193
ὑπάρχοντα χορηγόν. Ἐπειδὴ γὰρ καὶ οἱ Βαβυλω νίων θεοὶ, καὶ μὲν δὴ καὶ οἱ τῶν ἡμετέρων προγό νων, καὶ ἄψυχοι ἦσαν καὶ ἀναίσθητοι παντελῶς, μάλα εἰκότως οἱ ἐκείνων ἀπαλλαγέντες ζῶντα τὸν ἀληθῆ Θεὸν ὀνομάζουσιν. [Αὐτοῦ γάρ ἐστι φωνή· "Ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστασις· καὶ ὁ τρώγων με ζήσεται ἐν ἐμοί."] δʹ. "Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς." Ὁ δὲ Ἀκύλας οὕτω· Καί γε ὄρνεον εὗρεν ἑαυτῷ οἶκον, καὶ στρουθίον νοσσιὰν αὐτῷ, οὗ ἔθετο νεοσσοὺς αὐτοῦ. Καθάπερ γὰρ στρουθία καὶ τρυγόνες, καὶ μὲν δὴ καὶ οἱ ἄλλοι ὄρνιθες, πλανῶνται μὲν οὐκ ἔχοντες καλιὰν, πηξάμενοι δὲ ταύτην ἐν αὐτῇ διατρίβειν εἰώθασι, καὶ τοὺς οἰ κείους ἑαυτῶν τρέφουσι νεοττούς· οὕτως ἡμεῖς πάλαι μὲν ἐπλανώμεθα, νῦν δὲ ὑπὸ τῆς σῆς χάριτος προκληθέντες, καὶ τὰς σὰς εὑρόντες σκηνὰς, παρὰ τὰ θυσιαστήριά σου τοὺς οἰκείους ἐκπαιδεύομεν νεοττοὺς, μετὰ τῶν ἡμετέρων σοι προσεδρεύοντες παίδων, καὶ τὴν πνευματικὴν τροφὴν παρὰ σοῦ κομιζόμενοι. "Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ Βασιλεύς μου, καὶ ὁ Θεός μου." Ἡμῶν γὰρ καλιὰ, καὶ νοττιὰ, καὶ ἀπόλαυσις ἀγαθῶν, τὰ ἅγιά σου θυσιαστήρια. Παρ' ἐκεῖνα γὰρ, καθάπερ νεοττοὶ κεχηνότες, παρὰ σοῦ κομιζόμεθα τὴν θείαν τροφὴν καὶ σωτήριον. εʹ. "Μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε." Τούτων δὲ ἕκαστον τυπικῶς μὲν τοῖς ἐν Βαβυλῶνι συμβαίνει· ἡμῖν δὲ προσήκει κατ' αὐτὴν τὴν ἀλήθειαν. Καὶ γὰρ ἐκεῖνοι πόῤῥω ὄντες τοῦ θείου νεὼ, μακαρίζουσι τοὺς τῆς ἐκεῖθεν ἀπολαύοντας προμηθείας· καὶ ἡμεῖς γευσάμενοι τῆς θείας γλυ κύτητος, ζηλωτοὺς ἀποκαλοῦμεν τοὺς διηνεκῶς τῷ Θεῷ προσεδρεύοντας, καὶ τοῖς θείοις ἀγαθοῖς ἐντρυφῶντας. 80.1541 ʹ. "Μακάριος ἀνὴρ οὗ ἐστὶν ἀντίληψις αὐτῷ παρά σου, ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ." Μα καρίζει ὁ λόγος τὸν τῆς θείας ἀεὶ κηδεμονίας τυγ χάνοντα, καὶ τῇ θείᾳ χάριτι τὸν νοῦν φωτιζόμενον, καὶ ἀεὶ τοὺς εὐσεβεῖς ἐν αὐτῷ στρέφοντα λογι σμούς. Θεοῦ γὰρ ἀναβάσεις εἰς καρδίαν γινομένας, τοὺς εὐσεβεῖς περὶ Θεοῦ λογισμοὺς ὁ προφητικὸς ὠνόμασε λόγος. ζʹ. ∆ιέθετο εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τόπον ὃν ἔθετο. Καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθε τῶν." Ὁ γὰρ τοῦ Θεοῦ τὰς ἀναβάσεις ἐν τῇ καρδίᾳ δεχόμενος, καὶ τοῦ νομοθέτου τὰς εὐλο γίας μεμαθηκὼς, οὐκ εἰς γέλωτα ἑαυτὸν ἐκδίδωσι καὶ τρυφὴν, ἀλλὰ εἰς κλαυθμὸν καὶ δάκρυα, τῆς ἐντεῦθεν ἀπαλλαγῆς ἐφιέμενος. Ἤκουσε γὰρ τοῦ Θεοῦ λέγοντος· "Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται" καὶ, "Μακάριοι οἱ κλαίον τες, ὅτι αὐτοὶ γελάσονται." Ταύτας τοίνυν τὰς συνθήκας ποιησάμενος, προσμένει τοῦ νομοθέτου τὴν εὐλογίαν. Κοιλὰς δὲ κλαυθμῶνος τυπικῶς μὲν ὁ τόπος, ἐν ᾧ φανεὶς ἄγγελος, τὴν τοῦ λαοῦ παρανομίαν διήλεγξε, καὶ εἰς κλαυθμὸν τὸ πλῆθος ἐκίνησεν. Οὕτω γὰρ ἐκεῖνο τὸ χωρίον ἐξ ἐκείνου προσηγορεύθη. Κυρίως δὲ καὶ ἀληθῶς κλαυθμῶνος κοιλὰς ὁ παρὼν βίος, ἐν ᾧ καὶ ὁ ἀδὰμ ἐν ἱδρῶτι τοῦ προσώπου ἐσθίει τὸν ἄρτον, καὶ ἡ Εὖα ἐν λύπαις τίκτει τέκνα· καὶ οὐ μόνον οἱ ἁμαρτά νοντες, ἀλλὰ καὶ οἱ ἅγιοι στένουσι, καὶ ὁ μὲν, φησὶν, ἕως θανάτου λυπεῖται, ὁ δὲ βοᾷ, "Λάβε τὴν ψυχήν μου, καὶ ὅτι καλόν μοι τὸ ἀποθανεῖν, ἢ ζῇν με." Καὶ ὁ μέγας δὲ κῆρυξ τῆς ἀληθείας φησὶ, "Καὶ ἡμεῖς τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες ἐν αὐτοῖς στενάζομεν." Οὕτως ἔστιν ἰδεῖν καὶ τοὺς ἀγωνιζομένους ἁγίους δάκρυσιν ἐνδελεχῶς κεχρημένους, καὶ τὴν ἐντεῦθεν εὐφροσύνην κομι ζομένους. Ἐν ταύτῃ τοίνυν τῇ κοιλάδι τοῦ κλαυ θμῶνος οἱ τὰς ἀναβάσεις δεξάμενοι, καὶ τὰ δάκρυα προχέουσι, καὶ τὸν ἐπίπονον ἀσπάζονται βίον, καὶ τοῦ νομοθέτου τὴν εὐλογίαν προσμένουσιν. ηʹ. "Πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν." Αὔξουσι γὰρ ὁσημέραι τὴν ἰσχὺν, καὶ τῇ προσθήκῃ τῆς ἀρετῆς πολλὴν ἐπικτῶνται ῥώμην. Οὕτως οἱ τὸν ἀσκητικὸν ἀσπαζόμενοι βίον, ἀπὸ προσευχῆς εἰς ὑμνῳδίαν βαδίζουσιν· ἀπὸ τῆς ὑμνῳδίας ἐπὶ τὴν 80.1544 ἱκετείαν· ἐξ ἐκείνης ἐπὶ τὴν τῶν θείων λογίων ἀνάγνωσιν· ἐντεῦθεν ἐπὶ τῶν ἀτελεστέρων παρ αίνεσίν τε καὶ συμβουλὴν, καὶ ἀπὸ δυνάμεως εἰς δύναμιν