193
ουν τότε τὰ τῶν ̓Ιουδαίων ἐτελεύτησε πάθη, ὑπὸ ̔Ρωμαίων τῆς ̔Ιερουσαλὴμ τὴν τελευταίαν ὑποστάσης αλωσιν. καὶ αυθις δὲ Αἰλίου τῶν ̔Ρωμαίων κρατοῦντος ̓Αδριανοῦ ἐστασίασαν ̓Ιουδαῖοι καὶ κατὰ ̔Ρωμαίων ὡπλίσθησαν. ἀλλὰ καὶ τότε ἡττήθησάν τε καὶ ἐξετρίβησαν, πολλῶν φθαρεισῶν μυριάδων, ὡς λίαν περιλειφθῆναι βραχεῖς, περὶ ων ἐν τοῖς ἰδίοις τόποις ἱστορηθήσεται. ̔Ρωμαίων δὲ μνησθείσης τῆς ἱστορίας καὶ τούτοις κράτος ἀναθεμένης ἀήττητον, ἀναγκαῖον πάντως εἰπεῖν καὶ διδάξαι η ἀναμνῆσαι τοὺς ἐντευξομένους τούτῳ δὴ τῷ συγγράμματι τίνες τε οἱ ̔Ρωμαῖοι καὶ οθεν τὸ τούτων εθνος συνέστη τὸ ἐξ ἀρχῆς, καὶ πόθεν τὴν κλῆσιν εσχε, καὶ τίσι πολιτείαις ἐχρήσατο, καὶ οιαις τύχαις ἐνέκυρσε, καὶ οπως προύκοψεν εἰς εὐδαιμονίας ἀκρότητα ὡς μικροῦ κυριεῦσαι τῆς οἰκουμένης ἁπάσης καὶ τὸ κράτος κατὰ πάντων σχεδὸν ἀναδήσασθαι, καὶ οπως βασιλευθὲν ἐξ ἀρχῆς εἰς ἀριστοκρατίαν ητοι δικτατωρείας καὶ ὑπατείας μετέπεσε, καὶ εἰς δημοκρατίαν αυθις μετήνεκτο, ειτα εἰς μοναρχίαν ἐπανελήλυθεν. ῥητέον μοι τοί2.85 νυν καὶ περὶ τούτων καὶ διηγητέον ὡς ἐνὸν ἐπιτέμνοντι τὸ πλάτος τῆς διηγήσεως καὶ τὴν μακρηγορίαν συστέλλοντι, ιν' ειεν εὐσύνοπτα τὰ τῆς ἱστορίας καὶ τὴν τῶν ἐπιόντων μνήμην μὴ διαφεύγοιεν. Αἰνείας μετὰ τὸν Τρωικὸν πόλεμον ἀφῖκτο πρὸς ̓Αβορίγινας, οι πρῴην τὴν χώραν ῳκουν καθ' ην ἡ ̔Ρώμη πεπόλισται, Λατίνου τοῦ Φαύνου τότε τὴν τούτων ἀρχὴν εχοντος, καὶ προσέσχε Λαυρεντῷ κατὰ τὸν Νουμίκιον ποταμόν, ενθα κατά τι δὴ θεοπρόπιον λέγεται παρασκευάζεσθαι ποιήσασθαι τὴν κατοίκησιν. ὁ δὲ τῆς χώρας αρχων Λατῖνος ἀπεῖργε τῷ Αἰνείᾳ τὴν ἐν τῇ χώρᾳ καθίδρυσιν. καὶ συμβαλὼν ἡττᾶται· ειτα δι' ὀνειράτων φανέντων ἀμφοῖν καταλλάττονται· καὶ τῆς κατοικίας αὐτῷ παραχωρεῖ, καὶ τὴν θυγατέρα Λαουινίαν εἰς γάμον ἐκδίδωσιν. ενθα πόλιν ὁ Αἰνείας οἰκοδομήσας ὠνόμασε Λαουίνιον· η τε χώρα Λάτιον ἐπεκλήθη καὶ οἱ ανθρωποι οἱ ἐκεῖ Λατῖνοι προσηγορεύθησαν. ̔Ρουτοῦλοι δὲ ὁμοροῦντες τῇ χώρᾳ ἐκ πόλεως ̓Αρδέας ὁρμώμενοι, καὶ πρόσθεν δυσμενῶς εχοντες πρὸς Λατίνους, καὶ τότε πόλεμον ηραντο, ἐπαρήγοντος αὐτοῖς καὶ Τούρνου ἀνδρὸς ἐπιφανοῦς καὶ τῷ Λατίνῳ προσήκοντος, ος δι' ὀργῆς τὸν Λατῖνον πεποίητο διὰ τὸν Λαουινίας γάμον· ἐκείνῳ γὰρ ἡ κόρη προωμολόγητο. μάχης ουν γενομένης πίπτουσιν ο τε Τοῦρνος καὶ ὁ Λατῖνος, τὴν δὲ νίκην ὁ Αἰνείας κεκόμιστο καὶ τὴν τοῦ πενθεροῦ βασιλείαν. μετὰ δέ 2.86 τινα χρόνον συμμαχίας ἐκ Τυρσηνῶν οἱ ̔Ρουτοῦλοι τυχόντες ἐπῆλθον τῷ Αἰνείᾳ, καὶ τὸν πόλεμον νενικήκασιν· ἀφανὴς δὲ ὁ Αἰνείας γενόμενος, ουτε γὰρ ζῶν ωφθη ετι ουτε μὴν τεθνεώς, ὡς θεὸς παρὰ Λατίνοις τετίμητο. ἐντεῦθεν καὶ τοῖς Ῥωμαίοις τοῦ σφετέρου γένους ἀρχηγέτης νενόμισται, καὶ Αἰνειάδαι καλεῖσθαι αὐχοῦσι. τὴν δὲ τῶν Λατίνων ἀρχὴν ὁ ἐκείνου υἱὸς ̓Ασκάνιος διεδέξατο, ος οικοθεν συνείπετο τῷ πατρί· οὐδέπω γὰρ ἐκ τῆς Λαουινίας παῖδα ἐγείνατο, εγκυον δ' αὐτὴν καταλέλοιπε. τὸν δὲ ̓Ασκάνιον κατακλείσαντες οἱ πολέμιοι ἐπολιόρκουν· νυκτὸς δ' οἱ Λατῖνοι αὐτοῖς ἐπιθέμενοι τήν τε πολιορκίαν ελυσαν καὶ τὸν πόλεμον. Χρόνου δὲ διεληλυθότος πληθυνθέντες οἱ Λατῖνοι τὴν μὲν πόλιν τὸ Λαουίνιον οἱ πλείονες ἐκλελοίπασιν, ἑτέραν δ' ἐν ἀμείνονι χώρᾳ ἀντῳκοδόμησαν, ην Αλβαν ἐκ τῆς λευκότητος καὶ ἀπὸ τοῦ μήκους Λόγγαν ἐπωνόμασαν· ειποιεν αν Ελληνες λευκὴν καὶ μακράν. ̓Ασκανίου δὲ τελευτήσαντος οἱ Λατῖνοι τὸν ἐκ τῆς Λαουινίας τεχθέντα τῷ Αἰνείᾳ υἱὸν εἰς τὴν βασιλείαν προετιμήσαντο τοῦ ̓Ασκανίου παιδός, διὰ τὸν πάππον τὸν Λατῖνον τοῦτον προκρίναντες, Σιλούιον κεκλημένον. ἐκ Σιλουίου δὲ Αἰνείας ἐτέχθη, ἐξ Αἰνείου δὲ Λατῖνος ἐγένετο, Λατῖνον δὲ διεδέξατο Πάστις. Τιβερῖνος δ' αρξας μετέπειτα ἐν ποταμῷ καλουμένῳ ̓Αλβούλῳ πεσὼν διεφθάρη· ος δὴ ποταμὸς Τίβερις ἐξ ἐκείνου μετωνομάσθη, ῥέων διὰ τῆς ̔Ρώμης καὶ ων τῇ πόλει πολυαρκέστατος καὶ ̔Ρωμαίοις ἐς τὰ μάλιστα χρησιμώτατος. εκγονος δὲ τοῦ Τιβερίνου ̓Αμούλιος, ος ὑπερφρονήσας καὶ θεοῦν ἑαυτὸν τολμήσας, ὡς βροντάς τε ταῖς βρονταῖς ἐκ μηχανῆς