193
αἰσθάνοιτο, ἀντιλαμβάνοιτο, συγκατατίθοιτο. αρχειν δὲ αὐτῶν εταξε λοχαγοὺς, ἀμφοτέρων τῶν διαλέκτων ἐπαΐοντας. ̓Επαναβάλεσθε. περιστολίσασθε. ἱμάτια τ' ἀνδρεῖα ἐπαναβάλεσθε. ̓Επαναβαίνω. δοτικῇ συντάσσεται. οἱ δὲ ἐπανέβαινον τῷ ορει. ̓Επαρτωμένων. ἐπικρεμαμένων. ωστε μεγίστων φόβων ἐπαρτωμένων. ̓Επαυλίζονται. ἐπισκιάζονται. ̓Επαυχῶ. βεβαίως οιδα. Σοφοκλῆς· ὡς κᾳμ' ἐπαυχῶ τῆσδε φήμης. καὶ ἐπαυχήσατο. καὶ ἐπαυχοῦσιν ἀντὶ τοῦ μεγαλοφρονοῦσιν. epsilon.820 ̓Επαναλήψομαι. ἐπαναλάβω. ανωθεν καὶ ἐξ ἀρχῆς αρξομαι. ̓Επαρώμενοι. καταρώμενοι. ̓Επαμῦναι. βοηθῆσαι. ̓Επαρήγω. βοηθῶ. ̓Επαγωνιεῖται. προσκαρτερήσει, φιλονεικήσει. ̓Επαφαυάνθην. ἐξηράνθην. ̓Αριστοφάνης· ωστ' ἐπαφαυάνθην Παναθηναίοισι γελῶν. ̓Επαναχθέντεσ. ἐπανακομισθέντες. ̓Επανιτέον. ἐπιστρεπτέον, ἐπανοδευτέον. ̓Επαλείφει. διεγείρει, γυμνάζει, καὶ ἀντὶ τοῦ χρίει. ̓Επαλήλιπτο. ἐχρίετο. κασσίτερον δὲ ἐπαλήλιπτο τὰ κράνη αὐτῶν. ̓Επάσω. λέξω. ̓Επάνηκε. ὑπόστρεψον, ἐπάνελθε. ̓Επανῆκεν. ὑπέστρεψεν. epsilon.821 ̓Επαφώμενα. περιέργως ψηλαφώμενα. ̓Επανίστανται. κυρίως λέγεται ἐπανίστασθαι, οταν οἱ πρότερον ἐν ὑπηκόων τάξει τελοῦντες μετὰ ταῦτα πόλεμον τοῖς κυρίοις αὐτῶν αιρωσιν. ̓Επάδοντοσ. φαρμακοῦ, γόητος. ∆αβίδ· φωνῆς ἐπᾳδόντων. ̓Επαυρίζω. τὸ φυσῶ. καὶ ἐπαυρίσκω ὁμοίως. ̓Επαύρασθαι. ἐπαπολαῦσαι. ̓Επαλαμᾶτο. ἐμηχανᾶτο. ἐτεχνάζετο. παλάμαι γὰρ αἱ τέχναι. καὶ ̓Αριστοφάνης· τί ουν πρὸς τ' αλφιτα ἐπαλαμήσατο. τουτέστιν ἐπενόησεν. ̓Επαλλάξαντεσ. ἀντὶ τοῦ ἐπιλέξαντες. ̓Επαλαιώθησαν. ἐγήρασαν. ̓Επάλξαντεσ. αλλο ἐπ' αλλῳ ποιήσαντες. δῆλον δὲ τὴν συμπλοκὴν τῶν μαχομένων. ̓Επάχνωσεν. ἐλύπησεν, εφθειρεν. ἡ μεταφορὰ epsilon.822 ἀπὸ τῆς πάχνης τῆς φθειρούσης καὶ λύπην ἐμποιούσης τοῖς φυτοῖς. ̔Ησίοδος· -τότ' ἐπάχνωσεν φίλον ητορ. ̓Επαμφοτερίσαι. εἰς ἀμφιβολίαν ἀγαγεῖν τὸν λόγον, ὡς καθ' ἑκάτερον ἐλέγχεσθαι. ̓Επάταξασ. ἀντὶ τοῦ πατάξεις. ̓Επανάκρουσαι. ἀντὶ τοῦ ἐπανάκαμπτε. ̓Αριστοφάνης· δεῦρ' ἐπανάκρουσαι πάλιν. ἡ μεταφορὰ ἀπὸ τῶν τὰς ἡνίας η τὰς ναῦς ἀνακρουομένων, η ἀπὸ τῶν κωπηλατούντων, οταν ἀναστρέψαντες πρύμναν ἀνακρούωνται, ινα εἰς τοὐπίσω ἀναχωρήσῃ τὸ πλοῖον. ̓Επαγαγέσθαι. παραπεῖσαι, ἐφελκύσασθαι. ̓Επαγγέλλεται. παρακαλεῖ, ἀξιοῖ. ουτως ̔Ηρόδοτος. ̓Επαγγέλλει. ἀντὶ τοῦ ἐπιτάσσει, ἐντέλλεται, διακελεύει, καὶ ἀντὶ τοῦ αἰτεῖται. epsilon.823 ̓Επαγγείλαντασ. ἐπικαλεσαμένους. ̓Επάειραν. ἐπῇραν. καὶ ἐπαείρας. ̓Επαμησάμενοσ. ἀνακινήσας, καὶ ἀντὶ τοῦ θερίσας. ̓Επανεθήσεται. ἀντὶ τοῦ ἐπαφεθήσεται. ̓Επανέσχετο. ἐπανελάβετο. ὁ δὲ τὸν πρὸς τοὺς Γέτας πόλεμον, ὡς μάλιστα ἐπείγοντα, ἐπανέσχετο. ̓Επανετείνοντο. ἐν προσδοκίᾳ ησαν, η ἐμεγαλύνοντο καὶ ηυξαντο. ̓Επανέχειν. οἰκείᾳ συνέσει χρῆσθαι, καὶ μὴ ταῖς βίβλοις ἐπανέχειν. εστι δὲ καὶ τὸ ὑψοῦν. epsilon.824 ̓Επανεῖπον. ἐκήρυξαν. ἐπανεῖπον ἀργύριον τῷ ἀποκτείναντι. Θουκυδίδης. ̓Επανήρατο. ἐπειρᾶτο, ειλετο. ̓Επαποδυώμεθα. ἀντὶ τοῦ ἐπιχειρήσωμεν. ̓Επάρασ. ἀντὶ τοῦ πείσας. θρασυτάτους ανδρας ἐλπίσιν εὐεργεσιῶν ἐπάρας. ̓Επάσαντο. ἐγεύσαντο. ̓Επαγομένοισ. αἰχμαλωτιζομένοις η ἐπιφερομένοις. ̓Επανέντεσ. ἀφέντες. ̓Επαινέσασ. εὐχαρίστως ἀποδεξάμενος. ̓Επαινεῖσθε. ἀντὶ τοῦ καυχᾶσθε. ∆αβίδ· ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ. ̓Επαιώνιστο. εὐφήμιστο. epsilon.825 ̓Επεγράφου. ἀντὶ τοῦ ἐζωγράφεις. ̓Αριστοφάνης· καὶ γὰρ σὺ μεγάλην ἐπεγράφου τὴν Γοργόνα. ̓Επεγράψατο. ἀντὶ τοῦ ἀπεγράψατο, ἐχειροτόνησεν, κατέστησεν. ἡ μεταφορὰ ἀπὸ τῶν μετοίκων τῶν προστάτας προγραφόντων ἑαυτοῖς. ̓Επεγραψάμεθα. ἐσημειωσάμεθα. ὑπόσπονδοι ἐγενόμεθα. ̓Επεγχανών. καταγελάσας. οὐ μὴν ἡ τιμωρὸς δίκη τὸν ὑβριστὴν καὶ ὑπερόπτην ειασε τῷ τοῦ Μέλητος θανάτῳ ἐπεγχανεῖν. ̓Επεδαψιλεύσατο. κατὰ κόρον ἐχρήσατο. ἐπεδαψιλεύσατο ταῖς ὑποθέσεσι τῆς ἀποκηρύξεως. ̓Επεδίκασε, καὶ ἐπεδικάσαντο. ∆ημοσθένης· τὸ μὲν ἐπεδίκασεν, οιον προέκρινε, τὸ δὲ ἐπεδικάσατο, οιον επεισαν τοὺς δικαστὰς ἑαυτοῖς προσνεῖμαι τὸν κλῆρον. ̓Επέθεντο.