193
ἐστι, τὸ κατὰ ἀπόντος ἀδελφοῦ λαλεῖν, σκοπῷ τοῦ διαβάλλειν αὐτὸν, εἰ καὶ ἀληθὲς ᾖ τὸ λεγόμενον. Ἐάν τίς σε εἶπε κακῶς, εἰ μὲν ἀληθὲς λέγει, διορθῶσαι· εἰ δὲ ψευδῆ, καταγέλασον. Εἰ μὲν σύν 96.73 οιδας σεαυτῷ τὰ εἰρημένα, σωφρόνησον· εἰ δὲ μὴ σύνοιδας, καταφρόνησον. Τῶν κακῶς λεγόντων ἡμᾶς τότε χρὴ καταφρονεῖν, ὅταν ἡμεῖς μὴ παρέξωμεν λαβάς. Μᾶλλον δὲ μηδὲ τότε, ἀλλ' ἐπειδὰν δυνώμεθα ἐπιστομίζειν αὐτούς. Ὅταν δὲ ἐξ ἡμῶν γίνηται τὸ πᾶν, ἐπὶ τὴν ἡμετέραν κεφαλὴν τρέπεται πᾶν τὸ πῦρ. -Οὐχ οἱ κακῶς λέγοντες μόνον, ἀλλὰ καὶ οἱ τὰς αἰτίας εἰκῆ παρέχοντες, τῆς ἐπὶ τῇ κατηγορίᾳ κειμένης εἰσὶν ὑπεύθυνοι τιμωρίας. Ὁ κακῶς ἕτερον διατιθέναι βουλόμενος, πρότερον ἑαυτὸν οὕτω διατίθησιν. Συμφέρει σοι πίνειν οἶνον, καὶ τρώγειν κρέα, καὶ μὴ κατεσθίειν ἐν καταλαλιᾷ σάρκας ἀδελφῶν.
ΤΙΤΛ. Γʹ. -Περὶ καιροῦ· ὅτι δεῖ τὸν καιρὸν ἐξαγοράζειν, καὶ ὅτι πάντα καιρὸν
ἔχει τοῦ λέγεσθαι καὶ γίνεσθαι. «Καιρὸς τῷ πάντι πράγματι ὑπὸ τὸν ἥλιον. Καιρὸς τοῦ τεκεῖν, καὶ καιρὸς τοῦ
ἀποθανεῖν. Καιρὸς τοῦ φυτεῦσαι, καὶ καιρὸς τοῦ ἐκτῖλαι τὸ πεφυτευμένον. Καιρὸς τοῦ καθελεῖν, καὶ καιρὸς τοῦ οἰκοδομεῖν. Καιρὸς τοῦ κλαῦσαι, καὶ καιρὸς τοῦ γελᾶσαι. Καιρὸς τοῦ ζητῆσαι, καὶ καιρὸς τοῦ ἀπολέσαι. Καιρὸς τοῦ φυλάξαι, καὶ καιρὸς τοῦ ἐκβαλεῖν. Καιρὸς τοῦ ῥῆξαι, καὶ καιρὸς τοῦ ῥάψαι. Καιρὸς τοῦ λαλεῖν, καὶ καιρὸς τοῦ σιγᾷν. Καιρὸς τοῦ φιλῆσαι, καὶ καιρὸς τοῦ μισῆσαι. Καιρὸς πολέμου, καὶ καιρὸς εἰρήνης.» «Ἵνα τί παρεσιωπήσατε ἀσέβειαν, καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυγήσατε;» «Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον.» «Συντήρησον καιρὸν, καὶ φύλαξαι ἀπὸ τοῦ πονηροῦ.» -»Ἀκαίρως μὴ σοφίζου.» -»Μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας.» «Ἄνθρωπος σοφὸς σιγήσει ἕως καιροῦ. Ἀπὸ στόματος μωροῦ ἀποδοκιμασθήσεται παραβολή· οὐ γὰρ μὴ εἴπῃ αὐτὴν ἐν καιρῷ αὐτῆς.» «Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Βλέπετε πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ' ὡς σοφοί· ἐξηγορασμένοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. ∆ιὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνίετε, τί τὸ θέλημα τοῦ Θεοῦ.» «Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνασθαι.» Σφοδρὸς ὁ πόθος; λαβοῦ τοῦ ποθουμένου. Ἕως θερμὸς ὁ σίδηρος, τῷ ψυχρῷ στομωθήτω, μή τι παρεμπέσῃ μέσον, καὶ διακόψῃ τὸν πόθον. Τὸ μὲν ἁπλῶς παῤῥησιάσασθαι, καὶ τῶν τυχόν 96.76 των πολλάκις ἐστίν· τὸ δὲ εἰς δέον καὶ καιρῷ τῷ προσήκοντι, καὶ μετὰ τῆς ἁρμοζούσης συμμετρίας καὶ συνέσεως τῷ πράγματι χρήσασθαι, μεγάλης λίαν καὶ θαυμαστῆς δεῖται ψυχῆς. Βέλτιον λίθον βαλεῖν εἰκῆ, ἢ λόγον. Λάλει ἃ δεῖ, καὶ ὅτε δεῖ, καὶ οὐκ ἀκούσεις ἃ μὴ δεῖ. -Χρόνου φείδεσθαι καλόν.»
ΤΙΤΛ. ∆ʹ. -Περὶ κολάκων, καὶ παρασίτων, καὶ γελοιαστῶν· καὶ ὅτι χρὴ
φεύγειν αὐτούς. «Ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων.» «Ἐν γέλωτι ἄφρων πράττει
κακά.» «Λόγοι κερκώπων μαλακοί· οὗτοι δὲ τύπτουσιν εἰς ταμεῖα σπλάγχνων.» «Τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσιν· οἱ δὲ γλυκεῖς ἐν λόγῳ πλείονα ἀκουσθήσονται.» «Πολλοὶ θεραπεύουσι πρόσωπα βασιλέων.» «Ἀγαθὸν θυμὸς ὑπὲρ γέλωτα, ὅτι ἐν κακίᾳ προσώπου ἀγαθυνθήσεται καρδία.» -»Ὥσπερ φωνὴ ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως ὁ γέλως τῶν ἀφρόνων.» «Οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν.» «Ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον, πλανῶντες καὶ πλανώμενοι, ὅπως ἂν καταπίνωσιν αὐτούς. Ἀφελεῖ Κύριος ἀπὸ Ἱερουσαλὴμ κεφαλὴν καὶ οὐρὰν, μέγαν καὶ μικρὸν ἐν μιᾷ ἡμέρᾳ, καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας.» «Οὐαὶ τοῖς συῤῥάπτουσι τὰ προσκεφάλαια ὑπὸ