193
μὲν οὖν ἀθλοῦσιν ἐν φυλακαῖς τηρούμενοι διὰ τὸν λόγον τῆς ἀληθείας, τυφθέντες καὶ ἐτασθέντες ἕτεροι, ἄλλοι τὴν φυγαδείαν εἵλαντο, δευτερεύοντες τοῖς παθήμασι. τινὲς μὲν διατρέχουσι, λόγον ἐπιφερόμενοι βοηθείας, ἔνιοι δὲ κρύβδην διακονοῦσι τοῖς φρουρουμένοις, οἱ δὲ καθ' ὁδὸν ὑποδέχονται τοὺς διερχομένους κατὰ Κύριον. Αὗται αἱ ὁδοὶ καὶ ἔτι πλείους· σὺ οὖν, ὦ ἄνθρωπε τοῦ θεοῦ καὶ πιστὲ θεράπων, ὡς μανθάνω, εἷς ἐκ τῶν τοιούτων ὑπάρχεις, ξεναγῶν τοὺς ἀδελφοὺς ἡμῶν ὁδοιποροῦντας ἐν Χριστῷ. μακάριος εἶ καὶ καλόν σοι ἔσται· θεῷ προσφέρεις τὴν χάριν. ἔχου, παρακαλῶ, τῆς ἐργασίας ἧς κρατεῖς, ὅπως συναθλῶν τοῖς πονοῦσιν ἐν τούτῳ καὶ συναπολήψῃ τοὺς μισθοὺς παρὰ τοῦ πάντα μετροῦντος θεοῦ τὰ γινόμενα. 301 {1Θεόδωρος τοῖς διὰ Κύριον ἐν διαφόροις φυλακαῖς τηρουμένοις ἀδελφοῖς ἀγαπητοῖς ἐν Κυρίῳ χαίρειν}1 Τί τὰ παρόντα; χαρὰ καὶ ἀγαλλίασις, ὅτι ἐν τοῖς ὑπὲρ Χριστοῦ μαρτυρίοις ἐναθλεῖν ἠξιώμεθα, ὅτι φυλακαῖς τε καὶ θλίψεσι διὰ τὸν λόγον τοῦ θεοῦ παρεδόθημεν, ὅτι πληγαῖς τε καὶ ὕβρεσι διὰ Χριστὸν τὸν ὑπὲρ ἡμῶν μαστιχθέντα καὶ ὀνειδισθέντα, ἔπειτα καὶ σταυρωθέντα ὑπεβλήθημεν. τίς οὐκ αἰνέσειεν; τίς οὐ δοξάσειεν; ἀνατολὴ ἥδεται, δύσις εὐφραίνεται, πᾶσα ἐκκλησία τῆς τετραπεράτου κτίσεως ἀγάλλεται. καὶ τί λέγω τὸν περίγειον κόσμον; ὁ οὐρανὸς αὐτὸς θυμηδίας πεπλήρωται, ὅτι οὐ μόνον ὁ κορυφαῖος τῶν καθ' ἡμᾶς ἱεραρχῶν, ἱεράρχαι τε καὶ ἱερεῖς, καθηγεμόνες τε καὶ φοιτηταί, ἀλλὰ καὶ μονάζουσαι σὺν προεστώσαις εἵλαντο τὰ τῆς μαρτυρίας σκάμματα, ἐῶ λέγειν τοὺς ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἐκ φυγαδείας θλιβομένους, ὑστερουμένους, κακουχουμένους διὰ τὸν ὑπὲρ Χριστοῦ διωγμόν. Εἰκότως οὖν, ἀδελφοί μου ἠγαπημένοι καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, χαίρω καὶ συγχαίρω ὑμῖν, τὸ δ' αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι. Παύλου μὲν τοῦ μακαρίου αἱ φωναί, τῷ καιρῷ δὲ πρέπουσαι, ἐπειδὴ εἰς ἡμετέραν νουθεσίαν πάντα γέγραπται καὶ μιμητὰς αὐτοῦ ἐκλιπαρεῖ γίνεσθαι ἡμᾶς. πρῶτον μὲν ἐκεῖνο ἀληθὲς εἰπεῖν, ὅτι οὐχ ὅσον προαιροῦνται καὶ βούλονται οἱ κακοῦντες ἡμᾶς ταῖς θλίψεσι καὶ περιστάσεσι παραδιδόμεθα (οὕτω γὰρ ἂν ἀνύποιστος ἦν ἡ πεῖρα, καθὰ καὶ ἡ παρὰ τῶν δαιμόνων ἀοράτως ἡμᾶς προσβάλλουσα), ἀλλὰ καθόσον παραχωρεῖ ὁ ἀγωνοθετῶν καὶ συναθλῶν ἡμῖν Χριστός, μέτρῳ καὶ σταθμῷ τῆς ἑκάστου δυνάμεως ἐν κρίσει δικαίᾳ τοὺς ἀγῶνας ἐπαφεὶς ἢ εἰς ἔκτισιν ἁμαρτιῶν (εἰ καὶ αὐθαιρέτως ἥκομεν πρὸς τὸ πάσχειν) ἢ ἐπὶ στεφάνων ἀθλοφορικῶν ἀμοιβήν, ἐκ δόξης εἰς δόξαν προερχομένοις· μὴ γὰρ ὡς Πέτρος ἢ Παῦλος σὺν τοῖς ὁμοταγέσιν ἢ Γεώργιος καὶ Θεόδωρος σὺν τοῖς ὁμοκλεέσιν ἢ Θέκλα καὶ Φεβρωνία σὺν τοῖς ὁμοδόξοις βεβασανίσμεθα, οἷς πολὺ ἀγαπήσασιν ἀναλόγως περιέσσευσε καὶ τὰ Χριστοῦ παθήματα δεδωρημένα; οἷς δὲ τὸ τῆς ἀγαπήσεως ὀλίγον, ἐνδεέστερον καὶ τὸ πάσχειν, ὥστε λυπεῖσθαι καὶ δυσφορεῖν ὅτι μὴ πολλὰ πανθάνομεν, οὐκ ἀλλοιοῦσθαι δεῖν καὶ ἀποκάμνειν, ἐν οἷς μετρίως ἐσμὲν τιμωρούμενοι. Εἰ δὲ ἐκπέσοιμεν (ὅπερ ἀπείη καὶ ἐννοεῖν), οὐ παρὰ τὴν θεόκριτον ἐπαφήν, παρὰ δὲ τὴν τοῦ καταμαλακισθέντος ἀτονίαν καὶ ἀκαρδίαν καὶ ἀθεΐαν· ὁ μὲν γὰρ δέδωκε τὸ ἰσχύειν κατὰ τοῦ πονηροῦ κράτους, νικηφόρον βουλόμενος τὸν ἀγωνιστὴν ἔσεσθαι, ὁ δὲ ὀλιγωρίᾳ ῥίψας τὰ τῆς ὑπομονῆς ὅπλα ὤλετο. μάρτυς τοῦ λόγου ὁ κράζων, πιστὸς ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. ὧδε ἡ ὑπομονή, ὦ ἀδελφοί, ὧδε οἱ θεόπλοκοι στέφανοι τῆς εὐπιστίας. μὴ οὖν ἐπαισχυνθῶμεν τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἀπολειφθῶμεν Θαδδαίου τοῦ νεοκλήτου μάρτυρος καὶ τῶν συνομολογησάντων καὶ συνεκδημησάντων ὀπίσω αὐτοῦ, ὧν ἴστε δὴ τὰ ὀνόματα. αἵματι μαρτύρων ἠρδεύθη καὶ νῦν ἡ ἐκκλησία τοῦ θεοῦ, ἐπεὶ καὶ ἀρδεύεται διὰ τῶν ἔτι ἀθλούντων καὶ πολυτρόπως ἐκπιεζομένων ταῖς θλίψεσιν. αἷμα κενοῖ ὁ