ἔπειτα τῆς περὶ τὸ σῶμα νοσοκομίας ἐπειγούσης, ἦλθεν εἰς Θεσσαλονίκην. οὗτος δὴ ἅμα τοῖς ἄλλοις οὐ μετρίως δυσχεράναντες κατὰ Βαρλαὰμ τὰ τῆς ἱερᾶς ἡσυχίας ἐξορχουμένου καὶ πολλὰς αὐτῆς καταχέοντος τὰς λοιδορίας, τισὶ τῶν φίλων πρὸς αὐτὸν χρησάμενοι πρεσβευταῖς, ἐδέοντο παύεσθαι τοῦ τοιαῦτα καὶ φρονεῖν καὶ λέγειν κατὰ τῶν ἡσυχαζόντων, καὶ μὴ διὰ τὴν ἀπειρίαν ἑνὸς τὰ ἴσα πάντων καταψηφίζεσθαι καὶ, τό γε εἰς αὐτὸν ἧκον, τοῦ ἀκροτάτου βίου καὶ τῆς τελεωτάτης πολιτείας τοὺς ἀνθρώπους ἀποστερεῖν, τὰ οὐκ ὄντα καταψευδόμενον καὶ ὡς κακῶν αἰτίαν διαβάλλοντα καὶ πεί 1.547 θοντα ἀπέχεσθαι αὐτῆς. ἀλλ' εἰ μέν τι καὶ παρὰ τὸ προσῆκον ἤκουσται αὐτῷ, τῇ ἀπειρίᾳ τοῦ εἰπόντος προσλογίζεσθαι· αὐτὴν δὲ ἡγεῖσθαι θεῖόν τι χρῆμα καὶ ἱερὸν, καὶ τοῦ τε κατ' αὐτῆς παύεσθαι λέγειν. ἀλλὰ καὶ εἴ τι συναρπασθεὶς συνέγραψε κατ' αὐτῆς, ὡς ἀπωλείας ἄξια παραδιδόναι πυρί. οὐδὲ γὰρ ὅσιον οὐδὲ ἄλλως νοῦν ἔχον, γεωμετρίαν μὲν καὶ ἀστρονομίαν καὶ ἀριθμῶν ἀναλογίας βουλόμενόν τινα ἐκδιδάσκεσθαι, μὴ τῷ ἀμαθεστάτῳ, ἀλλὰ τῷ δεινοτάτῳ περὶ ταῦτα φοιτᾷν· τῆς δὲ ὄντως φιλοσοφίας καὶ τῆς περὶ οὐρανίων πραγμάτων γνώσεως τῷ περὶ ταῦτα ἀμυήτῳ χρῆσθαι διδασκάλῳ. ἐχρῆν γὰρ αὐτὸν ὄντα φιλόσοφον καὶ τῶν πολλῶν ὑπερέχοντα συνέσει, εἴγε περὶ τοιούτων ἐδεῖτο μαθεῖν πραγμάτων, ἢ πρότερον διερευνησάμενον τῷ παρὰ θεῷ τῆς τοιαύτης χάριτος ἠξιωμένῳ, οὐ γὰρ δὴ ἀνθρωπίνῃ γε συνέσει ἢ σπουδῇ τὰ τοιαῦτα περιγίνεται, ἀδόλῳ γνώμῃ καὶ πάσης ἀπηλλαγμένῃ κακουργίας προσελθεῖν καὶ περὶ ὧν ἐβούλετο δεῖσθαι μαθεῖν· ἦ γὰρ ἂν ἐκεῖνος σοφὸς ὢν τὰ θεῖα καὶ μέτρα μαθημάτων ἑκάστῳ προσήκοντα εἰδὼς κατὰ τὴν τῆς καθάρσεως ἀναλογίαν, οὐκ ἂν ἐνεπίστευσεν ἀκοῇ σαθρᾷ βροντῆς ἦχον ἐκ προοιμίων εὐθὺς, ἀλλὰ βίου πρότερον ἀκριβείᾳ καὶ πολλῇ φιλοσοφίᾳ καὶ πασῶν γηΐνων ἐννοιῶν εὐλόγων τε καὶ μὴ τοιούτων ἀποθέσει τὴν ψυχὴν ἂν πρότερον ἐδίδαξεν ἐκκαθᾶραι καὶ οὕτω τῶν ἱερῶν προθύρων τῆς θείας ταυτησὶ σο 1.548 φίας ἐπιβαίνειν, δεόμενον καὶ θεοῦ πολλὰ καὶ ἀνδρῶν τῶν τὰ τοιαῦτα δύνασθαι ἠξιωμένων συνάρασθαι πρὸς τὸ ἔργον οὕτως ὂν ὑψηλὸν καὶ τὴν ἀνθρωπίνην ὑπερβαῖνον δύναμιν· ἢ ἐπειδή γε διὰ ῥᾳθυμίαν ἀπερισκέπτως τῷ προστυχόντι προσεχώρησε, τῇ ἐκείνου ἀμαθίᾳ προσλογίσασθαι τοὺς λόγους, ἀλλὰ μὴ ὥσπερ ἐξεπίτηδες ὥσπερ τινὸς ἑρμαίου λαβόμενον τῶν λόγων, αὐθαδῶς καὶ