193
ἔτη θʹ. θʹ. βʹ. αʹ. ιαʹ. κʹ. Τούτῳ τῷ ἔτει ἤρξατο ὁ δυσσεβὴς βασιλεὺς Λέων τῆς κατὰ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων καθαιρέσεως λόγον ποιεῖσθαι. καὶ μαθὼν τοῦτο Γρηγόριος, ὁ πάπας Ῥώμης, τοὺς φόρους τῆς Ἰταλίας καὶ Ῥώμης ἐκώλυσε γράψας πρὸς Λέοντα ἐπιστολὴν δογματικήν, μὴ δεῖν βασιλέα περὶ πίστεως λόγον ποιεῖσθαι καὶ καινοτομεῖν τὰ ἀρχαῖα δόγματα τῆς ἐκκλησίας, τὰ ὑπὸ τῶν ἁγίων πατέρων δογματισθέντα. Τῷ δ' αὐτῷ ἔτει καὶ ὁ χείμαρρος πλημμυρήσας εἰσῆλθεν εἰς Ἔδεσαν τὴν πόλιν καὶ πολλοὺς ἠφάνισεν. ιʹ. γʹ. βʹ. ιβʹ. καʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μασαλμᾶς τὴν Καισάρειαν Καππαδοκίας καὶ παρέλαβεν αὐτήν. καὶ γέγονε θανατικὸν ἐν Συρίᾳ. καὶ αἱ κάμηλοι τοῦ πρωτοσυμβούλου ἐκάησαν εἰς τὸν ἅγιον Ἡλίαν. Μαυΐας δέ, ὁ υἱὸς Ἰσάμ, ἐπεστράτευσε τὴν Ῥωμανίαν καὶ ἐμπεριπατήσας ὑπέστρεψεν. Ἐν αὐτῷ δὲ τῷ ἔτει, ἰνδικτιῶνος θʹ, ὥρᾳ θέρους, ἀτμὶς ὡς ἐκ καμίνου πυρὸς ἀνέβρασεν ἀναμέσον Θήρας καὶ Θηρασίας τῶν νήσων ἐκ τοῦ βυθοῦ τῆς θαλάσσης ἐπὶ ἡμέρας τινάς, καὶ κατὰ βραχὺ παχυνομένη καὶ ἀπολιθουμένη τῇ ἐξάψει τῆς πυρώδους ἐκκαύσεως, ὅλος ὁ καπνὸς πυροφανὴς ἐδείκνυτο. τῇ δὲ παχύτητι τῆς γεώδους οὐσίας πετροκισσήρους μεγάλους ὡς λόφους τινὰς ἀνέπεμψε καθ' ὅλης τῆς μικρᾶς Ἀσίας καὶ Λέσβου καὶ Ἀβύδου καὶ τῆς πρὸς θάλασσαν Μακεδονίας, ὡς ἅπαν τὸ πρόσωπον τῆς θαλάσσης ταύτης κισσήρων ἐπιπολαζόντων γέμειν· μέσον δὲ τοῦ τηλικούτου πυρὸς νῆσος ἀπογεωθεῖσα τῇ λεγομένῃ Ἱερᾷ νήσῳ συνήφθη, μήπω τὸ πρὶν οὖσα, ἀλλ' ὡς αἱ προρρηθεῖσαι νῆσοι, Θήρα τε καὶ Θηρασία ποτὲ ἐξεβράσθησαν, οὕτω καὶ αὕτη νῦν ἐπὶ τῶν χρόνων τοῦ θεομάχου 405 Λέοντος. ὃς τὴν κατ' αὐτοῦ θείαν ὀργὴν ὑπὲρ ἑαυτοῦ λογισάμενος ἀναιδέστερον κατὰ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων ἤγειρε πόλεμον, σύμμαχον ἔχων Βησὴρ τὸν ἀρνησίθεον καὶ τῆς ἴσης ἀλογίας ἐφάμιλλον. ἄμφω γὰρ ἀπαιδευσίας ἦσαν ἔμπλεοι καὶ πάσης ἀμαθίας, ἐξ ἧς τὰ πολλὰ τῶν κακῶν ἔρχεται. οἱ δὲ κατὰ τὴν βασιλίδα πόλιν ὄχλοι σφόδρα λυπούμενοι ἐπὶ ταῖς καιναῖς διδασκαλίαις αὐτῷ τε ἐμελέτων ἐπελθεῖν καί τινας βασιλικοὺς ἀνθρώπους ἀνεῖλον καθελόντας τὴν τοῦ κυρίου εἰκόνα τὴν ἐπὶ τῆς μεγάλης Χαλκῆς πύλης, ὡς πολλοὺς αὐτῶν ὑπὲρ τῆς εὐσεβείας τιμωρηθῆναι μελῶν ἐκκοπαῖς καὶ μάστιξι καὶ ἐξορίαις καὶ ζημίαις, μάλιστα δὲ τοὺς εὐγενείᾳ καὶ λόγῳ διαφανεῖς· ὥστε καὶ τὰ παιδευτήρια σβεσθῆναι καὶ τὴν εὐσεβῆ παίδευσιν τὴν ἀπὸ τοῦ ἐν ἁγίοις Κωνσταντίνου τοῦ μεγάλου καὶ μέχρι νῦν κρατήσασαν, ἧς καὶ μετὰ ἄλλων πολλῶν καλῶν καθαιρέτης ὁ σαρακηνόφρων οὗτος Λέων γέγονεν. ἐν τούτοις οὖν θείῳ κινούμενοι ζήλῳ στασιάζουσι κατ' αὐτοῦ μεγάλῃ ναυμαχίᾳ συμφωνήσαντες Ἑλλαδικοί τε καὶ οἱ τῶν Κυκλάδων νήσων Κοσμᾶν τινα συνεπόμενον ἔχοντες εἰς τὸ στεφθῆναι, Ἀγαλλιανὸς δέ, τουρμάρχης τῶν Ἑλλαδικῶν, ἡγεῖτο τῆς στρατιᾶς, καὶ Στέφανος· οἳ καὶ προσπελάσαντες τῇ βασιλίδι πόλει ιηʹ τοῦ Ἀπριλλίου μηνὸς τῆς ιʹ ἰνδικτιῶνος ἡττῶνται συμβαλόντες τοῖς Βυζαντίοις, ἐμπρησθέντων αὐτῶν τῶν νηῶν τῷ σκευαστῷ πυρί. καὶ οἱ μὲν βυθίζονται περὶ τὸν λάκκον, ἐν οἷς καὶ Ἀγαλλιανὸς ἔνοπλον ἑαυτὸν ἐπόντωσεν, οἱ δὲ ζῶντες τῷ κρατοῦντι προσρύονται. καὶ ἀποτέμνονται τὰς κεφαλὰς Κοσμᾶς τε καὶ Στέφανος, αὔξει δὲ τῇ κακίᾳ Λέων ὁ δυσσεβὴς καὶ οἱ τούτου σύμφρονες τὸν κατὰ τῆς εὐσεβείας διωγμὸν ἐπιτείνοντες. κατὰ δὲ τὴν θερινὴν τροπὴν ταύτης τῆς ιʹ ἰνδικτιῶνος, μετὰ τὴν τῶν ὁμοφύλων κακὴν νίκην, κατὰ τῆς Βιθυνῶν Νικαίας παρατάττεται Σαρακηνῶν δύο ἀμηραίων στῖφος, Ἄμερ ἐν χιλιάσι ιεʹ μονοζώνων προδραμὼν καὶ ἀπαρασκεύαστον κυκλώσας τὴν πόλιν, καὶ Μαυΐας ἐπακολουθῶν ἐν ἄλλαις ὀκτὼ ἥμισυ μυριάσιν, οἳ μετὰ πολιορκίαν 406 πολλὴν καὶ καθαίρεσιν τῶν τειχῶν μερικὴν τῷ τῶν τιμωμένων ἁγίων πατέρων αὐτόθι τεμένει ταύτης μὲν οὐ περιγεγόνασι διὰ τῶν εὐπροσδέκτων εὐχῶν πρὸς τὸν θεόν, ἔνθα καὶ σεβάσμιοι αὐτῶν χαρακτῆρες ἀνεστήλωντο μέχρι νῦν ὑπὸ τῶν ὁμοφρόνων αὐτῶν τιμώμενοι.